<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:403-404</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:403-404</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="403"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τάχα δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλʼ ἀντὶ τοῦ σῖγμα
<milestone n="403" unit="page" resp="Stephanus"/><milestone n="403a" unit="section" resp="Stephanus"/>δύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς <term>πολλὰ εἰδότος</term> τοῦ θεοῦ. ἴσως δὲ ἀπὸ τοῦ σείειν <q>ὁ σείων</q> ὠνόμασται· πρόσκειται δὲ τὸ πεῖ καὶ τὸ δέλτα. τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ <term>πλούτου</term> δόσιν, ὅτι ἐκ τῆς γῆς κάτωθεν ἀνίεται ὁ πλοῦτος, ἐπωνομάσθη· ὁ δὲ <q>Ἅιδης,</q> οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ <term>ἀιδὲς</term> προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ ὄνομα <q>Πλούτωνα</q> καλοῦσιν αὐτόν.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="403b" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> σοὶ δὲ πῶς φαίνεται, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον <add>ὄν</add>. ὅτι τε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ἡ ψυχὴ γυμνὴ τοῦ σώματος παρʼ ἐκεῖνον ἀπέρχεται, καὶ τοῦτο πεφόβηνται· τὰ δʼ ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἡ ἀρχὴ τοῦ θεοῦ καὶ τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;
</said></p><p><said who="#Σωκράτης"><milestone n="403c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ ἅ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δῆλα δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="403d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν τις μείζων ἐπιθυμία ἢ ὅταν τίς τῳ συνὼν οἴηται διʼ ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> μὰ Δίʼ οὐδʼ ὁπωστιοῦν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ ταῦτα ἄρα φῶμεν, ὦ Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐδὲ αὐτὰς τὰς Σειρῆνας,
<milestone n="403e" unit="section" resp="Stephanus"/>ἀλλὰ κατακεκηλῆσθαι ἐκείνας τε καὶ τοὺς ἄλλους πάντας· οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν ὁ Ἅιδης, καὶ ἔστιν, ὥς γʼ ἐκ τοῦ λόγου τούτου, ὁ θεὸς <del>οὗτος</del> τέλεος σοφιστής τε καὶ μέγας εὐεργέτης τῶν παρʼ αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν· οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ ἐστιν, καὶ τὸν <q>Πλούτωνα</q> ἀπὸ τούτου ἔσχε τὸ ὄνομα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="404"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι,
<milestone n="404" unit="page" resp="Stephanus"/><milestone n="404a" unit="section" resp="Stephanus"/>ἐπειδὰν ἡ ψυχὴ καθαρὰ ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδʼ ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> κινδυνεύεις τὶ λέγειν, ὦ Σώκρατες.
</said></p><p><said who="#Σωκράτης"><milestone n="404b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ τό γε ὄνομα ὁ <q>Ἅιδης,</q> ὦ Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ <term>ἀιδοῦς</term> ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ <term>εἰδέναι</term>, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου <q>Ἅιδης</q> ἐκλήθη.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἶεν· τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς ἄλλους θεούς, πῶς λέγομεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς <term>διδοῦσα</term> ὡς <term>μήτηρ</term> <q>Δημήτηρ</q> κεκλῆσθαι, Ἥρα δὲ <term>ἐρατή</term>
<milestone n="404c" unit="section" resp="Stephanus"/>τις, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως δὲ μετεωρολογῶν ὁ νομοθέτης τὸν <term>ἀέρα</term> <q>Ἥραν</q> ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν· γνοίης δʼ ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. <q>Φερρέφαττα</q> δέ· πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸν <q>Ἀπόλλω,</q> ὑπὸ ἀπειρίας, ὡς ἔοικεν, ὀνομάτων ὀρθότητος. καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴν <q>Φερσεφόνην,</q> καὶ δεινὸν αὐτοῖς φαίνεται· τὸ δὲ μηνύει
<milestone n="404d" unit="section" resp="Stephanus"/>σοφὴν εἶναι τὴν θεόν. ἅτε γὰρ φερομένων τῶν πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη. <q>Φερέπαφα</q> οὖν διὰ τὴν σοφίαν καὶ τὴν <term>ἐπαφὴν</term> τοῦ <term>φερομένου</term> ἡ θεὸς ἂν ὀρθῶς καλοῖτο, ἢ τοιοῦτόν τι—διʼ ὅπερ καὶ σύνεστιν αὐτῇ ὁ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίν—νῦν δὲ αὐτῆς ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστε <q>Φερρέφατταν</q> αὐτὴν καλεῖν. ταὐτὸν δὲ καὶ περὶ τὸν
<milestone n="404e" unit="section" resp="Stephanus"/>Ἀπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος· ἢ οὐκ ᾔσθησαι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δέ γʼ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>