<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:71-72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:71-72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="71"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐκοῦν κἂν
                            ἔλαττον γίγνηται, ἐκ μείζονος ὄντος πρότερον <milestone unit="page" resp="Stephanus" n="71"/>
                 <milestone unit="section" resp="Stephanus" n="71a"/>
                         ὕστερον ἔλαττον γενήσεται; <milestone ed="P" unit="para"/>ἔστιν οὕτω,
                            ἔφη. <milestone ed="P" unit="para"/>καὶ μὴν ἐξ ἰσχυροτέρου γε τὸ
                            ἀσθενέστερον καὶ ἐκ βραδυτέρου τὸ θᾶττον; <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>τί δέ; ἄν τι χεῖρον γίγνηται,
                            οὐκ ἐξ ἀμείνονος, καὶ ἂν δικαιότερον, ἐξ ἀδικωτέρου; <milestone ed="P" unit="para"/>πῶς γὰρ οὔ; <milestone ed="P" unit="para"/>ἱκανῶς οὖν,
                            ἔφη, ἔχομεν τοῦτο, ὅτι πάντα οὕτω γίγνεται, ἐξ ἐναντίων τὰ ἐναντία
                            πράγματα; <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>τί δ’ αὖ; ἔστι τι καὶ τοιόνδε ἐν αὐτοῖς, οἷον μεταξὺ
                            ἀμφοτέρων πάντων τῶν ἐναντίων δυοῖν ὄντοιν δύο γενέσεις, 
                <milestone unit="section" resp="Stephanus" n="71b"/>
                        ἀπὸ μὲν τοῦ ἑτέρου ἐπὶ τὸ ἕτερον, ἀπὸ δ’ αὖ τοῦ ἑτέρου πάλιν ἐπὶ τὸ
                            ἕτερον·  μείζονος μὲν πράγματος καὶ ἐλάττονος μεταξὺ αὔξησις καὶ φθίσις,
                            καὶ καλοῦμεν οὕτω τὸ μὲν αὐξάνεσθαι, τὸ δὲ φθίνειν; <milestone ed="P" unit="para"/>ναί, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν καὶ
                            διακρίνεσθαι καὶ συγκρίνεσθαι, καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι, καὶ πάντα
                            οὕτω, κἂν εἰ μὴ χρώμεθα τοῖς ὀνόμασιν ἐνιαχοῦ, ἀλλ’ ἔργῳ γοῦν πανταχοῦ
                            οὕτως ἔχειν ἀναγκαῖον, γίγνεσθαί τε αὐτὰ ἐξ ἀλλήλων γένεσίν τε εἶναι
                            ἑκατέρου εἰς ἄλληλα; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἦ δ᾽
                            ὅς. <milestone unit="section" resp="Stephanus" n="71c"/>
                            <milestone ed="P" unit="para"/>τί οὖν; ἔφη, τῷ ζῆν ἐστί τι ἐναντίον,
                            ὥσπερ τῷ ἐγρηγορέναι τὸ καθεύδειν; <milestone ed="P" unit="para"/>πάνυ
                            μὲν οὖν, ἔφη. <milestone ed="P" unit="para"/>τί; <milestone ed="P" unit="para"/>τὸ τεθνάναι, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν
                            ἐξ ἀλλήλων τε γίγνεται ταῦτα, εἴπερ ἐναντία ἐστιν, καὶ αἱ γενέσεις εἰσὶν
                            αὐτοῖν μεταξὺ δύο δυοῖν ὄντοιν; <milestone ed="P" unit="para"/>πῶς γὰρ
                            οὔ; <milestone ed="P" unit="para"/>τὴν μὲν τοίνυν ἑτέραν συζυγίαν ὧν
                            νυνδὴ ἔλεγον ἐγώ σοι, ἔφη, ἐρῶ, ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, καὶ αὐτὴν καὶ τὰς γενέσεις·  σὺ δέ μοι τὴν
                            ἑτέραν. λέγω δὲ τὸ μὲν καθεύδειν, τὸ δὲ ἐγρηγορέναι, καὶ ἐκ τοῦ
                            καθεύδειν τὸ ἐγρηγορέναι γίγνεσθαι καὶ 
                 <milestone unit="section" resp="Stephanus" n="71d"/>
                         ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν, καὶ τὰς γενέσεις αὐτοῖν τὴν μὲν
                            καταδαρθάνειν εἶναι, τὴν δ’ ἀνεγείρεσθαι. ἱκανῶς σοι, ἔφη, ἢ οὔ;
                                <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν. <milestone ed="P" unit="para"/>λέγε δή μοι καὶ σύ, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου.
                            οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι; <milestone ed="P" unit="para"/>ἔγωγε. <milestone ed="P" unit="para"/>γίγνεσθαι δὲ ἐξ
                            ἀλλήλων; <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον; <milestone ed="P" unit="para"/>τὸ τεθνηκός, ἔφη. <milestone ed="P" unit="para"/>τί δέ,
                            ἦ δ’ ὅς, ἐκ τοῦ τεθνεῶτος; <milestone ed="P" unit="para"/>ἀναγκαῖον,
                            ἔφη, ὁμολογεῖν ὅτι τὸ ζῶν. <milestone ed="P" unit="para"/>ἐκ τῶν
                            τεθνεώτων ἄρα, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται; <milestone unit="section" n="71e"/>
                            <milestone ed="P" unit="para"/>φαίνεται, ἔφη. <milestone ed="P" unit="para"/>εἰσὶν ἄρα, ἔφη, αἱ ψυχαὶ ἡμῶν ἐν <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>. <milestone ed="P" unit="para"/>ἔοικεν. <milestone ed="P" unit="para"/>οὐκοῦν
                            καὶ τοῖν γενεσέοιν τοῖν περὶ ταῦτα ἥ γ’ ἑτέρα σαφὴς οὖσα τυγχάνει; τὸ
                            γὰρ ἀποθνῄσκειν σαφὲς δήπου, ἢ οὔ; <milestone ed="P" unit="para"/>πάνυ
                            μὲν οὖν, ἔφη. <milestone ed="P" unit="para"/>πῶς οὖν, ἦ δ’ ὅς,
                            ποιήσομεν; οὐκ ἀνταποδώσομεν τὴν ἐναντίαν γένεσιν, ἀλλὰ ταύτῃ χωλὴ ἔσται
                            ἡ φύσις; ἢ ἀνάγκη ἀποδοῦναι τῷ ἀποθνῄσκειν ἐναντίαν τινὰ γένεσιν;
                                <milestone ed="P" unit="para"/>πάντως που, ἔφη. <milestone ed="P" unit="para"/>τίνα ταύτην; <milestone ed="P" unit="para"/>τὸ
                            ἀναβιώσκεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="72"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, εἴπερ
                            ἔστι τὸ ἀναβιώσκεσθαι, ἐκ τῶν <milestone unit="page" resp="Stephanus" n="72"/>
                        <milestone unit="section" resp="Stephanus" n="72a"/>
                     τεθνεώτων ἂν εἴη γένεσις εἰς τοὺς ζῶντας αὕτη, τὸ ἀναβιώσκεσθαι;
                                <milestone ed="P" unit="para"/>πάνυ γε. <milestone ed="P" unit="para"/>ὁμολογεῖται ἄρα ἡμῖν καὶ ταύτῃ τοὺς ζῶντας ἐκ τῶν
                            τεθνεώτων γεγονέναι οὐδὲν ἧττον ἢ τοὺς τεθνεῶτας ἐκ τῶν ζώντων, τούτου
                            δὲ ὄντος ἱκανόν που ἐδόκει τεκμήριον εἶναι ὅτι ἀναγκαῖον τὰς τῶν
                            τεθνεώτων ψυχὰς εἶναί που, ὅθεν δὴ πάλιν γίγνεσθαι. <milestone ed="P" unit="para"/>δοκεῖ μοι, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἐκ τῶν
                            ὡμολογημένων ἀναγκαῖον οὕτως ἔχειν. <milestone ed="P" unit="para"/>ἰδὲ
                            τοίνυν οὕτως, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὅτι οὐδ’ ἀδίκως ὡμολογήκαμεν, ὡς ἐμοὶ δοκεῖ. εἰ
                            γὰρ μὴ ἀεὶ ἀνταποδιδοίη τὰ 
                 <milestone unit="section" resp="Stephanus" n="72b"/>
                        ἕτερα τοῖς ἑτέροις γιγνόμενα, ὡσπερεὶ κύκλῳ περιιόντα, ἀλλ’ εὐθεῖά τις
                            εἴη ἡ γένεσις ἐκ τοῦ ἑτέρου μόνον εἰς τὸ καταντικρὺ καὶ μὴ ἀνακάμπτοι
                            πάλιν ἐπὶ τὸ ἕτερον μηδὲ καμπὴν ποιοῖτο, οἶσθ’ ὅτι πάντα τελευτῶντα τὸ
                            αὐτὸ σχῆμα ἂν σχοίη καὶ τὸ αὐτὸ πάθος ἂν πάθοι καὶ παύσαιτο γιγνόμενα;
                                <milestone ed="P" unit="para"/>πῶς λέγεις; ἔφη. <milestone ed="P" unit="para"/>οὐδὲν χαλεπόν, ἦ δ’ ὅς, ἐννοῆσαι ὃ λέγω·  ἀλλ’ οἷον εἰ
                            τὸ καταδαρθάνειν μὲν εἴη, τὸ δ’ ἀνεγείρεσθαι μὴ ἀνταποδιδοίη γιγνόμενον
                            ἐκ τοῦ καθεύδοντος, οἶσθ’ ὅτι τελευτῶντα πάντ’ 
                        <milestone unit="section" resp="Stephanus" n="72c"/>
                     <add>ἂν</add> λῆρον τὸν <persName key="0003870:*)endumi/wn:person:masc:acc">Ἐνδυμίωνα</persName>
                            ἀποδείξειεν καὶ οὐδαμοῦ ἂν φαίνοιτο διὰ τὸ καὶ τἆλλα πάντα ταὐτὸν ἐκείνῳ
                            πεπονθέναι, καθεύδειν. κἂν εἰ συγκρίνοιτο μὲν πάντα, διακρίνοιτο δὲ μή,
                            ταχὺ ἂν τὸ τοῦ <persName key="0006619:*)anacago/ras:person:masc:gen">Ἀναξαγόρου</persName> γεγονὸς εἴη, <q>ὁμοῦ πάντα
                                χρήματα.</q> ὡσαύτως δέ, ὦ φίλε <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, καὶ εἰ
                            ἀποθνῄσκοι μὲν πάντα ὅσα τοῦ ζῆν μεταλάβοι, ἐπειδὴ δὲ ἀποθάνοι, μένοι ἐν
                            τούτῳ τῷ σχήματι τὰ τεθνεῶτα καὶ μὴ πάλιν ἀναβιώσκοιτο, ἆρ’ οὐ πολλὴ
                            ἀνάγκη τελευτῶντα πάντα <milestone unit="section" resp="Stephanus" n="72d"/>
                    
                        
                        τεθνάναι καὶ μηδὲν ζῆν; εἰ γὰρ ἐκ μὲν τῶν ἄλλων τὰ ζῶντα γίγνοιτο, τὰ δὲ
                            ζῶντα θνῄσκοι, τίς μηχανὴ μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι;
                                <milestone ed="P" unit="para"/>οὐδὲ μία μοι δοκεῖ, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, ἀλλά
                            μοι δοκεῖς παντάπασιν ἀληθῆ λέγειν. <milestone ed="P" unit="para"/>ἔστιν
                            γάρ, ἔφη, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ὡς ἐμοὶ δοκεῖ, παντὸς μᾶλλον οὕτω, καὶ ἡμεῖς αὐτὰ
                            ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν, ἀλλ’ ἔστι τῷ ὄντι καὶ τὸ
                            ἀναβιώσκεσθαι καὶ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίγνεσθαι καὶ τὰς τῶν
                            τεθνεώτων ψυχὰς 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="72e"/>
                    
                        
                        εἶναι <del status="unremarkable">καὶ ταῖς μέν γε ἀγαθαῖς ἄμεινον εἶναι,
                                ταῖς δὲ κακαῖς κάκιον</del>. <milestone ed="P" unit="para"/>καὶ μήν,
                            ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>
                            ὑπολαβών, καὶ κατ’ ἐκεῖνόν γε τὸν λόγον, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, εἰ
                            ἀληθής ἐστιν, ὃν σὺ εἴωθας θαμὰ λέγειν, ὅτι ἡμῖν ἡ μάθησις οὐκ ἄλλο τι ἢ
                            ἀνάμνησις τυγχάνει οὖσα, καὶ κατὰ τοῦτον ἀνάγκη που ἡμᾶς ἐν προτέρῳ τινὶ
                            χρόνῳ μεμαθηκέναι ἃ νῦν ἀναμιμνῃσκόμεθα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>