<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:91-92</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:91-92</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="91"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> καὶ
                            γὰρ ἐκεῖνοι ὅταν περί του ἀμφισβητῶσιν, ὅπῃ μὲν ἔχει περὶ ὧν ἂν ὁ λόγος
                            ᾖ οὐ φροντίζουσιν, ὅπως δὲ ἃ αὐτοὶ ἔθεντο ταῦτα δόξει τοῖς παροῦσιν,
                            τοῦτο προθυμοῦνται. καὶ ἐγώ μοι δοκῶ ἐν τῷ παρόντι τοσοῦτον μόνον
                            ἐκείνων διοίσειν·  οὐ γὰρ ὅπως τοῖς παροῦσιν ἃ ἐγὼ λέγω δόξει ἀληθῆ εἶναι
                            προθυμήσομαι, εἰ μὴ εἴη πάρεργον, ἀλλ’ ὅπως αὐτῷ ἐμοὶ ὅτι μάλιστα δόξει
                            οὕτως <milestone unit="section" resp="Stephanus" n="91b"/>
                    
                        
                        ἔχειν. λογίζομαι γάρ, ὦ φίλε ἑταῖρε — θέασαι ὡς πλεονεκτικῶς — εἰ μὲν
                            τυγχάνει ἀληθῆ ὄντα ἃ λέγω, καλῶς δὴ ἔχει τὸ πεισθῆναι·  εἰ δὲ μηδέν ἐστι
                            τελευτήσαντι, ἀλλ’ οὖν τοῦτόν γε τὸν χρόνον αὐτὸν τὸν πρὸ τοῦ θανάτου
                            ἧττον τοῖς παροῦσιν ἀηδὴς ἔσομαι ὀδυρόμενος, ἡ δὲ ἄνοιά μοι αὕτη οὐ
                            συνδιατελεῖ — κακὸν γὰρ ἂν ἦν — ἀλλ’ ὀλίγον ὕστερον ἀπολεῖται.
                            παρεσκευασμένος δή, ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, οὑτωσὶ
                            ἔρχομαι ἐπὶ τὸν λόγον·  ὑμεῖς μέντοι, ἂν ἐμοὶ πείθησθε, <milestone unit="section" n="91c"/>σμικρὸν φροντίσαντες <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName>, τῆς
                            δὲ ἀληθείας πολὺ μᾶλλον, ἐὰν μέν τι ὑμῖν δοκῶ ἀληθὲς λέγειν,
                            συνομολογήσατε, εἰ δὲ μή, παντὶ λόγῳ ἀντιτείνετε, εὐλαβούμενοι ὅπως μὴ
                            ἐγὼ ὑπὸ προθυμίας ἅμα ἐμαυτόν τε καὶ ὑμᾶς ἐξαπατήσας, ὥσπερ μέλιττα τὸ
                            κέντρον ἐγκαταλιπὼν οἰχήσομαι. <milestone ed="P" unit="para"/>ἀλλ᾽
                            ἰτέον, ἔφη. πρῶτόν με ὑπομνήσατε ἃ ἐλέγετε, ἐὰν μὴ φαίνωμαι μεμνημένος.
                                <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>
                            μὲν γάρ, ὡς ἐγᾦμαι, ἀπιστεῖ τε καὶ φοβεῖται μὴ ἡ ψυχὴ ὅμως καὶ θειότερον
                            καὶ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="91d"/>
                    
                        
                        κάλλιον ὂν τοῦ σώματος προαπολλύηται ἐν ἁρμονίας εἴδει οὖσα·  <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> δέ μοι ἔδοξε
                            τοῦτο μὲν ἐμοὶ συγχωρεῖν, πολυχρονιώτερόν γε εἶναι ψυχὴν σώματος, ἀλλὰ
                            τόδε ἄδηλον παντί, μὴ πολλὰ δὴ σώματα καὶ πολλάκις κατατρίψασα ἡ ψυχὴ τὸ
                            τελευταῖον σῶμα καταλιποῦσα νῦν αὐτὴ ἀπολλύηται, καὶ ᾖ αὐτὸ τοῦτο
                            θάνατος, ψυχῆς ὄλεθρος, ἐπεὶ σῶμά γε ἀεὶ ἀπολλύμενον οὐδὲν παύεται. ἆρα
                            ἄλλ’ ἢ ταῦτ’ ἐστίν, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἃ δεῖ ἡμᾶς
                            ἐπισκοπεῖσθαι; 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="91e"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>συνωμολογείτην δὴ ταῦτ’ εἶναι ἄμφω.
                                <milestone ed="P" unit="para"/>πότερον οὖν, ἔφη, πάντας τοὺς
                            ἔμπροσθε λόγους οὐκ ἀποδέχεσθε, ἢ τοὺς μέν, τοὺς δ’ οὔ; <milestone ed="P" unit="para"/>τοὺς μέν, ἐφάτην, τοὺς δ’ οὔ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="92"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>τί οὖν, ἦ δ’ ὅς, περὶ ἐκείνου τοῦ λόγου λέγετε ἐν ᾧ
                            ἔφαμεν τὴν μάθησιν ἀνάμνησιν εἶναι, καὶ τούτου οὕτως ἔχοντος ἀναγκαίως
                            ἔχειν ἄλλοθι πρότερον ἡμῶν εἶναι τὴν <milestone unit="page" resp="Stephanus" n="92"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92a"/>
                    
                        
                        ψυχήν, πρὶν ἐν τῷ σώματι ἐνδεθῆναι; <milestone ed="P" unit="para"/>ἐγὼ
                            μέν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, καὶ τότε θαυμαστῶς ὡς ἐπείσθην ὑπ’ αὐτοῦ καὶ νῦν
                            ἐμμένω ὡς οὐδενὶ λόγῳ. <milestone ed="P" unit="para"/>καὶ μήν, ἔφη ὁ
                                <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, καὶ αὐτὸς οὕτως ἔχω, καὶ πάνυ ἂν θαυμάζοιμι εἴ μοι
                            περί γε τούτου ἄλλο ποτέ τι δόξειεν. <milestone ed="P" unit="para"/>καὶ
                            ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἀλλὰ ἀνάγκη σοι, ἔφη, ὦ ξένε <name type="ethnic" key="0070803:*qhbai=os:ethnic:masc:voc">Θηβαῖε</name>,
                            ἄλλα δόξαι, ἐάνπερ μείνῃ ἥδε ἡ οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον
                            πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων
                            συγκεῖσθαι·  οὐ γάρ που ἀποδέξῃ γε 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92b"/>
                    
                        
                        σαυτοῦ λέγοντος ὡς πρότερον ἦν ἁρμονία συγκειμένη, πρὶν ἐκεῖνα εἶναι ἐξ
                            ὧν ἔδει αὐτὴν συντεθῆναι. ἢ ἀποδέξῃ; <milestone ed="P" unit="para"/>οὐδαμῶς, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>αἰσθάνῃ οὖν, ἦ
                            δ’ ὅς, ὅτι ταῦτά σοι συμβαίνει λέγειν, ὅταν φῇς μὲν εἶναι τὴν ψυχὴν πρὶν
                            καὶ εἰς ἀνθρώπου εἶδός τε καὶ σῶμα ἀφικέσθαι, εἶναι δὲ αὐτὴν συγκειμένην
                            ἐκ τῶν οὐδέπω ὄντων; οὐ γὰρ δὴ ἁρμονία γέ σοι τοιοῦτόν ἐστιν ᾧ
                            ἀπεικάζεις, ἀλλὰ πρότερον καὶ ἡ λύρα καὶ αἱ χορδαὶ καὶ
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92c"/>
                    
                        
                        οἱ φθόγγοι ἔτι ἀνάρμοστοι ὄντες γίγνονται, τελευταῖον δὲ πάντων
                            συνίσταται ἡ ἁρμονία καὶ πρῶτον ἀπόλλυται. οὗτος οὖν σοι ὁ λόγος ἐκείνῳ
                            πῶς συνᾴσεται; <milestone ed="P" unit="para"/>οὐδαμῶς, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>καὶ μήν, ἦ δ’ ὅς, πρέπει γε εἴπερ τῳ
                            ἄλλῳ λόγῳ συνῳδῷ εἶναι καὶ τῷ περὶ ἁρμονίας. <milestone ed="P" unit="para"/>πρέπει γάρ, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>οὗτος τοίνυν, ἔφη, σοὶ οὐ συνῳδός· 
                            ἀλλ’ ὅρα πότερον αἱρῇ τῶν λόγων, τὴν μάθησιν ἀνάμνησιν εἶναι ἢ ψυχὴν
                            ἁρμονίαν; <milestone ed="P" unit="para"/>πολὺ μᾶλλον, ἔφη, ἐκεῖνον, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. ὅδε μὲν γάρ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92d"/>
                    
                        
                        μοι γέγονεν ἄνευ ἀποδείξεως μετὰ εἰκότος τινὸς καὶ εὐπρεπείας, ὅθεν καὶ
                            τοῖς πολλοῖς δοκεῖ ἀνθρώποις·  ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις
                            ποιουμένοις λόγοις σύνοιδα οὖσιν ἀλαζόσιν, καὶ ἄν τις αὐτοὺς μὴ
                            φυλάττηται, εὖ μάλα ἐξαπατῶσι, καὶ ἐν γεωμετρίᾳ καὶ ἐν τοῖς ἄλλοις
                            ἅπασιν. ὁ δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος δι’  ὑποθέσεως ἀξίας
                            ἀποδέξασθαι εἴρηται. ἐρρήθη γάρ που οὕτως ἡμῶν εἶναι ἡ ψυχὴ καὶ πρὶν εἰς
                            σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν ἡ οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ
                                <q>ὃ ἔστιν</q>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="92e"/>
                    
                        
                        ἐγὼ δὲ ταύτην, ὡς ἐμαυτὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδεγμαι. ἀνάγκη
                            οὖν μοι, ὡς ἔοικε, διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι
                            λέγοντος ὡς ψυχή ἐστιν ἁρμονία. <milestone ed="P" unit="para"/>τί δέ, ἦ
                            δ’ ὅς, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, τῇδε;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>