<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:97-98</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:97-98</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="97"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>πόρρω που, ἔφη, νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName> ἐμὲ εἶναι τοῦ οἴεσθαι περὶ τούτων του τὴν αἰτίαν
                            εἰδέναι, ὅς γε οὐκ ἀποδέχομαι ἐμαυτοῦ οὐδὲ ὡς ἐπειδὰν ἑνί τις προσθῇ ἕν,
                            ἢ τὸ ἓν ᾧ προσετέθη δύο γέγονεν, <add>ἢ τὸ προστεθέν</add>, ἢ τὸ
                            προστεθὲν καὶ ᾧ προσετέθη <milestone unit="page" resp="Stephanus" n="97"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97a"/>
                    
                        
                        διὰ τὴν πρόσθεσιν τοῦ ἑτέρου τῷ ἑτέρῳ δύο ἐγένετο·  θαυμάζω γὰρ εἰ ὅτε μὲν
                            ἑκάτερον αὐτῶν χωρὶς ἀλλήλων ἦν, ἓν ἄρα ἑκάτερον ἦν καὶ οὐκ ἤστην τότε
                            δύο, ἐπεὶ δ’ ἐπλησίασαν ἀλλήλοις, αὕτη ἄρα αἰτία αὐτοῖς ἐγένετο τοῦ δύο
                            γενέσθαι, ἡ σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι. οὐδέ γε ὡς ἐάν τις ἓν
                            διασχίσῃ, δύναμαι ἔτι πείθεσθαι ὡς αὕτη αὖ αἰτία γέγονεν, ἡ σχίσις, τοῦ
                            δύο γεγονέναι·  ἐναντία γὰρ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97b"/>
                    
                        
                        γίγνεται ἢ τότε αἰτία τοῦ δύο γίγνεσθαι. τότε μὲν γὰρ ὅτι συνήγετο
                            πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ’ ὅτι ἀπάγεται καὶ
                            χωρίζεται ἕτερον ἀφ’ ἑτέρου. οὐδέ γε δι’  ὅτι ἓν γίγνεται ὡς ἐπίσταμαι,
                            ἔτι πείθω ἐμαυτόν, οὐδ’ ἄλλο οὐδὲν ἑνὶ λόγῳ δι’  ὅτι γίγνεται ἢ ἀπόλλυται
                            ἢ ἔστι, κατὰ τοῦτον τὸν τρόπον τῆς μεθόδου, ἀλλά τιν’ ἄλλον τρόπον αὐτὸς
                            εἰκῇ φύρω, τοῦτον δὲ οὐδαμῇ προσίεμαι. <milestone ed="P" unit="para"/>ἀλλ’ ἀκούσας μέν ποτε ἐκ βιβλίου τινός, ὡς ἔφη, <persName key="0006619:*)anacago/ras:person:masc:gen">Ἀναξαγόρου</persName>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97c"/>
                    
                        
                        ἀναγιγνώσκοντος, καὶ λέγοντος ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων
                            αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ
                            τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦθ’ οὕτως ἔχει, τόν γε
                            νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ταύτῃ ὅπῃ ἂν βέλτιστα
                            ἔχῃ·  εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου ὅπῃ γίγνεται ἢ
                            ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστον αὐτῷ ἐστιν
                            ἢ εἶναι ἢ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97d"/>
                    
                        
                        ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν·  ἐκ δὲ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο
                            σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ ἐκείνου καὶ περὶ τῶν ἄλλων ἀλλ᾽
                            ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον. ἀναγκαῖον δὲ εἶναι τὸν αὐτὸν τοῦτον καὶ
                            τὸ χεῖρον εἰδέναι·  τὴν αὐτὴν γὰρ εἶναι ἐπιστήμην περὶ αὐτῶν. ταῦτα δὴ
                            λογιζόμενος ἅσμενος ηὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων
                            κατὰ νοῦν ἐμαυτῷ, τὸν <persName key="0006619:*)anacago/ras:person:masc:acc">Ἀναξαγόραν</persName>,
                            καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="97e"/>
                    
                        
                        στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν
                            ἀνάγκην, λέγοντα τὸ ἄμεινον καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι·  καὶ
                            εἰ ἐν μέσῳ φαίη εἶναι αὐτήν, ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ
                            εἶναι·  καὶ εἴ μοι <milestone unit="page" resp="Stephanus" n="98"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98a"/>
                    
                        
                        ταῦτα ἀποφαίνοι, παρεσκευάσμην ὡς οὐκέτι ποθεσόμενος αἰτίας ἄλλο εἶδος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="98"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                            καὶ δὴ καὶ περὶ ἡλίου οὕτω παρεσκευάσμην ὡσαύτως πευσόμενος, καὶ σελήνης
                            καὶ τῶν ἄλλων ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν
                            ἄλλων παθημάτων, πῇ ποτε ταῦτ’ ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ
                            πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν ποτε αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ
                            κεκοσμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ
                            οὕτως ἔχειν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98b"/>
                    
                        
                        ἐστὶν ὥσπερ ἔχει·  ἑκάστῳ οὖν αὐτῶν ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι
                            τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπεκδιηγήσεσθαι ἀγαθόν·  καὶ
                            οὐκ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους
                            ὡς τάχιστα οἷός τ’ ἦ ἀνεγίγνωσκον, ἵν’ ὡς τάχιστα εἰδείην τὸ βέλτιστον
                            καὶ τὸ χεῖρον. <milestone ed="P" unit="para"/>ἀπὸ δὴ θαυμαστῆς ἐλπίδος,
                            ὦ ἑταῖρε, ᾠχόμην φερόμενος, ἐπειδὴ προϊὼν καὶ ἀναγιγνώσκων ὁρῶ ἄνδρα τῷ
                            μὲν νῷ οὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98c"/>
                    
                        
                        διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιώμενον καὶ
                            ἄλλα πολλὰ καὶ ἄτοπα. καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι ὥσπερ ἂν εἴ
                            τις λέγων ὅτι <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> πάντα ὅσα πράττει νῷ πράττει, κἄπειτα
                            ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι
                            διὰ ταῦτα νῦν ἐνθάδε κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἐξ ὀστῶν καὶ
                            νεύρων, καὶ τὰ μὲν ὀστᾶ ἐστιν στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ’ ἀλλήλων,
                            τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="98d"/>
                    
                        
                        καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν καὶ δέρματος ὃ
                            συνέχει αὐτά·  αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν συμβολαῖς χαλῶντα
                            καὶ συντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἷόν τ’ εἶναι ἐμὲ νῦν τὰ
                            μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι·  καὶ αὖ περὶ
                            τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας τοιαύτας αἰτίας λέγοι, φωνάς τε καὶ ἀέρας
                            καὶ ἀκοὰς καὶ ἄλλα μυρία <milestone unit="section" resp="Stephanus" n="98e"/>τοιαῦτα
                            αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι, ἐπειδὴ <name type="ethnic" key="0360214:*)aqhnai=os:ethnic:masc/neut:dat 0017075:*)aqh/naios:group:masc:dat 0000001:*)aqh/naion:noclass:neut:dat 0000001:*)aqh/naia:noclass:neut:dat">Ἀθηναίοις</name> ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα
                            δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον
                            παραμένοντα ὑπέχειν τὴν δίκην ἣν ἂν κελεύσωσιν·  ἐπεὶ νὴ τὸν κύνα, ὡς
                            ἐγᾦμαι, πάλαι ἂν <milestone unit="page" resp="Stephanus" n="99"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="99a"/>
                    
                        
                        ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ <placeName key="0042237:*me/gara:place:neut:nom/voc/acc">Μέγαρα</placeName> ἢ
                                <name type="ethnic" key="0047884:*boiwto/s:ethnic:masc:acc 0000470:*boiwto/s:group:masc:acc">Βοιωτοὺς</name> ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ
                            δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν
                            ὑπέχειν τῇ πόλει δίκην ἥντιν’ ἂν τάττῃ.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>