<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:411-412</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:411-412</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="411"><p><said who="#Ἑρμογένης"><milestone n="411" unit="page" resp="Stephanus"/><milestone n="411a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον <q>φρόνησίς</q> τε καὶ <q>σύνεσις</q> καὶ <q>δικαιοσύνη</q> καὶ τἆλλα τὰ τοιαῦτα πάντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων· ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλʼ ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ
<milestone n="411b" unit="section" resp="Stephanus"/>καλὰ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως
<milestone n="411c" unit="section" resp="Stephanus"/>φέρεσθαι. αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δὴ τοῦτο, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ πάνυ ἐνεθυμήθην.
</said></p><p><said who="#Σωκράτης"><milestone n="411d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ <q>φρόνησις</q>· <term>φορᾶς</term> γάρ ἐστι καὶ <term>ῥοῦ νόησις</term>. εἴη δʼ ἂν καὶ <term>ὄνησιν</term> ὑπολαβεῖν <term>φορᾶς</term>· ἀλλʼ οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ <q>γνώμη</q> παντάπασιν δηλοῖ <term>γονῆς</term> σκέψιν καὶ <term>νώμησιν</term>· τὸ γὰρ <q>νωμᾶν</q> καὶ τὸ <q>σκοπεῖν</q> ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ <q>νόησις</q> τοῦ <term>νέου</term> ἐστὶν <term>ἕσις</term>, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει
<milestone n="411e" unit="section" resp="Stephanus"/>γιγνόμενα ἀεὶ εἶναι· τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν <q>νεόεσιν.</q> οὐ γὰρ <q>νόησις</q> τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλʼ ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, <q>νοέεσιν.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="412"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><q>σωφροσύνη</q> δὲ <term>σωτηρία</term> οὗ νυνδὴ ἐσκέμμεθα,
<milestone n="412" unit="page" resp="Stephanus"/><milestone n="412a" unit="section" resp="Stephanus"/><term>φρονήσεως</term>. καὶ μὴν ἥ γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν <term>ἑπομένης</term> τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης· διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ <q>ἑπεϊστήμην</q> αὐτὴν ὀνομάζειν. <q>σύνεσις</q> δʼ αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον· συμπορεύεσθαι γὰρ λέγει
<milestone n="412b" unit="section" resp="Stephanus"/>τὴν ψυχὴν τοῖς πράγμασι τὸ <q>συνιέναι.</q> ἀλλὰ μὴν ἥ γε <q>σοφία</q> φορᾶς ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον· ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι <q>ἐσύθη</q> φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν <q>Σοῦς</q>· τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς <term>ἐπαφὴν</term> σημαίνει ἡ σοφία, ὡς φερομένων τῶν ὄντων.
<milestone n="412c" unit="section" resp="Stephanus"/>καὶ μὴν τό γε <q>ἀγαθόν,</q> τοῦτο τῆς φύσεως πάσης τῷ <term>ἀγαστῷ</term> βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρʼ αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ <term>θοοῦ</term> δὴ τῷ <term>ἀγαστῷ</term> αὕτη ἡ ἐπωνυμία ἐστίν, <q>τἀγαθόν.</q><milestone ed="P" unit="para"/><q>δικαιοσύνη</q> δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ <term>δικαίου συνέσει</term> τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν· αὐτὸ δὲ τὸ <q>δίκαιον</q> χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι
<milestone n="412d" unit="section" resp="Stephanus"/>παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, διʼ οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι· εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δʼ οὖν ἐπιτροπεύει τὰ
<milestone n="412e" unit="section" resp="Stephanus"/>ἄλλα πάντα <term>διαϊόν</term>, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς <q>δίκαιον,</q> εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>