<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:77-78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:77-78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="77"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ὑπερφυῶς, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἔφη ὁ
                                <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, δοκεῖ μοι ἡ αὐτὴ ἀνάγκη εἶναι, καὶ εἰς καλόν γε
                            καταφεύγει ὁ λόγος εἰς <milestone unit="page" resp="Stephanus" n="77"/>
                         <milestone unit="section" resp="Stephanus" n="77a"/>
                     τὸ ὁμοίως εἶναι τήν τε ψυχὴν ἡμῶν πρὶν γενέσθαι ἡμᾶς καὶ τὴν οὐσίαν ἣν σὺ
                            νῦν λέγεις. οὐ γὰρ ἔχω ἔγωγε οὐδὲν οὕτω μοι ἐναργὲς ὂν ὡς τοῦτο, τὸ
                            πάντα τὰ τοιαῦτ’ εἶναι ὡς οἷόν τε μάλιστα, καλόν τε καὶ ἀγαθὸν καὶ τἆλλα
                            πάντα ἃ σὺ νυνδὴ ἔλεγες·  καὶ ἔμοιγε δοκεῖ ἱκανῶς ἀποδέδεικται.
                                <milestone ed="P" unit="para"/>τί δὲ δὴ <persName key="0006391:*ke/bhs:person:masc:dat">Κέβητι</persName>; ἔφη ὁ
                                <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>· δεῖ γὰρ καὶ <persName key="0006391:*ke/bhs:person:masc:acc">Κέβητα</persName> πείθειν.
                                <milestone ed="P" unit="para"/>ἱκανῶς, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, ὡς ἔγωγε
                            οἶμαι·  καίτοι καρτερώτατος ἀνθρώπων ἐστὶν πρὸς τὸ ἀπιστεῖν τοῖς λόγοις.
                            ἀλλ’ οἶμαι οὐκ ἐνδεῶς τοῦτο πεπεῖσθαι αὐτόν, ὅτι πρὶν γενέσθαι 
                 <milestone unit="section" resp="Stephanus" n="77b"/>
                     ἡμᾶς ἦν ἡμῶν ἡ ψυχή·  εἰ μέντοι καὶ ἐπειδὰν ἀποθάνωμεν ἔτι ἔσται, οὐδὲ
                            αὐτῷ μοι δοκεῖ, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                            ἀποδεδεῖχθαι, ἀλλ’ ἔτι ἐνέστηκεν ὃ νυνδὴ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> ἔλεγε, τὸ τῶν
                            πολλῶν, ὅπως μὴ ἅμα ἀποθνῄσκοντος τοῦ ἀνθρώπου διασκεδάννυται ἡ ψυχὴ καὶ
                            αὐτῇ τοῦ εἶναι τοῦτο τέλος ᾖ. τί γὰρ κωλύει γίγνεσθαι μὲν αὐτὴν καὶ
                            συνίστασθαι ἄλλοθέν ποθεν καὶ εἶναι πρὶν καὶ εἰς ἀνθρώπειον σῶμα
                            ἀφικέσθαι, ἐπειδὰν δὲ ἀφίκηται καὶ ἀπαλλάττηται τούτου, τότε καὶ αὐτὴν
                            τελευτᾶν καὶ διαφθείρεσθαι; 
                <milestone unit="section" resp="Stephanus" n="77c"/>
                        <milestone ed="P" unit="para"/>εὖ λέγεις, ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>. φαίνεται γὰρ
                            ὥσπερ ἥμισυ ἀποδεδεῖχθαι οὗ δεῖ, ὅτι πρὶν γενέσθαι ἡμᾶς ἦν ἡμῶν ἡ ψυχή,
                            δεῖ δὲ προσαποδεῖξαι ὅτι καὶ ἐπειδὰν ἀποθάνωμεν οὐδὲν ἧττον ἔσται ἢ πρὶν
                            γενέσθαι, εἰ μέλλει τέλος ἡ ἀπόδειξις ἕξειν. <milestone ed="P" unit="para"/>ἀποδέδεικται μέν, ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, καὶ νῦν, εἰ ᾽θέλετε συνθεῖναι τοῦτόν τε τὸν
                            λόγον εἰς ταὐτὸν καὶ ὃν πρὸ τούτου ὡμολογήσαμεν, τὸ γίγνεσθαι πᾶν τὸ ζῶν
                            ἐκ τοῦ τεθνεῶτος. εἰ γὰρ ἔστιν μὲν 
                <milestone unit="section" resp="Stephanus" n="77d"/>
                    
                        
                        ἡ ψυχὴ καὶ πρότερον, ἀνάγκη δὲ αὐτῇ εἰς τὸ ζῆν ἰούσῃ τε καὶ γιγνομένῃ
                            μηδαμόθεν ἄλλοθεν ἢ ἐκ θανάτου καὶ τοῦ τεθνάναι γίγνεσθαι, πῶς οὐκ
                            ἀνάγκη αὐτὴν καὶ ἐπειδὰν ἀποθάνῃ εἶναι, ἐπειδή γε δεῖ αὖθις αὐτὴν
                            γίγνεσθαι; ἀποδέδεικται μὲν οὖν ὅπερ λέγετε καὶ νῦν. ὅμως δέ μοι δοκεῖς
                            σύ τε καὶ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> ἡδέως ἂν καὶ τοῦτον διαπραγματεύσασθαι τὸν λόγον
                            ἔτι μᾶλλον, καὶ δεδιέναι τὸ τῶν παίδων, μὴ ὡς ἀληθῶς ὁ ἄνεμος αὐτὴν
                            ἐκβαίνουσαν ἐκ τοῦ σώματος διαφυσᾷ 
                <milestone unit="section" resp="Stephanus" n="77e"/>
                  καὶ διασκεδάννυσιν, ἄλλως τε καὶ ὅταν τύχῃ τις μὴ ἐν νηνεμίᾳ ἀλλ’ ἐν
                            μεγάλῳ τινὶ πνεύματι ἀποθνῄσκων. <milestone ed="P" unit="para"/>καὶ ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>
                            ἐπιγελάσας, ὡς δεδιότων, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, πειρῶ
                            ἀναπείθειν·  μᾶλλον δὲ μὴ ὡς ἡμῶν δεδιότων, ἀλλ’ ἴσως ἔνι τις καὶ ἐν ἡμῖν
                            παῖς ὅστις τὰ τοιαῦτα φοβεῖται. τοῦτον οὖν πειρῶ μεταπείθειν μὴ δεδιέναι
                            τὸν θάνατον ὥσπερ τὰ μορμολύκεια. <milestone ed="P" unit="para"/>ἀλλὰ
                            χρή, ἔφη ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἐπᾴδειν αὐτῷ ἑκάστης ἡμέρας ἕως ἂν ἐξεπᾴσητε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="78"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone unit="page" resp="Stephanus" n="78"/><milestone unit="section" resp="Stephanus" n="78a"/><milestone ed="P" unit="para"/>πόθεν οὖν, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, τῶν
                            τοιούτων ἀγαθὸν ἐπῳδὸν ληψόμεθα, ἐπειδὴ σύ, ἔφη, ἡμᾶς ἀπολείπεις;
                                <milestone ed="P" unit="para"/>πολλὴ μὲν ἡ <placeName key="0060238:*(ella/s:place:fem:nom">Ἑλλάς</placeName>, ἔφη, ὦ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἐν
                            ᾗ ἔνεισί που ἀγαθοὶ ἄνδρες, πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη, οὓς
                            πάντας χρὴ διερευνᾶσθαι ζητοῦντας τοιοῦτον ἐπῳδόν, μήτε χρημάτων
                            φειδομένους μήτε πόνων, ὡς οὐκ ἔστιν εἰς ὅτι ἂν εὐκαιρότερον ἀναλίσκοιτε
                            χρήματα. ζητεῖν δὲ χρὴ καὶ αὐτοὺς μετ’ ἀλλήλων·  ἴσως γὰρ ἂν οὐδὲ ῥᾳδίως
                            εὕροιτε μᾶλλον ὑμῶν δυναμένους τοῦτο ποιεῖν. <milestone ed="P" unit="para"/>ἀλλὰ ταῦτα μὲν δή, ἔφη, ὑπάρξει, ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>· ὅθεν δὲ 
                
                <milestone unit="section" resp="Stephanus" n="78b"/>
                    
                        
                        ἀπελίπομεν ἐπανέλθωμεν, εἴ σοι ἡδομένῳ ἐστίν. <milestone ed="P" unit="para"/>ἀλλὰ μὴν ἡδομένῳ γε·  πῶς γὰρ οὐ μέλλει; <milestone ed="P" unit="para"/>καλῶς, ἔφη, λέγεις. <milestone ed="P" unit="para"/>οὐκοῦν τοιόνδε τι, ἦ δ’ ὃς ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, δεῖ ἡμᾶς ἀνερέσθαι ἑαυτούς, τῷ ποίῳ τινὶ ἄρα
                            προσήκει τοῦτο τὸ πάθος πάσχειν, τὸ διασκεδάννυσθαι, καὶ ὑπὲρ τοῦ ποίου
                            τινὸς δεδιέναι μὴ πάθῃ αὐτό, καὶ τῷ ποίῳ τινὶ <add>οὔ</add>· καὶ μετὰ
                            τοῦτο αὖ ἐπισκέψασθαι πότερον <del status="unremarkable">ἡ</del> ψυχή
                            ἐστιν, καὶ ἐκ τούτων θαρρεῖν ἢ δεδιέναι ὑπὲρ τῆς ἡμετέρας ψυχῆς;
                                <milestone ed="P" unit="para"/>ἀληθῆ, ἔφη, λέγεις. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="78c"/>
                    
                        
                        
                            <milestone ed="P" unit="para"/>ἆρ’ οὖν τῷ μὲν συντεθέντι τε καὶ συνθέτῳ
                            ὄντι φύσει προσήκει τοῦτο πάσχειν, διαιρεθῆναι ταύτῃ ᾗπερ συνετέθη·  εἰ
                            δέ τι τυγχάνει ὂν ἀσύνθετον, τούτῳ μόνῳ προσήκει μὴ πάσχειν ταῦτα, εἴπερ
                            τῳ ἄλλῳ; <milestone ed="P" unit="para"/>δοκεῖ μοι, ἔφη, οὕτως ἔχειν, ὁ
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                                <milestone ed="P" unit="para"/>οὐκοῦν ἅπερ ἀεὶ κατὰ ταὐτὰ καὶ
                            ὡσαύτως ἔχει, ταῦτα μάλιστα εἰκὸς εἶναι τὰ ἀσύνθετα, τὰ δὲ ἄλλοτ’ ἄλλως
                            καὶ μηδέποτε κατὰ ταὐτά, ταῦτα δὲ σύνθετα; <milestone ed="P" unit="para"/>ἔμοιγε δοκεῖ οὕτως. <milestone ed="P" unit="para"/>ἴωμεν δή, ἔφη, ἐπὶ
                            ταὐτὰ ἐφ’ ἅπερ ἐν τῷ ἔμπροσθεν
                    
                
                <milestone unit="section" resp="Stephanus" n="78d"/>
                    
                        
                        λόγῳ. αὐτὴ ἡ οὐσία ἧς λόγον δίδομεν τοῦ εἶναι καὶ ἐρωτῶντες καὶ
                            ἀποκρινόμενοι, πότερον ὡσαύτως ἀεὶ ἔχει κατὰ ταὐτὰ ἢ ἄλλοτ’ ἄλλως; αὐτὸ
                            τὸ ἴσον, αὐτὸ τὸ καλόν, αὐτὸ ἕκαστον ὃ ἔστιν, τὸ ὄν, μή ποτε μεταβολὴν
                            καὶ ἡντινοῦν ἐνδέχεται; ἢ ἀεὶ αὐτῶν ἕκαστον ὃ ἔστι, μονοειδὲς ὂν αὐτὸ
                            καθ’ αὑτό, ὡσαύτως κατὰ ταὐτὰ ἔχει καὶ οὐδέποτε οὐδαμῇ οὐδαμῶς ἀλλοίωσιν
                            οὐδεμίαν ἐνδέχεται; <milestone ed="P" unit="para"/>ὡσαύτως, ἔφη, ἀνάγκη,
                            ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, κατὰ
                            ταὐτὰ ἔχειν, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>. <milestone ed="P" unit="para"/>τί δὲ τῶν
                            πολλῶν καλῶν, οἷον ἀνθρώπων ἢ ἵππων ἢ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="78e"/>
                    
                        
                        ἱματίων ἢ ἄλλων ὡντινωνοῦν τοιούτων, ἢ ἴσων <del status="unremarkable">ἢ
                                καλῶν</del> ἢ πάντων τῶν ἐκείνοις ὁμωνύμων; ἆρα κατὰ ταὐτὰ ἔχει, ἢ
                            πᾶν τοὐναντίον ἐκείνοις οὔτε αὐτὰ αὑτοῖς οὔτε ἀλλήλοις οὐδέποτε ὡς ἔπος
                            εἰπεῖν οὐδαμῶς κατὰ ταὐτά; <milestone ed="P" unit="para"/>οὕτως αὖ, ἔφη
                            ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>,
                            ταῦτα·  οὐδέποτε ὡσαύτως ἔχει.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>