<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:415-418</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:415-418</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="415"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες. ἀλλὰ μὴ
    <milestone n="415" unit="page" resp="Stephanus"/><milestone n="415a" unit="section" resp="Stephanus"/>λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ,<quote type="Verse"><q>μή μʼ ἀπογυιώσῃς μένεος.</q></quote><bibl n="Hom. Il. 6.265">ηομ. ιλ. 6.265</bibl>ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. <q>μηχανὴ</q> γάρ μοι δοκεῖ τοῦ <term>ἄνειν ἐπὶ πολὺ</term> σημεῖον εἶναι· τὸ γὰρ <q>μῆκός</q> πως τὸ <term>πολὺ</term> σημαίνει· ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, <q>μήκους</q> τε καὶ τοῦ <q>ἄνειν,</q> τὸ ὄνομα ἡ <q>μηχανή.</q> ἀλλʼ, ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· <q>ἀρετὴ</q> γὰρ καὶ <q>κακία</q> ὅτι βούλεται τὰ ὀνόματα
<milestone n="415b" unit="section" resp="Stephanus"/>ζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δʼ ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ <term>κακῶς ἰὸν</term> <q>κακία</q> ἂν εἴη· τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτʼ ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ <q>δειλίᾳ,</q> ὃ οὔπω διήλθομεν ἀλλʼ
<milestone n="415c" unit="section" resp="Stephanus"/>ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι· δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. ἡ δʼ οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν· τὸ γὰρ <q>λίαν</q> ἰσχύς τίς ἐστιν. <term>δεσμὸς</term> οὖν ὁ <term>λίαν</term> καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη· ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτʼ οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δʼ ἐπὶ τοιούτοις ἡ <q>κακία</q> ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ <q>ἀρετὴ</q> ἂν εἴη, σημαῖνον πρῶτον
<milestone n="415d" unit="section" resp="Stephanus"/>μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ <term>ἀσχέτως</term> καὶ τὸ <term>ἀκωλύτως ἀεὶ ῥέον</term> ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, <add>ὃ</add> ὀρθῶς μὲν ἔχει <q>ἀειρείτην</q> καλεῖν, <del>ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης,</del> συγκεκρότηται δὲ καὶ καλεῖται <q>ἀρετή.</q> καὶ ἴσως με αὖ φήσεις πλάττειν· ἐγὼ δέ φημι, εἴπερ ὃ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, ἡ <q>κακία,</q>
<milestone n="415e" unit="section" resp="Stephanus"/>καὶ τοῦτο τὸ ὄνομα τὴν <q>ἀρετὴν</q> ὀρθῶς ἔχειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="416"><p><said who="#Ἑρμογένης"><milestone n="416" unit="page" resp="Stephanus"/><milestone n="416a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> τὸ δὲ δὴ <q>κακόν,</q> διʼ οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποίαν ταύτην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλʼ εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ <q>καλὸν</q> καὶ <del>τὸ</del> <q>αἰσχρὸν</q> πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν τοίνυν <q>αἰσχρὸν</q> καὶ δὴ κατάδηλόν μοι
<milestone n="416b" unit="section" resp="Stephanus"/>φαίνεται ὃ νοεῖ· καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ <term>ἀεὶ ἴσχοντι τὸν ῥοῦν</term> τοῦτο τὸ ὄνομα ἔθετο <add>τὸ</add> <q>ἀεισχοροῦν</q>· νῦν δὲ συγκροτήσαντες <q>αἰσχρὸν</q> καλοῦσιν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ τὸ <q>καλόν</q>;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό· ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς λέγεις;
</said></p><p><said who="#Σωκράτης"><milestone n="416c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρʼ οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάντως που.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="416d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὕτως ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ καλοῦν ἄρα καλά;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δεῖ γέ τοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ <q>καλὸν</q> τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.
</said></p><p><said who="#Σωκράτης"><milestone n="416e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="417"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά
<milestone n="417" unit="page" resp="Stephanus"/><milestone n="417a" unit="section" resp="Stephanus"/>τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν <q>συμφέρον</q> ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν· τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν <term>ἅμα φορὰν</term> τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα <q>συμφέροντά</q> τε καὶ <q>σύμφορα</q> κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε <q>κερδαλέον</q> ἀπὸ τοῦ
<milestone n="417b" unit="section" resp="Stephanus"/>κέρδους. <q>κέρδος</q> δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται· τὸ γὰρ ἀγαθὸν κατʼ ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ <term>κεράννυται</term> ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα· δέλτα <add>δʼ</add> ἐνθεὶς ἀντὶ τοῦ νῦ <q>κέρδος</q> ἐφθέγξατο.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label><q>Λυσιτελοῦν</q> δὲ τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν
<milestone n="417c" unit="section" resp="Stephanus"/>μοι δοκεῖ τὸ <q>λυσιτελοῦν,</q> ἀλλʼ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλʼ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν· τὸ γὰρ τῆς φορᾶς <term>λύον</term> τὸ <term>τέλος</term> <q>λυσιτελοῦν</q> καλέσαι. <q>ὠφέλιμον</q> δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ <q>ὀφέλλειν</q>· ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ <sic>ποιεῖν</sic> ἐπωνυμία.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="417d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποῖα ταῦτα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἀσύμφορον</q> καὶ <q>ἀνωφελὲς</q> καὶ <q>ἀλυσιτελὲς</q> καὶ <q>ἀκερδές.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ <q>βλαβερόν</q> γε καὶ <q>ζημιῶδες.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μέν γε <q>βλαβερὸν</q> τὸ
<milestone n="417e" unit="section" resp="Stephanus"/><term>βλάπτον τὸν ῥοῦν</term> εἶναι λέγει· τὸ δὲ <q>βλάπτον</q> αὖ σημαίνει <term>βουλόμενον ἅπτειν</term>· τὸ δὲ <q>ἅπτειν</q> καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ <term>βουλόμενον</term> οὖν <term>ἅπτειν ῥοῦν</term> ὀρθότατα μὲν ἂν εἴη <q>βουλαπτεροῦν,</q> καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται <q>βλαβερόν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ
<milestone n="418" unit="page" resp="Stephanus"/><milestone n="418a" unit="section" resp="Stephanus"/><q>βουλαπτεροῦν.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="418"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλʼ οἱ θέμενοι τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις· ἀλλὰ δὴ τὸ <q>ζημιῶδες</q> τί ἂν εἴη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἂν εἴη ποτὲ <q>ζημιῶδες</q>; θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία
<milestone n="418b" unit="section" resp="Stephanus"/>ποιεῖν σημαίνειν. οἷον καὶ ἐν τῷ <q>δέοντι</q>· ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ <q>δέον</q> καὶ τὸ <q>ζημιῶδες,</q> ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα
<milestone n="418c" unit="section" resp="Stephanus"/>αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον οἱ μὲν ἀρχαιότατοι <q>ἱμέραν</q> τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ <q>ἑμέραν,</q> οἱ δὲ νῦν <q>ἡμέραν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι γὰρ ἁσμένοις τοῖς
<milestone n="418d" unit="section" resp="Stephanus"/>ἀνθρώποις καὶ <term>ἱμείρουσιν</term> ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν <q>ἱμέραν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γε τετραγῳδημένον οὐδʼ ἂν κατανοήσαις ὅτι βούλεται ἡ <q>ἡμέρα.</q> καίτοι τινὲς οἴονται, ὡς δὴ ἡ ἡμέρα <term>ἥμερα</term> ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τό γε <q>ζυγὸν</q> οἶσθα ὅτι <q>δυογὸν</q> οἱ παλαιοὶ ἐκάλουν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸ μέν γε <q>ζυγὸν</q> οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν
<milestone n="418e" unit="section" resp="Stephanus"/><term>δυοῖν</term> ἕνεκα τῆς δέσεως ἐς τὴν <term>ἀγωγὴν</term> ἐπωνόμασται <q>δυογὸν</q> δικαίως· νῦν δὲ <q>ζυγόν.</q> καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ <q>δέον</q> οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν· ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>