<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:81-82</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:81-82</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="81"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>παντάπασί γε. <milestone ed="P" unit="para"/>οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀιδὲς ἀπέρχεται, τὸ θεῖόν
                            τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι,
                            πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν
                            ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς
                            τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα; οὕτω φῶμεν, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἢ ἄλλως;
                                <milestone ed="P" unit="para"/>οὕτω νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="81b"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἐὰν δέ γε οἶμαι μεμιασμένη καὶ ἀκάθαρτος
                            τοῦ σώματος ἀπαλλάττηται, ἅτε τῷ σώματι ἀεὶ συνοῦσα καὶ τοῦτο
                            θεραπεύουσα καὶ ἐρῶσα καὶ γοητευομένη ὑπ’ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ
                            ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ
                            τις ἂν ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια
                            χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀιδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ
                            αἱρετόν, τοῦτο δὲ εἰθισμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν, οὕτω 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="81c"/>
                    
                        
                        δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι; <milestone ed="P" unit="para"/>οὐδ’ ὁπωστιοῦν, ἔφη. <milestone ed="P" unit="para"/>ἀλλὰ <del status="unremarkable">καὶ</del> διειλημμένην
                            γε οἶμαι ὑπὸ τοῦ σωματοειδοῦς, ὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ
                            σώματος διὰ τὸ ἀεὶ συνεῖναι καὶ διὰ τὴν πολλὴν μελέτην ἐνεποίησε
                            σύμφυτον; <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>ἐμβριθὲς δέ γε, ὦ φίλε, τοῦτο οἴεσθαι χρὴ εἶναι καὶ
                            βαρὺ καὶ γεῶδες καὶ ὁρατόν·  ὃ δὴ καὶ ἔχουσα ἡ τοιαύτη ψυχὴ βαρύνεταί τε
                            καὶ ἕλκεται πάλιν εἰς τὸν ὁρατὸν τόπον φόβῳ τοῦ ἀιδοῦς τε καὶ <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>, ὥσπερ
                            λέγεται, περὶ τὰ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="81d"/>
                    
                        
                        μνήματά τε καὶ τοὺς τάφους κυλινδουμένη, περὶ ἃ δὴ καὶ ὤφθη ἄττα ψυχῶν
                            σκιοειδῆ φαντάσματα, οἷα παρέχονται αἱ τοιαῦται ψυχαὶ εἴδωλα, αἱ μὴ
                            καθαρῶς ἀπολυθεῖσαι ἀλλὰ τοῦ ὁρατοῦ μετέχουσαι, διὸ καὶ ὁρῶνται.
                                <milestone ed="P" unit="para"/>εἰκός γε, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>εἰκὸς μέντοι, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>· καὶ οὔ τί γε
                            τὰς τῶν ἀγαθῶν αὐτὰς εἶναι, ἀλλὰ τὰς τῶν φαύλων, αἳ περὶ τὰ τοιαῦτα
                            ἀναγκάζονται πλανᾶσθαι δίκην τίνουσαι τῆς προτέρας τροφῆς κακῆς οὔσης.
                            καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="81e"/>
                    
                        
                        τοῦ συνεπακολουθοῦντος, τοῦ σωματοειδοῦς, ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς
                            σῶμα·  ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τοιαῦτα ἤθη ὁποῖ’ ἄττ’ ἂν καὶ
                            μεμελετηκυῖαι τύχωσιν ἐν τῷ βίῳ. <milestone ed="P" unit="para"/>τὰ ποῖα
                            δὴ ταῦτα λέγεις, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>; <milestone ed="P" unit="para"/>οἷον τοὺς μὲν
                            γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ
                            διηυλαβημένους εἰς τὰ τῶν ὄνων γένη <milestone unit="page" resp="Stephanus" n="82"/>
                         
                <milestone unit="section" resp="Stephanus" n="82a"/>
                    
                        
                        καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="82"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                ἢ οὐκ οἴει; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν εἰκὸς λέγεις. <milestone ed="P" unit="para"/>τοὺς δέ γε ἀδικίας τε καὶ τυραννίδας καὶ ἁρπαγὰς
                            προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη·  ἢ ποῖ
                            ἂν ἄλλοσέ φαμεν τὰς τοιαύτας ἰέναι; <milestone ed="P" unit="para"/>ἀμέλει, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, εἰς τὰ τοιαῦτα. <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, δῆλα δὴ καὶ τἆλλα ᾗ ἂν ἕκαστα ἴοι κατὰ τὰς αὐτῶν
                            ὁμοιότητας τῆς μελέτης; <milestone ed="P" unit="para"/>δῆλον δή, ἔφη· 
                            πῶς δ’ οὔ; <milestone ed="P" unit="para"/>οὐκοῦν εὐδαιμονέστατοι, ἔφη,
                            καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ
                            πολιτικὴν 
                <milestone unit="section" resp="Stephanus" n="82b"/>
                    
                        
                        ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ
                            ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; <milestone ed="P" unit="para"/>πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; <milestone ed="P" unit="para"/>ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι
                            πολιτικὸν καὶ ἥμερον γένος, ἤ που μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, καὶ εἰς
                            ταὐτόν γε πάλιν τὸ ἀνθρώπινον γένος, καὶ γίγνεσθαι ἐξ αὐτῶν ἄνδρας
                            μετρίους. <milestone ed="P" unit="para"/>εἰκός. <milestone ed="P" unit="para"/>εἰς δέ γε θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="82c"/>
                    
                        
                        καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἀλλ’ ἢ τῷ φιλομαθεῖ. ἀλλὰ τούτων
                            ἕνεκα, ὦ ἑταῖρε <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, οἱ ὀρθῶς
                            φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ
                            οὐ παραδιδόασιν αὐταῖς ἑαυτούς, οὔ τι οἰκοφθορίαν τε καὶ πενίαν
                            φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρήματοι·  οὐδὲ αὖ ἀτιμίαν τε καὶ
                            ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ φιλότιμοι, ἔπειτα
                            ἀπέχονται αὐτῶν. <milestone ed="P" unit="para"/>οὐ γὰρ ἂν πρέποι, ἔφη, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                    
                
                <milestone unit="section" resp="Stephanus" n="82d"/>
                     <milestone ed="P" unit="para"/>οὐ μέντοι μὰ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἦ δ’ ὅς. τοιγάρτοι τούτοις μὲν ἅπασιν, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἐκεῖνοι οἷς
                            τι μέλει τῆς ἑαυτῶν ψυχῆς ἀλλὰ μὴ σώματι πλάττοντες ζῶσι, χαίρειν
                            εἰπόντες, οὐ κατὰ ταὐτὰ πορεύονται αὐτοῖς ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται,
                            αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης
                            λύσει τε καὶ καθαρμῷ ταύτῃ δὴ τρέπονται ἐκείνῃ ἑπόμενοι, ᾗ ἐκείνη
                            ὑφηγεῖται. <milestone ed="P" unit="para"/>πῶς, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>;
                                <milestone ed="P" unit="para"/>ἐγὼ ἐρῶ, ἔφη. γιγνώσκουσι γάρ, ἦ δ᾽
                            ὅς, οἱ φιλομαθεῖς
                        <milestone unit="section" resp="Stephanus" n="82e"/>
                    ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ
                            σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ διὰ εἱργμοῦ διὰ
                            τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν δι’  αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ
                            κυλινδουμένην, καὶ τοῦ εἱργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’  ἐπιθυμίας
                            ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος συλλήπτωρ <milestone unit="page" resp="Stephanus" n="83"/><milestone unit="section" resp="Stephanus" n="83a"/>
                     εἴη τοῦ δεδέσθαι,</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>