<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:419-420</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:419-420</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="419"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ
<milestone n="419" unit="page" resp="Stephanus"/><milestone n="419a" unit="section" resp="Stephanus"/>μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι ἢ τὸ νῦν, ἀλλʼ ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν· <term>διϊὸν</term> γὰρ αὖ σημαίνει, ἀλλʼ οὐ <term>δέον</term>, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ <q>δέον</q> καὶ <q>ὠφέλιμον</q> καὶ <q>λυσιτελοῦν</q> καὶ <q>κερδαλέον</q> καὶ <q>ἀγαθὸν</q> καὶ <q>συμφέρον</q> καὶ <q>εὔπορον</q> τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον,
<milestone n="419b" unit="section" resp="Stephanus"/>τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ <q>ζημιῶδες,</q> ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ <term>δοῦντι</term> τὸ <term>ἰόν</term>, ἐπονομασθὲν <q>δημιῶδες.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ δὴ <q>ἡδονὴ</q> καὶ <q>λύπη</q> καὶ <q>ἐπιθυμία</q> καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες. ἥ τε γὰρ <q>ἡδονή,</q> ἡ πρὸς τὴν <term>ὄνησιν</term> ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα—τὸ δέλτα δὲ ἔγκειται, ὥστε <q>ἡδονὴ</q>
<milestone n="419c" unit="section" resp="Stephanus"/>ἀντὶ <q>ἡονῆς</q> καλεῖται—ἥ τε <q>λύπη</q> ἀπὸ τῆς <term>διαλύσεως</term> τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ <term>πάθει</term> ἴσχει τὸ σῶμα. καὶ ἥ γε <q>ἀνία</q> τὸ ἐμποδίζον τοῦ ἰέναι. ἡ δὲ <q>ἀλγηδὼν</q> ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ <term>ἀλγεινοῦ</term> ὠνομασμένον. <q>ὀδύνη</q> δὲ ἀπὸ τῆς <term>ἐνδύσεως</term> τῆς λύπης κεκλημένῃ ἔοικεν. <q>ἀχθηδὼν</q> δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. <q>χαρὰ</q> δὲ τῇ δια<term>χύσει</term> καὶ εὐπορίᾳ τῆς <term>ῥοῆς</term> τῆς ψυχῆς ἔοικε κεκλημένῃ.
<milestone n="419d" unit="section" resp="Stephanus"/><q>τέρψις</q> δὲ ἀπὸ τοῦ <term>τερπνοῦ</term>· τὸ δὲ <q>τερπνὸν</q> ἀπὸ τῆς διὰ τῆς ψυχῆς <term>ἕρψεως πνοῇ</term> ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν <q>ἕρπνουν</q> καλούμενον, ὑπὸ χρόνου δὲ <q>τερπνὸν</q> παρηγμένον. <q>εὐφροσύνη</q> δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι· παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ <term>εὖ</term> τοῖς πράγμασι τὴν ψυχὴν <term>συμφέρεσθαι</term> τοῦτο ἔλαβε τὸ ὄνομα, <q>εὐφεροσύνην</q> τό γε δίκαιον· ὅμως δὲ αὐτὸ καλοῦμεν <q>εὐφροσύνην.</q> οὐδʼ <q>ἐπιθυμία</q> χαλεπόν· τῇ γὰρ <term>ἐπὶ τὸν θυμὸν ἰούσῃ</term>
<milestone n="419e" unit="section" resp="Stephanus"/>δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. <q>θυμὸς</q> δὲ ἀπὸ τῆς <term>θύσεως</term> καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="420"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλὰ μὴν <q>ἵμερός</q> γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ
<milestone n="420" unit="page" resp="Stephanus"/><milestone n="420a" unit="section" resp="Stephanus"/>ἐπωνομάσθη· ὅτι γὰρ <term>ἱέμενος ῥεῖ</term> καὶ <term>ἐφιέμενος</term> τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν <term>ἕσιν</term> τῆς <term>ῥοῆς</term>, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως <q>ἵμερος</q> ἐκλήθη. καὶ μὴν <q>πόθος</q> αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι <del>ἱμέρου τε καὶ ῥεύματος</del> ἀλλὰ τοῦ <term>ἄλλοθί που ὄντος</term> καὶ <term>ἀπόντος</term>, ὅθεν <q>πόθος</q> ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, <q>ἵμερος</q> ἐκαλεῖτο· ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος <q>πόθος</q> ἐκλήθη. <q>ἔρως</q> δέ, ὅτι <term>εἰσρεῖ ἔξωθεν</term> καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ
<milestone n="420b" unit="section" resp="Stephanus"/>αὕτη τῷ ἔχοντι ἀλλʼ ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ <term>ἐσρεῖν</term> <q>ἔσρος</q> τό γε παλαιὸν ἐκαλεῖτο— τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα—νῦν δʼ <q>ἔρως</q> κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label><q>δόξα</q> καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>δόξα</q> δὴ ἤτοι τῇ <term>διώξει</term> ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ <term>τόξου</term> βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. ἡ
<milestone n="420c" unit="section" resp="Stephanus"/>γοῦν <q>οἴησις</q> τούτῳ συμφωνεῖ. <q>οἶσιν</q> γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ <q>βουλή</q> πως τὴν <term>βολήν</term>, καὶ τὸ <q>βούλεσθαι</q> τὸ ἐφίεσθαι σημαίνει καὶ <add>τὸ</add> <q>βουλεύεσθαι</q>· πάντα ταῦτα δόξῃ ἑπόμενʼ ἄττα φαίνεται τῆς <term>βολῆς</term> ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ <q>ἀβουλία</q> <term>ἀτυχία</term> δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τʼ ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="420d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τέλος γὰρ ἤδη θέω. <q>ἀνάγκην</q> δʼ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ <q>ἑκούσιον.</q> τὸ μὲν οὖν <q>ἑκούσιον,</q> τὸ <term>εἶκον</term> καὶ μὴ ἀντιτυποῦν ἀλλʼ, ὥσπερ λέγω, <term>εἶκον τῷ ἰόντι</term> δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ· τὸ δὲ <q>ἀναγκαῖον</q> καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ
<milestone n="420e" unit="section" resp="Stephanus"/><term>ἄγκη</term> πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη <q>ἀναγκαῖον,</q> τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν· ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>