<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:79-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:79-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="79"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="79"/><milestone unit="section" resp="Stephanus" n="79a"/><milestone ed="P" unit="para"/>οὐκοῦν τούτων μὲν κἂν ἅψαιο κἂν ἴδοις κἂν
                            ταῖς ἄλλαις αἰσθήσεσιν αἴσθοιο, τῶν δὲ κατὰ ταὐτὰ ἐχόντων οὐκ ἔστιν ὅτῳ
                            ποτ’ ἂν ἄλλῳ ἐπιλάβοιο ἢ τῷ τῆς διανοίας λογισμῷ, ἀλλ’ ἔστιν ἀιδῆ τὰ
                            τοιαῦτα καὶ οὐχ ὁρατά; <milestone ed="P" unit="para"/>παντάπασιν, ἔφη,
                            ἀληθῆ λέγεις. <milestone ed="P" unit="para"/>θῶμεν οὖν βούλει, ἔφη, δύο
                            εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀιδές; <milestone ed="P" unit="para"/>θῶμεν, ἔφη. <milestone ed="P" unit="para"/>καὶ τὸ μὲν
                            ἀιδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; <milestone ed="P" unit="para"/>καὶ τοῦτο, ἔφη, θῶμεν. 
                <milestone unit="section" resp="Stephanus" n="79b"/>
                 <milestone ed="P" unit="para"/>φέρε δή, ἦ δ’ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ
                            μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; <milestone ed="P" unit="para"/>οὐδὲν ἄλλο,
                            ἔφη. <milestone ed="P" unit="para"/>ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν
                            ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; <milestone ed="P" unit="para"/>παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ. <milestone ed="P" unit="para"/>τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀιδές; <milestone ed="P" unit="para"/>οὐχ ὑπ’ ἀνθρώπων γε, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἔφη.
                                <milestone ed="P" unit="para"/>ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ
                            τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν·  ἢ ἄλλῃ τινὶ οἴει; <milestone ed="P" unit="para"/>τῇ τῶν ἀνθρώπων. <milestone ed="P" unit="para"/>τί οὖν
                            περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; <milestone ed="P" unit="para"/>οὐχ ὁρατόν. <milestone ed="P" unit="para"/>ἀιδὲς ἄρα;
                                <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστιν τῷ ἀιδεῖ, τὸ δὲ τῷ ὁρατῷ. <milestone unit="section" n="79c"/>
                            <milestone ed="P" unit="para"/>πᾶσα ἀνάγκη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ
                            ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν ἢ
                            διὰ τοῦ ἀκούειν ἢ δι’  ἄλλης τινὸς αἰσθήσεως — τοῦτο γάρ ἐστιν τὸ διὰ τοῦ
                            σώματος, τὸ δι’  αἰσθήσεως σκοπεῖν τι — τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος
                            εἰς τὰ οὐδέποτε κατὰ ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ
                            εἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη; <milestone ed="P" unit="para"/>πάνυ γε.
                        <milestone unit="section" resp="Stephanus" n="79d"/>
                     <milestone ed="P" unit="para"/>ὅταν δέ γε αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε
                            οἴχεται εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ
                            ὡς συγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθ᾽
                            αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα
                            ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη·  καὶ τοῦτο αὐτῆς τὸ
                            πάθημα φρόνησις κέκληται; <milestone ed="P" unit="para"/>παντάπασιν,
                            ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ
                            ἐκ τῶν πρόσθεν καὶ ἐκ 
                <milestone unit="section" resp="Stephanus" n="79e"/>
                  τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον; <milestone ed="P" unit="para"/>πᾶς ἄν μοι δοκεῖ, ἦ δ’ ὅς, συγχωρῆσαι, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἐκ ταύτης τῆς μεθόδου, καὶ ὁ δυσμαθέστατος,
                            ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ
                            μή. <milestone ed="P" unit="para"/>τί δὲ τὸ σῶμα; <milestone ed="P" unit="para"/>τῷ ἑτέρῳ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="80"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ὅρα δὴ καὶ
                            τῇδε ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ <milestone unit="page" resp="Stephanus" n="80"/>
              <milestone unit="section" resp="Stephanus" n="80a"/>
                σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ
                            δεσπόζειν·  καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι καὶ
                            πότερον τῷ θνητῷ; ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ
                            ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν;
                                <milestone ed="P" unit="para"/>ἔμοιγε. <milestone ed="P" unit="para"/>ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικεν; <milestone ed="P" unit="para"/>δῆλα δή, ὦ
                                <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ.
                                <milestone ed="P" unit="para"/>σκόπει δή, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, εἰ ἐκ πάντων
                            τῶν εἰρημένων 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="80b"/>
                    
                        
                        τάδε ἡμῖν συμβαίνει, τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ
                            ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχή,
                            τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ πολυειδεῖ καὶ ἀνοήτῳ καὶ διαλυτῷ καὶ
                            μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι σῶμα. ἔχομέν τι
                            παρὰ ταῦτα ἄλλο λέγειν, ὦ φίλε <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ᾗ οὐχ οὕτως
                            ἔχει; <milestone ed="P" unit="para"/>οὐκ ἔχομεν. <milestone ed="P" unit="para"/>τί οὖν; τούτων οὕτως ἐχόντων ἆρ’ οὐχὶ σώματι μὲν ταχὺ
                            διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι
                            τούτου; 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="80c"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>πῶς γὰρ οὔ; <milestone ed="P" unit="para"/>ἐννοεῖς οὖν, ἔφη, ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ
                            σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾧ προσήκει διαλύεσθαι
                            καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ᾽
                            ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον, ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα
                            τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα·  συμπεσὸν γὰρ τὸ σῶμα καὶ
                            ταριχευθέν, ὥσπερ οἱ ἐν <placeName key="0093994:*ai)/guptos:place:masc:dat 0093994:*ai)/guptos:place:fem:dat 0003738:*ai)/guptos:person:masc:dat 0003738:*ai)/guptos:person:fem:dat">Αἰγύπτῳ</placeName> ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον
                            χρόνον, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="80d"/>
                    
                        
                        ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἂν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα
                            πάντα, ὅμως ὡς ἔπος εἰπεῖν ἀθάνατά ἐστιν·  ἢ οὔ; <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>ἡ δὲ ψυχὴ ἄρα, τὸ
                            ἀιδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ
                            ἀιδῆ, εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ,
                            ἂν θεὸς θέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη
                            καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ
                            ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="80e"/>
                    
                        
                        ἄνθρωποι; πολλοῦ γε δεῖ, ὦ φίλε <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> τε καὶ
                                <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, ἀλλὰ πολλῷ μᾶλλον ὧδ’ ἔχει·  ἐὰν μὲν καθαρὰ
                            ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ
                            ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ καὶ συνηθροισμένη αὐτὴ εἰς
                            ἑαυτήν, ἅτε μελετῶσα ἀεὶ τοῦτο — τὸ δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς
                            φιλοσοφοῦσα καὶ τῷ ὄντι <milestone unit="page" resp="Stephanus" n="81"/>
                       <milestone unit="section" resp="Stephanus" n="81a"/>
                     τεθνάναι μελετῶσα ῥᾳδίως·  ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>