<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:87-88</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:87-88</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="87"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ἐμοὶ γὰρ
                            φαίνεται ἔτι ἐν τῷ αὐτῷ ὁ λόγος εἶναι, καί, ὅπερ ἐν τοῖς πρόσθεν
                            ἐλέγομεν, <milestone unit="page" resp="Stephanus" n="87"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="87a"/>
                    
                        
                        ταὐτὸν ἔγκλημα ἔχειν. ὅτι μὲν γὰρ ἦν ἡμῶν ἡ ψυχὴ καὶ πρὶν εἰς τόδε τὸ
                            εἶδος ἐλθεῖν, οὐκ ἀνατίθεμαι μὴ οὐχὶ πάνυ χαριέντως καί, εἰ μὴ ἐπαχθές
                            ἐστιν εἰπεῖν, πάνυ ἱκανῶς ἀποδεδεῖχθαι·  ὡς δὲ καὶ ἀποθανόντων ἡμῶν ἔτι
                            που ἔστιν, οὔ μοι δοκεῖ τῇδε. ὡς μὲν οὐκ ἰσχυρότερον καὶ πολυχρονιώτερον
                            ψυχὴ σώματος, οὐ συγχωρῶ τῇ <persName key="0003865:*simmi/as:person:masc:gen">Σιμμίου</persName>
                            ἀντιλήψει·  δοκεῖ γάρ μοι πᾶσι τούτοις πάνυ πολὺ διαφέρειν. τί οὖν, ἂν
                            φαίη ὁ λόγος, ἔτι ἀπιστεῖς, ἐπειδὴ ὁρᾷς ἀποθανόντος τοῦ ἀνθρώπου τό γε
                            ἀσθενέστερον ἔτι ὄν; τὸ δὲ πολυχρονιώτερον <milestone unit="section" n="87b"/>οὐ δοκεῖ σοι ἀναγκαῖον εἶναι ἔτι σῴζεσθαι ἐν τούτῳ τῷ
                            χρόνῳ; πρὸς δὴ τοῦτο τόδε ἐπίσκεψαι, εἴ τι λέγω·  εἰκόνος γάρ τινος, ὡς
                            ἔοικεν, κἀγὼ ὥσπερ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> δέομαι. ἐμοὶ γὰρ δοκεῖ ὁμοίως λέγεσθαι ταῦτα
                            ὥσπερ ἄν τις περὶ ἀνθρώπου ὑφάντου πρεσβύτου ἀποθανόντος λέγοι τοῦτον
                            τὸν λόγον, ὅτι οὐκ ἀπόλωλεν ὁ ἄνθρωπος ἀλλ’ ἔστι που σῶς, τεκμήριον δὲ
                            παρέχοιτο θοἰμάτιον ὃ ἠμπείχετο αὐτὸς ὑφηνάμενος ὅτι ἐστὶ σῶν καὶ οὐκ
                            ἀπόλωλεν, καὶ εἴ τις <milestone unit="section" resp="Stephanus" n="87c"/>ἀπιστοίη αὐτῷ,
                            ἀνερωτῴη πότερον πολυχρονιώτερόν ἐστι τὸ γένος ἀνθρώπου ἢ ἱματίου ἐν
                            χρείᾳ τε ὄντος καὶ φορουμένου, ἀποκριναμένου δή <del status="unremarkable">τινος</del> ὅτι πολὺ τὸ τοῦ ἀνθρώπου, οἴοιτο
                            ἀποδεδεῖχθαι ὅτι παντὸς ἄρα μᾶλλον ὅ γε ἄνθρωπος σῶς ἐστιν, ἐπειδὴ τό γε
                            ὀλιγοχρονιώτερον οὐκ ἀπόλωλεν. τὸ δ’ οἶμαι, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, οὐχ οὕτως ἔχει·  σκόπει γὰρ καὶ σὺ ἃ λέγω. πᾶς
                                <del status="unremarkable">γὰρ</del> ἂν ὑπολάβοι ὅτι εὔηθες λέγει ὁ
                            τοῦτο λέγων·  ὁ γὰρ ὑφάντης οὗτος πολλὰ κατατρίψας τοιαῦτα ἱμάτια καὶ
                            ὑφηνάμενος ἐκείνων μὲν ὕστερος ἀπόλωλεν πολλῶν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="87d"/>
                    
                        
                        ὄντων, τοῦ δὲ τελευταίου οἶμαι πρότερος, καὶ οὐδέν τι μᾶλλον τούτου ἕνεκα
                            ἄνθρωπός ἐστιν ἱματίου φαυλότερον οὐδ’ ἀσθενέστερον. τὴν αὐτὴν δὲ ταύτην
                            οἶμαι εἰκόνα δέξαιτ’ ἂν ψυχὴ πρὸς σῶμα, καί τις λέγων αὐτὰ ταῦτα περὶ
                            αὐτῶν μέτρι’ ἄν μοι φαίνοιτο λέγειν, ὡς ἡ μὲν ψυχὴ πολυχρόνιόν ἐστι, τὸ
                            δὲ σῶμα ἀσθενέστερον καὶ ὀλιγοχρονιώτερον·  ἀλλὰ γὰρ ἂν φαίη ἑκάστην τῶν
                            ψυχῶν πολλὰ σώματα κατατρίβειν, ἄλλως τε κἂν πολλὰ ἔτη βιῷ — εἰ γὰρ ῥέοι
                            τὸ σῶμα καὶ ἀπολλύοιτο ἔτι ζῶντος τοῦ ἀνθρώπου,
                    
                
                <milestone unit="section" resp="Stephanus" n="87e"/>
                    
                        
                        ἀλλ’ ἡ ψυχὴ ἀεὶ τὸ κατατριβόμενον ἀνυφαίνοι — ἀναγκαῖον μεντἂν εἴη, ὁπότε
                            ἀπολλύοιτο ἡ ψυχή, τὸ τελευταῖον ὕφασμα τυχεῖν αὐτὴν ἔχουσαν καὶ τούτου
                            μόνου προτέραν ἀπόλλυσθαι, ἀπολομένης δὲ τῆς ψυχῆς τότ’ ἤδη τὴν φύσιν
                            τῆς ἀσθενείας ἐπιδεικνύοι τὸ σῶμα καὶ ταχὺ σαπὲν διοίχοιτο.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="88"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> ὥστε τούτῳ
                            τῷ λόγῳ οὔπω ἄξιον πιστεύσαντα θαρρεῖν ὡς <milestone unit="page" resp="Stephanus" n="88"/>
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="88a"/>
                    
                        
                        ἐπειδὰν ἀποθάνωμεν ἔτι που ἡμῶν ἡ ψυχὴ ἔστιν. εἰ γάρ τις καὶ πλέον ἔτι τῷ
                            λέγοντι ἢ ἃ σὺ λέγεις συγχωρήσειεν, δοὺς αὐτῷ μὴ μόνον ἐν τῷ πρὶν καὶ
                            γενέσθαι ἡμᾶς χρόνῳ εἶναι ἡμῶν τὰς ψυχάς, ἀλλὰ μηδὲν κωλύειν καὶ ἐπειδὰν
                            ἀποθάνωμεν ἐνίων ἔτι εἶναι καὶ ἔσεσθαι καὶ πολλάκις γενήσεσθαι καὶ
                            ἀποθανεῖσθαι αὖθις — οὕτω γὰρ αὐτὸ φύσει ἰσχυρὸν εἶναι, ὥστε πολλάκις
                            γιγνομένην ψυχὴν ἀντέχειν — δοὺς δὲ ταῦτα ἐκεῖνο μηκέτι συγχωροῖ, μὴ οὐ
                            πονεῖν αὐτὴν ἐν ταῖς πολλαῖς γενέσεσιν καὶ τελευτῶσάν γε ἔν τινι τῶν
                            θανάτων παντάπασιν ἀπόλλυσθαι, τοῦτον δὲ τὸν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="88b"/>
                    
                        
                        θάνατον καὶ ταύτην τὴν διάλυσιν τοῦ σώματος ἣ τῇ ψυχῇ φέρει ὄλεθρον
                            μηδένα φαίη εἰδέναι — ἀδύνατον γὰρ εἶναι ὁτῳοῦν αἰσθέσθαι ἡμῶν — εἰ δὲ
                            τοῦτο οὕτως ἔχει, οὐδενὶ προσήκει θάνατον θαρροῦντι μὴ οὐκ ἀνοήτως
                            θαρρεῖν, ὃς ἂν μὴ ἔχῃ ἀποδεῖξαι ὅτι ἔστι ψυχὴ παντάπασιν ἀθάνατόν τε καὶ
                            ἀνώλεθρον·  εἰ δὲ μή, ἀνάγκην εἶναι ἀεὶ τὸν μέλλοντα ἀποθανεῖσθαι
                            δεδιέναι ὑπὲρ τῆς αὑτοῦ ψυχῆς μὴ ἐν τῇ νῦν τοῦ σώματος διαζεύξει
                            παντάπασιν ἀπόληται. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="88c"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>πάντες οὖν ἀκούσαντες εἰπόντων αὐτῶν
                            ἀηδῶς διετέθημεν, ὡς ὕστερον ἐλέγομεν πρὸς ἀλλήλους, ὅτι ὑπὸ τοῦ
                            ἔμπροσθεν λόγου σφόδρα πεπεισμένους ἡμᾶς πάλιν ἐδόκουν ἀναταράξαι καὶ
                            εἰς ἀπιστίαν καταβαλεῖν οὐ μόνον τοῖς προειρημένοις λόγοις, ἀλλὰ καὶ εἰς
                            τὰ ὕστερον μέλλοντα ῥηθήσεσθαι, μὴ οὐδενὸς ἄξιοι εἶμεν κριταὶ ἢ καὶ τὰ
                            πράγματα αὐτὰ ἄπιστα ᾖ.</said></p><p><said who="#Ἐχεκράτης"><label>ΕΧ.</label> 
                        νὴ τοὺς θεούς, ὦ <persName key="0005023:*fai/dwn:person:masc:nom/voc">Φαίδων</persName>, συγγνώμην γε ἔχω ὑμῖν. καὶ γὰρ αὐτόν με νῦν
                            ἀκούσαντά σου τοιοῦτόν τι λέγειν
                <milestone unit="section" resp="Stephanus" n="88d"/>
                    πρὸς ἐμαυτὸν ἐπέρχεται·  <q>τίνι οὖν ἔτι πιστεύσομεν
                                λόγῳ; ὡς γὰρ σφόδρα πιθανὸς ὤν, ὃν ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> ἔλεγε λόγον, νῦν εἰς ἀπιστίαν
                                καταπέπτωκεν.</q> θαυμαστῶς γάρ μου ὁ λόγος οὗτος ἀντιλαμβάνεται καὶ
                            νῦν καὶ ἀεί, τὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν, καὶ ὥσπερ ὑπέμνησέν
                            με ῥηθεὶς ὅτι καὶ αὐτῷ μοι ταῦτα προυδέδοκτο. καὶ πάνυ δέομαι πάλιν
                            ὥσπερ ἐξ ἀρχῆς ἄλλου τινὸς λόγου ὅς με πείσει ὡς τοῦ ἀποθανόντος οὐ
                            συναποθνῄσκει ἡ ψυχή. λέγε οὖν πρὸς <persName key="0009978:*zeu/s:person:masc:gen">Διὸς</persName> πῇ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> μετῆλθε τὸν λόγον; καὶ πότερον 
                
                <milestone unit="section" resp="Stephanus" n="88e"/>
                   κἀκεῖνος, ὥσπερ ὑμᾶς φῄς, ἔνδηλός τι ἐγένετο ἀχθόμενος ἢ οὔ, ἀλλὰ πρᾴως
                            ἐβοήθει τῷ λόγῳ; <del status="unremarkable">ἢ</del> καὶ ἱκανῶς ἐβοήθησεν
                            ἢ ἐνδεῶς; πάντα ἡμῖν δίελθε ὡς δύνασαι ἀκριβέστατα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>