<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:69-70</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:69-70</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="69"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label>
                        καίτοι καλοῦσί γε ἀκολασίαν <milestone unit="page" resp="Stephanus" n="69"/>
                <milestone unit="section" resp="Stephanus" n="69a"/>
                        τὸ ὑπὸ τῶν ἡδονῶν ἄρχεσθαι, ἀλλ’ ὅμως συμβαίνει αὐτοῖς κρατουμένοις ὑφ᾽
                            ἡδονῶν κρατεῖν ἄλλων ἡδονῶν. τοῦτο δ’ ὅμοιόν ἐστιν ᾧ νυνδὴ ἐλέγετο, τῷ
                            τρόπον τινὰ δι’  ἀκολασίαν αὐτοὺς σεσωφρονίσθαι. <milestone ed="P" unit="para"/>ἔοικε γάρ. <milestone ed="P" unit="para"/>ὦ μακάριε
                                <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, μὴ γὰρ οὐχ αὕτη ᾖ ἡ ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή,
                            ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον
                            καταλλάττεσθαι, <del status="unremarkable">καὶ</del> μείζω πρὸς ἐλάττω
                            ὥσπερ νομίσματα, ἀλλ’ ᾖ ἐκεῖνο μόνον τὸ νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα
                            ταῦτα καταλλάττεσθαι, φρόνησις, 
                 
                <milestone unit="section" resp="Stephanus" n="69b"/>
                            <del status="unremarkable">καὶ τούτου μὲν πάντα</del> καὶ μετὰ τούτου
                                <del status="unremarkable">ὠνούμενά τε καὶ πιπρασκόμενα</del> τῷ
                            ὄντι ᾖ καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληθὴς
                            ἀρετή, μετὰ φρονήσεως, καὶ προσγιγνομένων καὶ ἀπογιγνομένων καὶ ἡδονῶν
                            καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων·  χωριζόμενα δὲ φρονήσεως
                                <del status="unremarkable">καὶ</del> ἀλλαττόμενα ἀντὶ ἀλλήλων μὴ
                            σκιαγραφία τις ᾖ ἡ τοιαύτη ἀρετὴ καὶ τῷ ὄντι ἀνδραποδώδης τε καὶ οὐδὲν
                            ὑγιὲς οὐδ’ ἀληθὲς ἔχῃ, τὸ δ’ ἀληθὲς τῷ ὄντι ᾖ 
                <milestone unit="section" resp="Stephanus" n="69c"/>
                        κάθαρσίς τις τῶν τοιούτων πάντων καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ
                            ἀνδρεία, καὶ αὐτὴ ἡ φρόνησις μὴ καθαρμός τις ᾖ. καὶ κινδυνεύουσι καὶ οἱ
                            τὰς τελετὰς ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοί τινες εἶναι, ἀλλὰ τῷ ὄντι
                            πάλαι αἰνίττεσθαι ὅτι ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> ἀφίκηται ἐν
                            βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε
                            ἀφικόμενος μετὰ θεῶν οἰκήσει. εἰσὶν γὰρ δή, <del status="unremarkable">ὥς</del> φασιν οἱ περὶ τὰς τελετάς, <q>ναρθηκοφόροι
                <milestone unit="section" resp="Stephanus" n="69d"/>
     μὲν πολλοί, βάκχοι δέ τε παῦροι· </q> οὗτοι δ’ εἰσὶν κατὰ τὴν ἐμὴν
                            δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθῶς. ὧν δὴ καὶ ἐγὼ κατά γε τὸ
                            δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ ἀλλὰ παντὶ τρόπῳ προυθυμήθην γενέσθαι· 
                            εἰ δ’ ὀρθῶς προυθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς
                            εἰσόμεθα, ἂν θεὸς ἐθέλῃ, ὀλίγον ὕστερον, ὡς ἐμοὶ δοκεῖ. ταῦτ’ οὖν ἐγώ,
                            ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἀπολογοῦμαι,
                            ὡς εἰκότως ὑμᾶς τε ἀπολείπων καὶ τοὺς ἐνθάδε δεσπότας οὐ <milestone unit="section" n="69e"/>χαλεπῶς φέρω οὐδ’ ἀγανακτῶ, ἡγούμενος κἀκεῖ
                            οὐδὲν ἧττον ἢ ἐνθάδε δεσπόταις τε ἀγαθοῖς ἐντεύξεσθαι καὶ ἑταίροις·  <del status="unremarkable">τοῖς δὲ πολλοῖς ἀπιστίαν παρέχει</del>· εἴ τι
                            οὖν ὑμῖν πιθανώτερός εἰμι ἐν τῇ ἀπολογίᾳ ἢ τοῖς <name type="ethnic" key="0360214:*)aqhnai=os:ethnic:masc/neut:gen 0360214:*)aqhnai=os:ethnic:fem:gen 0017075:*)aqh/naios:group:masc:gen 0000001:*)aqh/naion:noclass:neut:gen 0000001:*)aqh/naia:noclass:neut:gen">Ἀθηναίων</name> δικασταῖς, εὖ ἂν ἔχοι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="70"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>εἰπόντος δὴ τοῦ <persName key="0048728:*swkra/ths:person:masc:gen">Σωκράτους</persName> ταῦτα,
                            ὑπολαβὼν ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> ἔφη·  ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, τὰ μὲν
                            ἄλλα ἔμοιγε δοκεῖ καλῶς λέγεσθαι, <milestone unit="page" resp="Stephanus" n="70"/>
                <milestone unit="section" resp="Stephanus" n="70a"/>
                         τὰ δὲ περὶ τῆς ψυχῆς πολλὴν ἀπιστίαν παρέχει τοῖς ἀνθρώποις μή, ἐπειδὰν
                            ἀπαλλαγῇ τοῦ σώματος, οὐδαμοῦ ἔτι ᾖ, ἀλλ’ ἐκείνῃ τῇ ἡμέρᾳ διαφθείρηταί
                            τε καὶ ἀπολλύηται ᾗ ἂν ὁ ἄνθρωπος ἀποθνῄσκῃ, εὐθὺς ἀπαλλαττομένη τοῦ
                            σώματος, καὶ ἐκβαίνουσα ὥσπερ πνεῦμα ἢ καπνὸς διασκεδασθεῖσα οἴχηται
                            διαπτομένη καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ. ἐπεί, εἴπερ εἴη που αὐτὴ καθ’ αὑτὴν
                            συνηθροισμένη καὶ ἀπηλλαγμένη τούτων τῶν κακῶν ὧν σὺ νυνδὴ διῆλθες,
                            πολλὴ ἂν εἴη ἐλπὶς καὶ καλή, ὦ 
                 <milestone unit="section" resp="Stephanus" n="70b"/>
                         
                            <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                            ὡς ἀληθῆ ἐστιν ἃ σὺ λέγεις·  ἀλλὰ τοῦτο δὴ ἴσως οὐκ ὀλίγης παραμυθίας
                            δεῖται καὶ πίστεως, ὡς ἔστι τε ψυχὴ ἀποθανόντος τοῦ ἀνθρώπου καί τινα
                            δύναμιν ἔχει καὶ φρόνησιν. <milestone ed="P" unit="para"/>ἀληθῆ, ἔφη,
                            λέγεις, ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>· ἀλλὰ τί δὴ
                            ποιῶμεν; ἢ περὶ αὐτῶν τούτων βούλει διαμυθολογῶμεν, εἴτε εἰκὸς οὕτως
                            ἔχειν εἴτε μή; <milestone ed="P" unit="para"/>ἐγὼ γοῦν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἡδέως ἂν
                            ἀκούσαιμι ἥντινα δόξαν ἔχεις περὶ αὐτῶν. <milestone ed="P" unit="para"/>οὔκουν γ’ ἂν οἶμαι, ἦ δ’ ὃς ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, εἰπεῖν τινα νῦν <milestone unit="section" n="70c"/>ἀκούσαντα, οὐδ’ εἰ κωμῳδοποιὸς εἴη, ὡς ἀδολεσχῶ καὶ οὐ περὶ
                            προσηκόντων τοὺς λόγους ποιοῦμαι. εἰ οὖν δοκεῖ, χρὴ διασκοπεῖσθαι.
                                <milestone ed="P" unit="para"/>σκεψώμεθα δὲ αὐτὸ τῇδέ πῃ, εἴτ’ ἄρα
                            ἐν <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>
                            εἰσὶν αἱ ψυχαὶ τελευτησάντων τῶν ἀνθρώπων εἴτε καὶ οὔ. παλαιὸς μὲν οὖν
                            ἔστι τις λόγος οὗ μεμνήμεθα, ὡς εἰσὶν ἐνθένδε ἀφικόμεναι ἐκεῖ, καὶ πάλιν
                            γε δεῦρο ἀφικνοῦνται καὶ γίγνονται ἐκ τῶν τεθνεώτων·  καὶ εἰ τοῦθ’ οὕτως
                            ἔχει, πάλιν γίγνεσθαι ἐκ τῶν ἀποθανόντων τοὺς ζῶντας, ἄλλο τι ἢ εἶεν
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="70d"/>
                    
                        
                        ἂν αἱ ψυχαὶ ἡμῶν ἐκεῖ; οὐ γὰρ ἄν που πάλιν ἐγίγνοντο μὴ οὖσαι, καὶ τοῦτο
                            ἱκανὸν τεκμήριον τοῦ ταῦτ’ εἶναι, εἰ τῷ ὄντι φανερὸν γίγνοιτο ὅτι
                            οὐδαμόθεν ἄλλοθεν γίγνονται οἱ ζῶντες ἢ ἐκ τῶν τεθνεώτων·  εἰ δὲ μὴ ἔστι
                            τοῦτο, ἄλλου ἄν του δέοι λόγου. <milestone ed="P" unit="para"/>πάνυ μὲν
                            οὖν, ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>. <milestone ed="P" unit="para"/>μὴ τοίνυν κατ᾽
                            ἀνθρώπων, ἦ δ’ ὅς, σκόπει μόνον τοῦτο, εἰ βούλει ῥᾷον μαθεῖν, ἀλλὰ καὶ
                            κατὰ ζῴων πάντων καὶ φυτῶν, καὶ συλλήβδην ὅσαπερ ἔχει γένεσιν περὶ
                            πάντων 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="70e"/>
                    
                        
                        ἴδωμεν ἆρ’ οὑτωσὶ γίγνεται πάντα, οὐκ ἄλλοθεν ἢ ἐκ τῶν ἐναντίων τὰ
                            ἐναντία, ὅσοις τυγχάνει ὂν τοιοῦτόν τι, οἷον τὸ καλὸν τῷ αἰσχρῷ ἐναντίον
                            που καὶ δίκαιον ἀδίκῳ, καὶ ἄλλα δὴ μυρία οὕτως ἔχει. τοῦτο οὖν
                            σκεψώμεθα, ἆρα ἀναγκαῖον ὅσοις ἔστι τι ἐναντίον, μηδαμόθεν ἄλλοθεν αὐτὸ
                            γίγνεσθαι ἢ ἐκ τοῦ αὐτῷ ἐναντίου. οἷον ὅταν μεῖζόν τι γίγνηται, ἀνάγκη
                            που ἐξ ἐλάττονος ὄντος πρότερον ἔπειτα μεῖζον γίγνεσθαι; <milestone ed="P" unit="para"/>ναί.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>