<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:85-86</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:85-86</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="85"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> οἱ δ’ ἄνθρωποι διὰ
                            τὸ αὑτῶν δέος τοῦ θανάτου καὶ τῶν κύκνων καταψεύδονται, καί φασιν αὐτοὺς
                            θρηνοῦντας τὸν θάνατον ὑπὸ λύπης ἐξᾴδειν, καὶ οὐ λογίζονται ὅτι οὐδὲν
                            ὄρνεον ᾄδει ὅταν πεινῇ ἢ ῥιγῷ ἤ τινα ἄλλην λύπην λυπῆται, οὐδὲ αὐτὴ ἥ τε
                            ἀηδὼν καὶ χελιδὼν καὶ ὁ ἔποψ, ἃ δή φασι διὰ λύπην θρηνοῦντα ᾄδειν. ἀλλ᾽
                            οὔτε ταῦτά μοι φαίνεται <milestone unit="section" resp="Stephanus" n="85b"/>
                     λυπούμενα ᾄδειν οὔτε οἱ κύκνοι, ἀλλ’ ἅτε οἶμαι τοῦ <persName key="0022077:*)apo/llwn:person:masc:gen">Ἀπόλλωνος</persName> ὄντες,
                            μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> ἀγαθὰ ᾄδουσι
                            καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν διαφερόντως ἢ ἐν τῷ ἔμπροσθεν χρόνῳ.
                            ἐγὼ δὲ καὶ αὐτὸς ἡγοῦμαι ὁμόδουλός τε εἶναι τῶν κύκνων καὶ ἱερὸς τοῦ
                            αὐτοῦ θεοῦ, καὶ οὐ χεῖρον ἐκείνων τὴν μαντικὴν ἔχειν παρὰ τοῦ δεσπότου,
                            οὐδὲ δυσθυμότερον αὐτῶν τοῦ βίου ἀπαλλάττεσθαι. ἀλλὰ τούτου γ’ ἕνεκα
                            λέγειν τε χρὴ καὶ ἐρωτᾶν ὅτι ἂν βούλησθε, ἕως ἂν <name type="ethnic" key="0360214:*)aqhnai=os:ethnic:masc/neut:gen 0360214:*)aqhnai=os:ethnic:fem:gen 0017075:*)aqh/naios:group:masc:gen 0000001:*)aqh/naion:noclass:neut:gen 0000001:*)aqh/naia:noclass:neut:gen">Ἀθηναίων</name> ἐῶσιν ἄνδρες ἕνδεκα. <milestone ed="P" unit="para"/>καλῶς, ἔφη, λέγεις, ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>· καὶ ἐγώ
                            τέ σοι ἐρῶ ὃ 
                        <milestone unit="section" resp="Stephanus" n="85c"/>
                     ἀπορῶ, καὶ αὖ ὅδε, ᾗ οὐκ ἀποδέχεται τὰ εἰρημένα. ἐμοὶ γὰρ δοκεῖ, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, περὶ τῶν τοιούτων ἴσως ὥσπερ καὶ σοὶ τὸ μὲν
                            σαφὲς εἰδέναι ἐν τῷ νῦν βίῳ ἢ ἀδύνατον εἶναι ἢ παγχάλεπόν τι, τὸ μέντοι
                            αὖ τὰ λεγόμενα περὶ αὐτῶν μὴ οὐχὶ παντὶ τρόπῳ ἐλέγχειν καὶ μὴ
                            προαφίστασθαι πρὶν ἂν πανταχῇ σκοπῶν ἀπείπῃ τις, πάνυ μαλθακοῦ εἶναι
                            ἀνδρός·  δεῖν γὰρ περὶ αὐτὰ ἕν γέ τι τούτων διαπράξασθαι, ἢ μαθεῖν ὅπῃ
                            ἔχει ἢ εὑρεῖν ἤ, εἰ ταῦτα ἀδύνατον, τὸν γοῦν βέλτιστον τῶν ἀνθρωπίνων
                            λόγων λαβόντα καὶ δυσεξελεγκτότατον, <milestone unit="section" n="85d"/>ἐπὶ τούτου ὀχούμενον ὥσπερ ἐπὶ σχεδίας κινδυνεύοντα διαπλεῦσαι τὸν
                            βίον, εἰ μή τις δύναιτο ἀσφαλέστερον καὶ ἀκινδυνότερον ἐπὶ βεβαιοτέρου
                            ὀχήματος, <del status="unremarkable">ἢ</del> λόγου θείου τινός,
                            διαπορευθῆναι. καὶ δὴ καὶ νῦν ἔγωγε οὐκ ἐπαισχυνθήσομαι ἐρέσθαι, ἐπειδὴ
                            καὶ σὺ ταῦτα λέγεις, οὐδ’ ἐμαυτὸν αἰτιάσομαι ἐν ὑστέρῳ χρόνῳ ὅτι νῦν οὐκ
                            εἶπον ἅ μοι δοκεῖ. ἐμοὶ γάρ, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἐπειδὴ
                            καὶ πρὸς ἐμαυτὸν καὶ πρὸς τόνδε σκοπῶ τὰ εἰρημένα, οὐ πάνυ φαίνεται
                            ἱκανῶς εἰρῆσθαι. 
                        <milestone unit="section" resp="Stephanus" n="85e"/>
                    <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἴσως γάρ, ἔφη, ὦ ἑταῖρε, ἀληθῆ σοι φαίνεται· 
                            ἀλλὰ λέγε ὅπῃ δὴ οὐχ ἱκανῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="86"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ταύτῃ
                            ἔμοιγε, ἦ δ’ ὅς, ᾗ δὴ καὶ περὶ ἁρμονίας ἄν τις καὶ λύρας τε καὶ χορδῶν
                            τὸν αὐτὸν τοῦτον λόγον εἴποι, ὡς ἡ μὲν ἁρμονία ἀόρατον καὶ ἀσώματον καὶ
                            πάγκαλόν τι καὶ <milestone unit="page" resp="Stephanus" n="86"/>
                       
                
                <milestone unit="section" resp="Stephanus" n="86a"/>
                    
                        
                        θεῖόν ἐστιν ἐν τῇ ἡρμοσμένῃ λύρᾳ, αὐτὴ δ’ ἡ λύρα καὶ αἱ χορδαὶ σώματά τε
                            καὶ σωματοειδῆ καὶ σύνθετα καὶ γεώδη ἐστὶ καὶ τοῦ θνητοῦ συγγενῆ.
                            ἐπειδὰν οὖν ἢ κατάξῃ τις τὴν λύραν ἢ διατέμῃ καὶ διαρρήξῃ τὰς χορδάς, εἴ
                            τις διισχυρίζοιτο τῷ αὐτῷ λόγῳ ὥσπερ σύ, ὡς ἀνάγκη ἔτι εἶναι τὴν
                            ἁρμονίαν ἐκείνην καὶ μὴ ἀπολωλέναι — οὐδεμία γὰρ μηχανὴ ἂν εἴη τὴν μὲν
                            λύραν ἔτι εἶναι διερρωγυιῶν τῶν χορδῶν καὶ τὰς χορδὰς θνητοειδεῖς οὔσας,
                            τὴν δὲ ἁρμονίαν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86b"/>
                    
                        
                        ἀπολωλέναι τὴν τοῦ θείου τε καὶ ἀθανάτου ὁμοφυῆ τε καὶ συγγενῆ, προτέραν
                            τοῦ θνητοῦ ἀπολομένην — ἀλλὰ φαίη ἀνάγκη ἔτι που εἶναι αὐτὴν τὴν
                            ἁρμονίαν, καὶ πρότερον τὰ ξύλα καὶ τὰς χορδὰς κατασαπήσεσθαι πρίν τι
                            ἐκείνην παθεῖν — καὶ γὰρ οὖν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, οἶμαι
                            ἔγωγε καὶ αὐτόν σε τοῦτο ἐντεθυμῆσθαι, ὅτι τοιοῦτόν τι μάλιστα
                            ὑπολαμβάνομεν τὴν ψυχὴν εἶναι, ὥσπερ ἐντεταμένου τοῦ σώματος ἡμῶν καὶ
                            συνεχομένου ὑπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τοιούτων
                            τινῶν, κρᾶσιν εἶναι καὶ ἁρμονίαν 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86c"/>
                    
                        
                        αὐτῶν τούτων τὴν ψυχὴν ἡμῶν, ἐπειδὰν ταῦτα καλῶς καὶ μετρίως κραθῇ πρὸς
                            ἄλληλα — εἰ οὖν τυγχάνει ἡ ψυχὴ οὖσα ἁρμονία τις, δῆλον ὅτι, ὅταν
                            χαλασθῇ τὸ σῶμα ἡμῶν ἀμέτρως ἢ ἐπιταθῇ ὑπὸ νόσων καὶ ἄλλων κακῶν, τὴν
                            μὲν ψυχὴν ἀνάγκη εὐθὺς ὑπάρχει ἀπολωλέναι, καίπερ οὖσαν θειοτάτην, ὥσπερ
                            καὶ αἱ ἄλλαι ἁρμονίαι αἵ τ’ ἐν τοῖς φθόγγοις καὶ ἐν τοῖς τῶν δημιουργῶν
                            ἔργοις πᾶσι, τὰ δὲ λείψανα τοῦ σώματος ἑκάστου πολὺν χρόνον παραμένειν,
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86d"/>
                    
                        
                        ἕως ἂν ἢ κατακαυθῇ ἢ κατασαπῇ — ὅρα οὖν πρὸς τοῦτον τὸν λόγον τί φήσομεν,
                            ἐάν τις ἀξιοῖ κρᾶσιν οὖσαν τὴν ψυχὴν τῶν ἐν τῷ σώματι ἐν τῷ καλουμένῳ
                            θανάτῳ πρώτην ἀπόλλυσθαι. <milestone ed="P" unit="para"/>διαβλέψας οὖν ὁ
                                <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ὥσπερ τὰ πολλὰ εἰώθει, καὶ μειδιάσας, δίκαια
                            μέντοι, ἔφη, λέγει ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>. εἰ οὖν τις ὑμῶν εὐπορώτερος ἐμοῦ, τί οὐκ
                            ἀπεκρίνατο; καὶ γὰρ οὐ φαύλως ἔοικεν ἁπτομένῳ τοῦ λόγου. δοκεῖ μέντοι
                            μοι χρῆναι πρὸ τῆς ἀποκρίσεως ἔτι πρότερον κέβητος ἀκοῦσαι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="86e"/>
                    
                        
                        τί αὖ ὅδε ἐγκαλεῖ τῷ λόγῳ, ἵνα χρόνου ἐγγενομένου βουλευσώμεθα τί
                            ἐροῦμεν, ἔπειτα <del status="unremarkable">δὲ</del> ἀκούσαντας ἢ
                            συγχωρεῖν αὐτοῖς ἐάν τι δοκῶσι προσᾴδειν, ἐὰν δὲ μή, οὕτως ἤδη
                            ὑπερδικεῖν τοῦ λόγου. ἀλλ’ ἄγε, ἦ δ’ ὅς, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, λέγε, τί ἦν
                            τὸ σὲ αὖ θρᾶττον <del status="unremarkable">ἀπιστίαν παρέχει</del>.
                                <milestone ed="P" unit="para"/>λέγω δή, ἦ δ’ ὃς ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>