<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:89-90</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:89-90</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="89"><p><said who="#Φαίδων"><label>ΦΑΙΔ.</label> 
                        καὶ μήν, ὦ <persName key="0001077:*)exekra/ths:person:masc:voc">Ἐχέκρατες</persName>, πολλάκις θαυμάσας <persName key="0048728:*swkra/ths:person:masc:voc 0048728:*swkra/ths:person:masc:nom/voc/acc 0048728:*swkra/ths:person:masc:acc 0000001:*swkrate/w:noclass:nn:voc">Σωκράτη</persName> οὐ πώποτε μᾶλλον ἠγάσθην ἢ τότε παραγενόμενος.
                                <milestone unit="page" resp="Stephanus" n="89"/>
                       
                <milestone unit="section" resp="Stephanus" n="89a"/>
                    τὸ μὲν οὖν ἔχειν ὅτι λέγοι ἐκεῖνος ἴσως οὐδὲν ἄτοπον·  ἀλλὰ ἔγωγε μάλιστα
                            ἐθαύμασα αὐτοῦ πρῶτον μὲν τοῦτο, ὡς ἡδέως καὶ εὐμενῶς καὶ ἀγαμένως τῶν
                            νεανίσκων τὸν λόγον ἀπεδέξατο, ἔπειτα ἡμῶν ὡς ὀξέως ᾔσθετο ὃ ᾽πεπόνθεμεν
                            ὑπὸ τῶν λόγων, ἔπειτα ὡς εὖ ἡμᾶς ἰάσατο καὶ ὥσπερ πεφευγότας καὶ
                            ἡττημένους ἀνεκαλέσατο καὶ προύτρεψεν πρὸς τὸ παρέπεσθαί τε καὶ
                            συσκοπεῖν τὸν λόγον.</said></p><p><said who="#Ἐχεκράτης"><label>ΕΧ.</label> 
                        πῶς δή;</said></p><p><said who="#Φαίδων"><label>ΦΑΙΔ.</label> 
                        ἐγὼ ἐρῶ. ἔτυχον γὰρ ἐν δεξιᾷ αὐτοῦ καθήμενος <milestone unit="section" n="89b"/>παρὰ τὴν κλίνην ἐπὶ χαμαιζήλου τινός, ὁ δὲ ἐπὶ πολὺ
                            ὑψηλοτέρου ἢ ἐγώ. καταψήσας οὖν μου τὴν κεφαλὴν καὶ συμπιέσας τὰς ἐπὶ τῷ
                            αὐχένι τρίχας — εἰώθει γάρ, ὁπότε τύχοι, παίζειν μου εἰς τὰς τρίχας —
                                <name type="noclass" key="0000001:au)/rion:noclass:nn:nom">Αὔριον</name> δή, ἔφη, ἴσως, ὦ <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName>, τὰς
                            καλὰς ταύτας κόμας ἀποκερῇ. <milestone ed="P" unit="para"/>ἔοικεν, ἦν δ᾽
                            ἐγώ, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>οὔκ, ἄν γε ἐμοὶ
                            πείθῃ. <milestone ed="P" unit="para"/>ἀλλὰ τί; ἦν δ’ ἐγώ. <milestone ed="P" unit="para"/>τήμερον, ἔφη, κἀγὼ τὰς ἐμὰς καὶ σὺ ταύτας,
                            ἐάνπερ γε ἡμῖν ὁ λόγος τελευτήσῃ καὶ μὴ δυνώμεθα αὐτὸν ἀναβιώσασθαι.
                    
                
                <milestone unit="section" resp="Stephanus" n="89c"/>
                    
                        
                        καὶ ἔγωγ’ ἄν, εἰ σὺ εἴην καί με διαφεύγοι ὁ λόγος, ἔνορκον ἂν ποιησαίμην
                            ὥσπερ <name type="ethnic" key="0059158:*)argei=os:ethnic:masc:nom/voc 0010461:*)argei=os:place:masc:nom/voc 0000796:*)argei=os:group:masc:nom/voc">Ἀργεῖοι</name>, μὴ πρότερον κομήσειν, πρὶν ἂν νικήσω ἀναμαχόμενος
                            τὸν <persName key="0003865:*simmi/as:person:masc:gen">Σιμμίου</persName>
                            τε καὶ κέβητος λόγον. <milestone ed="P" unit="para"/>ἀλλ᾽, ἦν δ’ ἐγώ,
                            πρὸς δύο λέγεται οὐδ’ ὁ <persName key="0067594:*(hraklh=s:person:masc:nom">Ἡρακλῆς</persName> οἷός τε
                            εἶναι. <milestone ed="P" unit="para"/>ἀλλὰ καὶ ἐμέ, ἔφη, τὸν <name type="group" key="0001000:*)io/leus-pl:group:masc:gen">Ἰόλεων</name>
                            παρακάλει, ἕως ἔτι φῶς ἐστιν. <milestone ed="P" unit="para"/>παρακαλῶ
                            τοίνυν, ἔφην, οὐχ ὡς <persName key="0067594:*(hraklh=s:person:masc:nom">Ἡρακλῆς</persName>, ἀλλ’ ὡς <persName key="0001000:*)io/leus:person:masc:gen">Ἰόλεως</persName> τὸν <rs type="nomorph">Ἡρακλῆ</rs>. <milestone ed="P" unit="para"/>οὐδὲν
                            διοίσει, ἔφη. ἀλλὰ πρῶτον εὐλαβηθῶμέν τι πάθος μὴ πάθωμεν. <milestone ed="P" unit="para"/>τὸ ποῖον; ἦν δ’ ἐγώ. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="89d"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>μὴ γενώμεθα, ἦ δ’ ὅς, μισόλογοι, ὥσπερ οἱ
                            μισάνθρωποι γιγνόμενοι·  ὡς οὐκ ἔστιν, ἔφη, ὅτι ἄν τις μεῖζον τούτου
                            κακὸν πάθοι ἢ λόγους μισήσας. γίγνεται δὲ ἐκ τοῦ αὐτοῦ τρόπου μισολογία
                            τε καὶ μισανθρωπία. ἥ τε γὰρ μισανθρωπία ἐνδύεται ἐκ τοῦ σφόδρα τινὶ
                            πιστεῦσαι ἄνευ τέχνης, καὶ ἡγήσασθαι παντάπασί γε ἀληθῆ εἶναι καὶ ὑγιῆ
                            καὶ πιστὸν τὸν ἄνθρωπον, ἔπειτα ὀλίγον ὕστερον εὑρεῖν τοῦτον πονηρόν τε
                            καὶ ἄπιστον, καὶ αὖθις ἕτερον·  καὶ ὅταν τοῦτο πολλάκις πάθῃ τις καὶ ὑπὸ
                            τούτων μάλιστα οὓς ἂν ἡγήσαιτο 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="89e"/>
                     οἰκειοτάτους τε καὶ ἑταιροτάτους, τελευτῶν δὴ θαμὰ προσκρούων μισεῖ τε
                            πάντας καὶ ἡγεῖται οὐδενὸς οὐδὲν ὑγιὲς εἶναι τὸ παράπαν. ἢ οὐκ ᾔσθησαι
                            σύ πω τοῦτο γιγνόμενον; <milestone ed="P" unit="para"/>πάνυ γε, ἦν δ᾽
                            ἐγώ. <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, αἰσχρόν, καὶ δῆλον
                            ὅτι ἄνευ τέχνης τῆς περὶ τἀνθρώπεια ὁ τοιοῦτος χρῆσθαι ἐπεχείρει τοῖς
                            ἀνθρώποις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="90"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                        εἰ γάρ που μετὰ τέχνης ἐχρῆτο, ὥσπερ ἔχει οὕτως <milestone unit="page" n="90"/><milestone unit="section" resp="Stephanus" n="90a"/>
                    
                        
                        ἂν ἡγήσατο, τοὺς μὲν χρηστοὺς καὶ πονηροὺς σφόδρα ὀλίγους εἶναι
                            ἑκατέρους, τοὺς δὲ μεταξὺ πλείστους. <milestone ed="P" unit="para"/>πῶς
                            λέγεις; ἔφην ἐγώ. <milestone ed="P" unit="para"/>ὥσπερ, ἦ δ’ ὅς, περὶ
                            τῶν σφόδρα σμικρῶν καὶ μεγάλων·  οἴει τι σπανιώτερον εἶναι ἢ σφόδρα μέγαν
                            ἢ σφόδρα σμικρὸν ἐξευρεῖν ἄνθρωπον ἢ κύνα ἢ ἄλλο ὁτιοῦν; ἢ αὖ ταχὺν ἢ
                            βραδὺν ἢ αἰσχρὸν ἢ καλὸν ἢ λευκὸν ἢ μέλανα; ἢ οὐχὶ ᾔσθησαι ὅτι πάντων
                            τῶν τοιούτων τὰ μὲν ἄκρα τῶν ἐσχάτων σπάνια καὶ ὀλίγα, τὰ δὲ μεταξὺ
                            ἄφθονα καὶ πολλά; <milestone ed="P" unit="para"/>πάνυ γε, ἦν δ’ ἐγώ.
                                <milestone unit="section" resp="Stephanus" n="90b"/>
                            <milestone ed="P" unit="para"/>οὐκοῦν οἴει, ἔφη, εἰ πονηρίας ἀγὼν
                            προτεθείη, πάνυ ἂν ὀλίγους καὶ ἐνταῦθα τοὺς πρώτους φανῆναι; <milestone ed="P" unit="para"/>εἰκός γε, ἦν δ’ ἐγώ. <milestone ed="P" unit="para"/>εἰκὸς γάρ, ἔφη. ἀλλὰ ταύτῃ μὲν οὐχ ὅμοιοι οἱ λόγοι τοῖς
                            ἀνθρώποις, ἀλλὰ σοῦ νυνδὴ προάγοντος ἐγὼ ἐφεσπόμην, ἀλλ’ ἐκείνῃ, ᾗ,
                            ἐπειδάν τις πιστεύσῃ λόγῳ τινὶ ἀληθεῖ εἶναι ἄνευ τῆς περὶ τοὺς λόγους
                            τέχνης, κἄπειτα ὀλίγον ὕστερον αὐτῷ δόξῃ ψευδὴς εἶναι, ἐνίοτε μὲν ὤν,
                            ἐνίοτε δ’ οὐκ ὤν, καὶ αὖθις ἕτερος καὶ ἕτερος·  — καὶ μάλιστα δὴ οἱ
                                <milestone unit="section" resp="Stephanus" n="90c"/>περὶ τοὺς ἀντιλογικοὺς λόγους
                            διατρίψαντες οἶσθ’ ὅτι τελευτῶντες οἴονται σοφώτατοι γεγονέναι καὶ
                            κατανενοηκέναι μόνοι ὅτι οὔτε τῶν πραγμάτων οὐδενὸς οὐδὲν ὑγιὲς οὐδὲ
                            βέβαιον οὔτε τῶν λόγων, ἀλλὰ πάντα τὰ ὄντα ἀτεχνῶς ὥσπερ ἐν <placeName key="0000207:*eu)/ripos:place:masc:dat">Εὐρίπῳ</placeName> ἄνω κάτω
                            στρέφεται καὶ χρόνον οὐδένα ἐν οὐδενὶ μένει. <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφην ἐγώ, ἀληθῆ λέγεις. <milestone ed="P" unit="para"/>οὐκοῦν, ὦ <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName>, ἔφη,
                            οἰκτρὸν ἂν εἴη τὸ πάθος, εἰ ὄντος δή τινος ἀληθοῦς καὶ βεβαίου λόγου καὶ
                            δυνατοῦ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="90d"/>
                    
                        
                        κατανοῆσαι, ἔπειτα διὰ τὸ παραγίγνεσθαι τοιούτοις τισὶ λόγοις, τοῖς
                            αὐτοῖς τοτὲ μὲν δοκοῦσιν ἀληθέσιν εἶναι, τοτὲ δὲ μή, μὴ ἑαυτόν τις
                            αἰτιῷτο μηδὲ τὴν ἑαυτοῦ ἀτεχνίαν, ἀλλὰ τελευτῶν διὰ τὸ ἀλγεῖν ἅσμενος
                            ἐπὶ τοὺς λόγους ἀφ’ ἑαυτοῦ τὴν αἰτίαν ἀπώσαιτο καὶ ἤδη τὸν λοιπὸν βίον
                            μισῶν τε καὶ λοιδορῶν τοὺς λόγους διατελοῖ, τῶν δὲ ὄντων τῆς ἀληθείας τε
                            καὶ ἐπιστήμης στερηθείη. <milestone ed="P" unit="para"/>νὴ τὸν <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἦν δ’ ἐγώ, οἰκτρὸν δῆτα. <milestone ed="P" unit="para"/>πρῶτον μὲν τοίνυν, ἔφη, τοῦτο εὐλαβηθῶμεν, καὶ μὴ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="90e"/>
                    
                        
                        παρίωμεν εἰς τὴν ψυχὴν ὡς τῶν λόγων κινδυνεύει οὐδὲν ὑγιὲς εἶναι, ἀλλὰ
                            πολὺ μᾶλλον ὅτι ἡμεῖς οὔπω ὑγιῶς ἔχομεν, ἀλλὰ ἀνδριστέον καὶ προθυμητέον
                            ὑγιῶς ἔχειν, σοὶ μὲν οὖν καὶ τοῖς ἄλλοις καὶ τοῦ ἔπειτα βίου παντὸς
                            ἕνεκα, ἐμοὶ δὲ <milestone unit="page" resp="Stephanus" n="91"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="91a"/>
                    
                        
                        αὐτοῦ ἕνεκα τοῦ θανάτου, ὡς κινδυνεύω ἔγωγε ἐν τῷ παρόντι περὶ αὐτοῦ
                            τούτου οὐ φιλοσόφως ἔχειν ἀλλ’ ὥσπερ οἱ πάνυ ἀπαίδευτοι φιλονίκως.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>