<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:407-408</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:407-408</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="407"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>Παλλάδα</q> μὲν τοίνυν ταύτῃ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ ὀρθῶς γε. ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τῆς Ἀθηνᾶς;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο ἐμβριθέστερον, ὦ φίλε. ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ οἱ νῦν περὶ Ὅμηρον
<milestone n="407b" unit="section" resp="Stephanus"/>δεινοί. καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦν τε καὶ διάνοιαν πεποιηκέναι, καὶ ὁ τὰ ὀνόματα ποιῶν ἔοικε τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει ὅτι <q>ἁ θεονόα</q> ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ τὸ σῖγμα ἀφελών. ἴσως δὲ οὐδὲ ταύτῃ, ἀλλʼ ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν ἄλλων <q>Θεονόην</q> ἐκάλεσεν. οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν θεὸν ταύτην <q>Ἠθονόην</q> μὲν
<milestone n="407c" unit="section" resp="Stephanus"/>βούλεσθαι προσειπεῖν· παραγαγὼν δὲ ἢ αὐτὸς ἤ τινες ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο, <q>Ἀθηνάαν</q> ἐκάλεσαν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ τὸν γενναῖον τὸν <q>φάεος ἵστορα</q> ἐρωτᾷς;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὗτος μὲν παντὶ δῆλος <q>Φαῖστος</q> ὤν, τὸ ἦτα προσελκυσάμενος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> κινδυνεύει, ἐὰν μή πῄ σοι, ὡς ἔοικεν, ἔτι ἄλλῃ δόξῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἵνα μὴ δόξῃ, τὸν Ἄρη ἐρώτα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἐρωτῶ.
</said></p><p><said who="#Σωκράτης"><milestone n="407d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> οὐκοῦν, εἰ μὲν βούλει, κατὰ τὸ <term>ἄρρεν</term> τε καὶ κατὰ τὸ ἀνδρεῖον <q>Ἄρης</q> ἂν εἴη· εἰ δʼ αὖ κατὰ τὸ σκληρόν τε καὶ ἀμετάστροφον, ὃ δὴ <q>ἄρρατον</q> καλεῖται, καὶ ταύτῃ ἂν πανταχῇ πολεμικῷ θεῷ πρέποι <q>Ἄρη</q> καλεῖσθαι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκ μὲν οὖν τῶν θεῶν πρὸς θεῶν ἀπαλλαγῶμεν, ὡς ἐγὼ δέδοικα περὶ αὐτῶν διαλέγεσθαι· περὶ δὲ ἄλλων <add>ὧν</add> τινων βούλει προβαλλέ μοι, <q>ὄφρα ἴδηαι οἷοι</q> Εὐθύφρονος <q>ἵπποι.</q>
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="407e" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἀλλὰ ποιήσω ταῦτα, ἔτι γε ἓν ἐρόμενός σε περὶ Ἑρμοῦ, ἐπειδή με καὶ οὔ φησιν Κρατύλος Ἑρμογένη εἶναι. πειρώμεθα οὖν τὸν <q>Ἑρμῆν</q> σκέψασθαι τί καὶ νοεῖ τὸ ὄνομα, ἵνα καὶ εἰδῶμεν εἰ τὶ ὅδε λέγει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="408"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι ὁ <q>Ἑρμῆς,</q> καὶ τὸ <term>ἑρμηνέα</term> εἶναι καὶ τὸ ἄγγελον καὶ τὸ
<milestone n="408" unit="page" resp="Stephanus"/><milestone n="408a" unit="section" resp="Stephanus"/>κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη ἡ πραγματεία· ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸ <q>εἴρειν</q> λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, <q>ἐμήσατό</q> φησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον μησάμενον—τὸ δὲ λέγειν δή ἐστιν <term>εἴρειν</term>—τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει
<milestone n="408b" unit="section" resp="Stephanus"/>ἡμῖν ὁ νομοθέτης· <q>ὦ ἄνθρωποι, ὃς τὸ <term>εἴρειν ἐμήσατο</term>, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν <term>εἰρέμης</term></q>· νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα <q>Ἑρμῆν</q> καλοῦμεν. <del>καὶ ἥ γε Ἶρις ἀπὸ τοῦ <term>εἴρειν</term> ἔοικεν κεκλημένη, ὅτι ἄγγελος ἦν.</del></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη· οὔκουν εὐμήχανός γέ εἰμι λόγου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ὦ ἑταῖρε.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="408c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα ὅτι ὁ λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής τε καὶ ψευδής.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν· ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ἄρʼ <add>ἂν</add> ὁ <term>πᾶν</term> μηνύων καὶ <term>ἀεὶ πολῶν</term>
<milestone n="408d" unit="section" resp="Stephanus"/><q>Πὰν αἰπόλος</q> εἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος ἢ λόγου ἀδελφὸς ὁ Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν· ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν. ἀλλʼ ὅπερ ἐγὼ ἔλεγον, ὦ μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τῶν γε τοιούτων, ὦ Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς
<milestone n="408e" unit="section" resp="Stephanus"/>καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μὴν χαριῇ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὴ οὖν πρῶτον βούλει; ἢ ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>