<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:405-406</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:405-406</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="405"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται· οὐ γὰρ
<milestone n="405" unit="page" resp="Stephanus"/><milestone n="405a" unit="section" resp="Stephanus"/>ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν τρόπον τινὰ μουσικήν τε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> λέγε δή· ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς
<milestone n="405b" unit="section" resp="Stephanus"/>φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν· ἢ οὔ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις,
<milestone n="405c" unit="section" resp="Stephanus"/>ὡς ἰατρὸς ὢν τῶν τοιούτων, <q>Ἀπολούων</q> ἂν ὀρθῶς καλοῖτο· κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν— ταὐτὸν γάρ ἐστιν—ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατʼ ἂν καλοῖτο· <q>Ἄπλουν</q> γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν. διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ <q>Ἀειβάλλων</q> ἐστίν. κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν <del>ὥσπερ τὸν ἀκόλουθόν τε καὶ τὴν ἄκοιτιν</del> ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ <term>ὁμοῦ</term>, καὶ ἐνταῦθα τὴν <term>ὁμοῦ πόλησιν</term> καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ <q>πόλους</q> καλοῦσιν, καὶ <del>τὴν</del> περὶ
<milestone n="405d" unit="section" resp="Stephanus"/>τὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ <term>πολεῖ ἅμα</term> πάντα· ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ <term>ὁμοπολῶν</term> αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατʼ ἀνθρώπους· ὥσπερ οὖν τὸν <term>ὁμο</term>κέλευθον καὶ <term>ὁμό</term>κοιτιν <q>ἀκόλουθον</q> καὶ <q>ἄκοιτιν</q> ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ <q><term>ὁμο—</term></q> <q><term>ἀ—</term>,</q> οὕτω καὶ <q>Ἀπόλλωνα</q> ἐκαλέσαμεν
<milestone n="405e" unit="section" resp="Stephanus"/>ὃς ἦν <q>ὁμοπολῶν,</q> ἕτερον λάβδα ἐμβαλόντες, ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="406"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα· τὸ
<milestone n="406" unit="page" resp="Stephanus"/><milestone n="406a" unit="section" resp="Stephanus"/>δὲ <del>πολύ</del>, ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων, <term>ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος</term>. τὰς δὲ <q>Μούσας</q> τε καὶ ὅλως τὴν μουσικὴν ἀπὸ τοῦ <term>μῶσθαι</term>, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώς τε καὶ φιλοσοφίας τὸ ὄνομα τοῦτο ἐπωνόμασεν. Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ <term>ἐθελήμονα</term> εἶναι ὧν ἄν τις δέηται. ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν— πολλοὶ γὰρ <q>Ληθὼ</q> καλοῦσιν—ἔοικεν οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ <term>ἤθους</term> ἀλλʼ ἥμερόν τε καὶ <term>λεῖον</term> <q>Ληθὼ</q>
<milestone n="406b" unit="section" resp="Stephanus"/>κεκλῆσθαι ὑπὸ τῶν τοῦτο καλούντων. <q>Ἄρτεμις</q> δὲ <add>διὰ</add> τὸ <term>ἀρτεμὲς</term> φαίνεται καὶ τὸ κόσμιον, διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν· ἴσως δὲ <term>ἀρετῆς ἵστορα</term> τὴν θεὸν ἐκάλεσεν ὁ καλέσας, τάχα δʼ ἂν καὶ ὡς τὸν <term>ἄροτον μισησάσης</term> τὸν ἀνδρὸς ἐν γυναικί· ἢ διὰ τούτων τι ἢ διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο ὁ τιθέμενος ἔθετο τῇ θεῷ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ ὁ <q>Διόνυσός</q> τε καὶ ἡ <q>ἀφροδίτη</q>;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος τῶν ὀνομάτων τούτοις
<milestone n="406c" unit="section" resp="Stephanus"/>τοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν· φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί. ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ <term>διδοὺς</term> τὸν <term>οἶνον</term> <q>Διδοίνυσος</q> ἐν παιδιᾷ καλούμενος, οἶνος δʼ, ὅτι <term>οἴεσθαι νοῦν</term> ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, <q>οἰόνους</q> δικαιότατʼ ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ
<milestone n="406d" unit="section" resp="Stephanus"/>συγχωρεῖν ὅτι διὰ τὴν <add>ἐκ</add> τοῦ <term>ἀφροῦ</term> γένεσιν <q>ἀφροδίτη</q> ἐκλήθη.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλὰ μὴν οὐδʼ Ἀθηνᾶς Ἀθηναῖός γʼ ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδʼ Ἡφαίστου τε καὶ Ἄρεως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ εἰκός γε.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν διʼ ὃ κεῖται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>Παλλάδα</q> που αὐτὴν καλοῦμεν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως
<milestone n="406e" unit="section" resp="Stephanus"/>ἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα· τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς ἢ ἐν ταῖς
<milestone n="407" unit="page" resp="Stephanus"/><milestone n="407a" unit="section" resp="Stephanus"/>χερσὶν <q>πάλλειν</q> τε καὶ <q>πάλλεσθαι</q> καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>