<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:95-96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:95-96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="95"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ
                            καλῶς ἔχει ψυχὴν <milestone unit="page" resp="Stephanus" n="95"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="95a"/>
                    
                        
                        ἁρμονίαν τινὰ φάναι εἶναι·  οὔτε γὰρ ἄν, ὡς ἔοικεν, <persName key="0095973:*(/omhros:person:masc:dat">Ὁμήρῳ</persName> θείῳ ποιητῇ
                            ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. <milestone ed="P" unit="para"/>ἔχει
                            οὕτως, ἔφη. <milestone ed="P" unit="para"/>εἶεν δή, ἦ δ’ ὃς ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, τὰ μὲν <persName key="0003054:*(armoni/a:person:fem:gen 0003054:*(armoni/a:group:fem:acc">Ἁρμονίας</persName> ἡμῖν τῆς <name type="ethnic" key="0070803:*qhbai=os:ethnic:fem:gen 0000001:*qhbaiko/s:noclass:fem:gen">Θηβαϊκῆς</name> ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονεν·  τί δὲ δὴ τὰ
                                <persName key="0011840:*ka/dmos:person:masc:gen 0000768:*ka/dmos:place:masc:gen">Κάδμου</persName>, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, πῶς
                            ἱλασόμεθα καὶ τίνι λόγῳ; <milestone ed="P" unit="para"/>σύ μοι δοκεῖς,
                            ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            ἐξευρήσειν·  τουτονὶ γοῦν τὸν λόγον τὸν πρὸς τὴν ἁρμονίαν θαυμαστῶς μοι
                            εἶπες ὡς παρὰ δόξαν. <persName key="0003865:*simmi/as:person:masc:gen">Σιμμίου</persName> γὰρ λέγοντος ὅτε ἠπόρει, πάνυ ἐθαύμαζον
                                <milestone unit="section" resp="Stephanus" n="95b"/>εἴ τι ἕξει τις χρήσασθαι τῷ λόγῳ
                            αὐτοῦ·  πάνυ οὖν μοι ἀτόπως ἔδοξεν εὐθὺς τὴν πρώτην ἔφοδον οὐ δέξασθαι
                            τοῦ σοῦ λόγου. ταὐτὰ δὴ οὐκ ἂν θαυμάσαιμι καὶ τὸν τοῦ <persName key="0011840:*ka/dmos:person:masc:gen 0000768:*ka/dmos:place:masc:gen">Κάδμου</persName> λόγον εἰ πάθοι. <milestone ed="P" unit="para"/>ὠγαθέ, ἔφη ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, μὴ μέγα λέγε, μή τις ἡμῖν βασκανία περιτρέψῃ
                            τὸν λόγον τὸν μέλλοντα ἔσεσθαι. ἀλλὰ δὴ ταῦτα μὲν τῷ θεῷ μελήσει, ἡμεῖς
                            δὲ <persName key="0001000:*(omhriko/s:person:nn:gen 0001000:*(omhriko/s:group:nn:gen">Ὁμηρικῶς</persName> ἐγγὺς ἰόντες πειρώμεθα εἰ ἄρα τι λέγεις. ἔστι
                            δὲ δὴ τὸ κεφάλαιον ὧν ζητεῖς·  ἀξιοῖς ἐπιδειχθῆναι ἡμῶν τὴν ψυχὴν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="95c"/>
                    
                        
                        ἀνώλεθρόν τε καὶ ἀθάνατον οὖσαν, εἰ φιλόσοφος ἀνὴρ μέλλων ἀποθανεῖσθαι,
                            θαρρῶν τε καὶ ἡγούμενος ἀποθανὼν ἐκεῖ εὖ πράξειν διαφερόντως ἢ εἰ ἐν
                            ἄλλῳ βίῳ βιοὺς ἐτελεύτα, μὴ ἀνόητόν τε καὶ ἠλίθιον θάρρος θαρρήσει. τὸ
                            δὲ ἀποφαίνειν ὅτι ἰσχυρόν τί ἐστιν ἡ ψυχὴ καὶ θεοειδὲς καὶ ἦν ἔτι
                            πρότερον, πρὶν ἡμᾶς ἀνθρώπους γενέσθαι, οὐδὲν κωλύειν φῂς πάντα ταῦτα
                            μηνύειν ἀθανασίαν μὲν μή, ὅτι δὲ πολυχρόνιόν τέ ἐστιν ψυχὴ καὶ ἦν που
                            πρότερον ἀμήχανον ὅσον χρόνον καὶ ᾔδει τε καὶ ἔπραττεν πολλὰ ἄττα·  ἀλλὰ
                            γὰρ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="95d"/>
                    
                        
                        οὐδέν τι μᾶλλον ἦν ἀθάνατον, ἀλλὰ καὶ αὐτὸ τὸ εἰς ἀνθρώπου σῶμα ἐλθεῖν
                            ἀρχὴ ἦν αὐτῇ ὀλέθρου, ὥσπερ νόσος·  καὶ ταλαιπωρουμένη τε δὴ τοῦτον τὸν
                            βίον ζῴη καὶ τελευτῶσά γε ἐν τῷ καλουμένῳ θανάτῳ ἀπολλύοιτο. διαφέρειν
                            δὲ δὴ φῂς οὐδὲν εἴτε ἅπαξ εἰς σῶμα ἔρχεται εἴτε πολλάκις, πρός γε τὸ
                            ἕκαστον ἡμῶν φοβεῖσθαι·  προσήκει γὰρ φοβεῖσθαι, εἰ μὴ ἀνόητος εἴη, τῷ μὴ
                            εἰδότι μηδὲ ἔχοντι λόγον διδόναι <milestone unit="section" resp="Stephanus" n="95e"/>ὡς
                            ἀθάνατόν ἐστι. τοιαῦτ’ ἄττα ἐστίν, οἶμαι, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἃ λέγεις· 
                            καὶ ἐξεπίτηδες πολλάκις ἀναλαμβάνω, ἵνα μή τι διαφύγῃ ἡμᾶς, εἴ τέ τι
                            βούλει, προσθῇς ἢ ἀφέλῃς. <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἀλλ’ οὐδὲν
                            ἔγωγε ἐν τῷ παρόντι, ἔφη, οὔτε ἀφελεῖν οὔτε προσθεῖναι δέομαι·  ἔστι δὲ
                            ταῦτα ἃ λέγω. <milestone ed="P" unit="para"/>ὁ οὖν <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς ἑαυτόν τι
                            σκεψάμενος, οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ζητεῖς·  ὅλως
                            γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="96"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="96"/><milestone unit="section" resp="Stephanus" n="96a"/>
                     ἐγὼ οὖν σοι δίειμι περὶ αὐτῶν, ἐὰν βούλῃ, τά γε ἐμὰ πάθη·  ἔπειτα ἄν τί
                            σοι χρήσιμον φαίνηται ὧν ἂν λέγω, πρὸς τὴν πειθὼ περὶ ὧν δὴ λέγεις
                            χρήσῃ. <milestone ed="P" unit="para"/>ἀλλὰ μήν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, βούλομαί γε.
                                <milestone ed="P" unit="para"/>ἄκουε τοίνυν ὡς ἐροῦντος. ἐγὼ γάρ,
                            ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας ἣν δὴ καλοῦσι περὶ
                            φύσεως ἱστορίαν·  ὑπερήφανος γάρ μοι ἐδόκει εἶναι, εἰδέναι τὰς αἰτίας
                            ἑκάστου, διὰ τί γίγνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι.
                            καὶ πολλάκις
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96b"/>
                    
                        
                        ἐμαυτὸν ἄνω κάτω μετέβαλλον σκοπῶν πρῶτον τὰ τοιάδε·  ἆρ’ ἐπειδὰν τὸ
                            θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῷα
                            συντρέφεται; καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ; ἢ
                            τούτων μὲν οὐδέν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ
                            ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα,
                            ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι
                            ἐπιστήμην; καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96c"/>
                    
                        
                        τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν
                            ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα. τεκμήριον δέ σοι ἐρῶ ἱκανόν·  ἐγὼ γὰρ ἃ καὶ
                            πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπὸ
                            ταύτης τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην, ὥστε ἀπέμαθον καὶ ταῦτα ἃ πρὸ
                            τοῦ ᾤμην εἰδέναι, περὶ ἄλλων τε πολλῶν καὶ διὰ τί ἄνθρωπος αὐξάνεται.
                            τοῦτο γὰρ ᾤμην πρὸ τοῦ παντὶ δῆλον εἶναι, ὅτι διὰ τὸ ἐσθίειν καὶ πίνειν· 
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96d"/>
                    
                        
                        ἐπειδὰν γὰρ ἐκ τῶν σιτίων ταῖς μὲν σαρξὶ σάρκες προσγένωνται, τοῖς δὲ
                            ὀστοῖς ὀστᾶ, καὶ οὕτω κατὰ τὸν αὐτὸν λόγον καὶ τοῖς ἄλλοις τὰ αὐτῶν
                            οἰκεῖα ἑκάστοις προσγένηται, τότε δὴ τὸν ὀλίγον ὄγκον ὄντα ὕστερον πολὺν
                            γεγονέναι, καὶ οὕτω γίγνεσθαι τὸν σμικρὸν ἄνθρωπον μέγαν. οὕτως τότε
                            ᾤμην·  οὐ δοκῶ σοι μετρίως; <milestone ed="P" unit="para"/>ἔμοιγε, ἔφη ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                                <milestone ed="P" unit="para"/>σκέψαι δὴ καὶ τάδε ἔτι. ᾤμην γὰρ
                            ἱκανῶς μοι δοκεῖν, ὁπότε τις φαίνοιτο ἄνθρωπος παραστὰς μέγας σμικρῷ
                            μείζων 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="96e"/>
                    
                        
                        εἶναι αὐτῇ τῇ κεφαλῇ, καὶ ἵππος ἵππου·  καὶ ἔτι γε τούτων ἐναργέστερα, τὰ
                            δέκα μοι ἐδόκει τῶν ὀκτὼ πλέονα εἶναι διὰ τὸ δύο αὐτοῖς προσεῖναι, καὶ
                            τὸ δίπηχυ τοῦ πηχυαίου μεῖζον εἶναι διὰ τὸ ἡμίσει αὐτοῦ ὑπερέχειν.
                                <milestone ed="P" unit="para"/>νῦν δὲ δή, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, τί σοι δοκεῖ
                            περὶ αὐτῶν;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>