<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:417-418</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:417-418</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="417"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά
<milestone n="417" unit="page" resp="Stephanus"/><milestone n="417a" unit="section" resp="Stephanus"/>τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν <q>συμφέρον</q> ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν· τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν <term>ἅμα φορὰν</term> τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα <q>συμφέροντά</q> τε καὶ <q>σύμφορα</q> κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε <q>κερδαλέον</q> ἀπὸ τοῦ
<milestone n="417b" unit="section" resp="Stephanus"/>κέρδους. <q>κέρδος</q> δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται· τὸ γὰρ ἀγαθὸν κατʼ ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ <term>κεράννυται</term> ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα· δέλτα <add>δʼ</add> ἐνθεὶς ἀντὶ τοῦ νῦ <q>κέρδος</q> ἐφθέγξατο.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label><q>Λυσιτελοῦν</q> δὲ τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν
<milestone n="417c" unit="section" resp="Stephanus"/>μοι δοκεῖ τὸ <q>λυσιτελοῦν,</q> ἀλλʼ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλʼ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν· τὸ γὰρ τῆς φορᾶς <term>λύον</term> τὸ <term>τέλος</term> <q>λυσιτελοῦν</q> καλέσαι. <q>ὠφέλιμον</q> δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ <q>ὀφέλλειν</q>· ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ <sic>ποιεῖν</sic> ἐπωνυμία.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="417d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποῖα ταῦτα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἀσύμφορον</q> καὶ <q>ἀνωφελὲς</q> καὶ <q>ἀλυσιτελὲς</q> καὶ <q>ἀκερδές.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ <q>βλαβερόν</q> γε καὶ <q>ζημιῶδες.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μέν γε <q>βλαβερὸν</q> τὸ
<milestone n="417e" unit="section" resp="Stephanus"/><term>βλάπτον τὸν ῥοῦν</term> εἶναι λέγει· τὸ δὲ <q>βλάπτον</q> αὖ σημαίνει <term>βουλόμενον ἅπτειν</term>· τὸ δὲ <q>ἅπτειν</q> καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ <term>βουλόμενον</term> οὖν <term>ἅπτειν ῥοῦν</term> ὀρθότατα μὲν ἂν εἴη <q>βουλαπτεροῦν,</q> καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται <q>βλαβερόν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ
<milestone n="418" unit="page" resp="Stephanus"/><milestone n="418a" unit="section" resp="Stephanus"/><q>βουλαπτεροῦν.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="418"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλʼ οἱ θέμενοι τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις· ἀλλὰ δὴ τὸ <q>ζημιῶδες</q> τί ἂν εἴη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἂν εἴη ποτὲ <q>ζημιῶδες</q>; θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία
<milestone n="418b" unit="section" resp="Stephanus"/>ποιεῖν σημαίνειν. οἷον καὶ ἐν τῷ <q>δέοντι</q>· ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ <q>δέον</q> καὶ τὸ <q>ζημιῶδες,</q> ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα
<milestone n="418c" unit="section" resp="Stephanus"/>αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον οἱ μὲν ἀρχαιότατοι <q>ἱμέραν</q> τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ <q>ἑμέραν,</q> οἱ δὲ νῦν <q>ἡμέραν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι γὰρ ἁσμένοις τοῖς
<milestone n="418d" unit="section" resp="Stephanus"/>ἀνθρώποις καὶ <term>ἱμείρουσιν</term> ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν <q>ἱμέραν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γε τετραγῳδημένον οὐδʼ ἂν κατανοήσαις ὅτι βούλεται ἡ <q>ἡμέρα.</q> καίτοι τινὲς οἴονται, ὡς δὴ ἡ ἡμέρα <term>ἥμερα</term> ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τό γε <q>ζυγὸν</q> οἶσθα ὅτι <q>δυογὸν</q> οἱ παλαιοὶ ἐκάλουν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μέν γε <q>ζυγὸν</q> οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν
<milestone n="418e" unit="section" resp="Stephanus"/><term>δυοῖν</term> ἕνεκα τῆς δέσεως ἐς τὴν <term>ἀγωγὴν</term> ἐπωνόμασται <q>δυογὸν</q> δικαίως· νῦν δὲ <q>ζυγόν.</q> καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ <q>δέον</q> οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν· ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>