<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:67-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:67-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="67"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><q rend="merge">εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν
                                θάτερον, ἢ οὐδαμοῦ ἔστιν κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασιν·  τότε
  <milestone unit="page" resp="Stephanus" n="67"/>
   
                <milestone unit="section" resp="Stephanus" n="67a"/>
                         γὰρ αὐτὴ καθ’ αὑτὴν ἡ ψυχὴ ἔσται χωρὶς τοῦ σώματος, πρότερον δ’ οὔ.
                                καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι,
                                ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ
                                πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν
                                ἀπ’ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς·  καὶ οὕτω μὲν καθαροὶ
                                ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκὸς μετὰ τοιούτων
                                τε ἐσόμεθα καὶ γνωσόμεθα δι’  ἡμῶν 
                 <milestone unit="section" resp="Stephanus" n="67b"/>
                  αὐτῶν πᾶν τὸ εἰλικρινές, τοῦτο δ’ ἐστὶν ἴσως τὸ ἀληθές·  μὴ καθαρῷ γὰρ
                                καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.</q> τοιαῦτα οἶμαι, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, ἀναγκαῖον εἶναι πρὸς ἀλλήλους λέγειν τε καὶ
                            δοξάζειν πάντας τοὺς ὀρθῶς φιλομαθεῖς. ἢ οὐ δοκεῖ σοι οὕτως; <milestone ed="P" unit="para"/>παντός γε μᾶλλον, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>οὐκοῦν, ἔφη ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, εἰ ταῦτα ἀληθῆ, ὦ ἑταῖρε, πολλὴ ἐλπὶς
                            ἀφικομένῳ οἷ ἐγὼ πορεύομαι, ἐκεῖ ἱκανῶς, εἴπερ που ἄλλοθι, κτήσασθαι
                            τοῦτο οὗ ἕνεκα ἡ πολλὴ πραγματεία ἡμῖν ἐν τῷ παρελθόντι βίῳ γέγονεν,
                            ὥστε ἥ γε 
                <milestone unit="section" resp="Stephanus" n="67c"/>
                        ἀποδημία ἡ νῦν μοι προστεταγμένη μετὰ ἀγαθῆς ἐλπίδος γίγνεται καὶ ἄλλῳ
                            ἀνδρὶ ὃς ἡγεῖταί οἱ παρεσκευάσθαι τὴν διάνοιαν ὥσπερ κεκαθαρμένην.
                                <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>κάθαρσις δὲ εἶναι ἆρα οὐ τοῦτο
                            συμβαίνει, ὅπερ πάλαι ἐν τῷ λόγῳ λέγεται, τὸ χωρίζειν ὅτι μάλιστα ἀπὸ
                            τοῦ σώματος τὴν ψυχὴν καὶ ἐθίσαι αὐτὴν καθ’ αὑτὴν πανταχόθεν ἐκ τοῦ
                            σώματος συναγείρεσθαί τε καὶ ἁθροίζεσθαι, καὶ οἰκεῖν κατὰ τὸ δυνατὸν καὶ
                            ἐν τῷ νῦν παρόντι καὶ ἐν τῷ                 
                <milestone unit="section" resp="Stephanus" n="67d"/>
                        ἔπειτα μόνην καθ’ αὑτήν, ἐκλυομένην ὥσπερ <del status="unremarkable">ἐκ</del> δεσμῶν ἐκ τοῦ σώματος; <milestone ed="P" unit="para"/>πάνυ
                            μὲν οὖν, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν τοῦτό γε θάνατος
                            ὀνομάζεται, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; <milestone ed="P" unit="para"/>παντάπασί γε, ἦ δ’ ὅς. <milestone ed="P" unit="para"/>λύειν δέ γε αὐτήν, ὥς φαμεν, προθυμοῦνται ἀεὶ μάλιστα καὶ μόνοι οἱ
                            φιλοσοφοῦντες ὀρθῶς, καὶ τὸ μελέτημα αὐτὸ τοῦτό ἐστιν τῶν φιλοσόφων,
                            λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος·  ἢ οὔ; <milestone ed="P" unit="para"/>φαίνεται. <milestone ed="P" unit="para"/>οὐκοῦν, ὅπερ
                            ἐν ἀρχῇ ἔλεγον, γελοῖον ἂν εἴη ἄνδρα 
                 <milestone unit="section" resp="Stephanus" n="67e"/>
                         παρασκευάζονθ’ ἑαυτὸν ἐν τῷ βίῳ ὅτι ἐγγυτάτω ὄντα τοῦ τεθνάναι οὕτω ζῆν,
                            κἄπειθ’ ἥκοντος αὐτῷ τούτου ἀγανακτεῖν; <milestone ed="P" unit="para"/>γελοῖον·  πῶς δ’ οὔ; <milestone ed="P" unit="para"/>τῷ ὄντι ἄρα, ἔφη, ὦ
                                <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, οἱ ὀρθῶς φιλοσοφοῦντες ἀποθνῄσκειν μελετῶσι, καὶ
                            τὸ τεθνάναι ἥκιστα αὐτοῖς ἀνθρώπων φοβερόν. ἐκ τῶνδε δὲ σκόπει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="68"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label>
                        εἰ γὰρ
                            διαβέβληνται μὲν πανταχῇ τῷ σώματι, αὐτὴν δὲ καθ’ αὑτὴν ἐπιθυμοῦσι τὴν
                            ψυχὴν ἔχειν, τούτου δὲ γιγνομένου εἰ φοβοῖντο καὶ ἀγανακτοῖεν, οὐ πολλὴ
                            ἂν ἀλογία εἴη, εἰ μὴ <milestone unit="page" resp="Stephanus" n="68"/>
                       
                    
                
                <milestone unit="section" resp="Stephanus" n="68a"/>
                    ἅσμενοι ἐκεῖσε ἴοιεν, οἷ ἀφικομένοις ἐλπίς ἐστιν οὗ διὰ βίου ἤρων τυχεῖν
                            — ἤρων δὲ φρονήσεως — ᾧ τε διεβέβληντο, τούτου ἀπηλλάχθαι συνόντος
                            αὐτοῖς; ἢ ἀνθρωπίνων μὲν παιδικῶν καὶ γυναικῶν καὶ ὑέων ἀποθανόντων
                            πολλοὶ δὴ ἑκόντες ἠθέλησαν εἰς <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName> μετελθεῖν,
                            ὑπὸ ταύτης ἀγόμενοι τῆς ἐλπίδος, τῆς τοῦ ὄψεσθαί τε ἐκεῖ ὧν ἐπεθύμουν
                            καὶ συνέσεσθαι·  φρονήσεως δὲ ἄρα τις τῷ ὄντι ἐρῶν, καὶ λαβὼν σφόδρα τὴν
                            αὐτὴν ταύτην ἐλπίδα, μηδαμοῦ ἄλλοθι ἐντεύξεσθαι αὐτῇ 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="68b"/>
                    
                        
                        ἀξίως λόγου ἢ ἐν <persName key="0007991:*(/aidhs:person:masc:gen">Ἅιδου</persName>, ἀγανακτήσει τε ἀποθνῄσκων καὶ οὐχ ἅσμενος εἶσιν
                            αὐτόσε; οἴεσθαί γε χρή, ἐὰν τῷ ὄντι γε ᾖ, ὦ ἑταῖρε, φιλόσοφος·  σφόδρα
                            γὰρ αὐτῷ ταῦτα δόξει, μηδαμοῦ ἄλλοθι καθαρῶς ἐντεύξεσθαι φρονήσει ἀλλ’ ἢ
                            ἐκεῖ. εἰ δὲ τοῦτο οὕτως ἔχει, ὅπερ ἄρτι ἔλεγον, οὐ πολλὴ ἂν ἀλογία εἴη
                            εἰ φοβοῖτο τὸν θάνατον ὁ τοιοῦτος; <milestone ed="P" unit="para"/>πολλὴ
                            μέντοι νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἦ δ’ ὅς. <milestone ed="P" unit="para"/>οὐκοῦν
                            ἱκανόν σοι τεκμήριον, ἔφη, τοῦτο ἀνδρός, ὃν ἂν ἴδῃς ἀγανακτοῦντα
                            μέλλοντα ἀποθανεῖσθαι, ὅτι οὐκ ἄρ᾽
                    
                
                <milestone unit="section" resp="Stephanus" n="68c"/>
                    
                        
                        ἦν φιλόσοφος ἀλλά τις φιλοσώματος; ὁ αὐτὸς δέ που οὗτος τυγχάνει ὢν καὶ
                            φιλοχρήματος καὶ φιλότιμος, ἤτοι τὰ ἕτερα τούτων ἢ ἀμφότερα. <milestone ed="P" unit="para"/>πάνυ, ἔφη, ἔχει οὕτως ὡς λέγεις. <milestone ed="P" unit="para"/>ἆρ’ οὖν, ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, οὐ καὶ ἡ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω
                            διακειμένοις μάλιστα προσήκει; <milestone ed="P" unit="para"/>πάντως
                            δήπου, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν καὶ ἡ σωφροσύνη, ἣν
                            καὶ οἱ πολλοὶ ὀνομάζουσι σωφροσύνην, τὸ περὶ τὰς ἐπιθυμίας μὴ ἐπτοῆσθαι
                            ἀλλ’ ὀλιγώρως ἔχειν καὶ κοσμίως, ἆρ’ οὐ τούτοις μόνοις προσήκει, τοῖς
                            μάλιστα τοῦ σώματος ὀλιγωροῦσίν τε καὶ ἐν φιλοσοφίᾳ ζῶσιν; <milestone unit="section" n="68d"/>
                            <milestone ed="P" unit="para"/>ἀνάγκη, ἔφη. <milestone ed="P" unit="para"/>εἰ γὰρ ἐθέλεις, ἦ δ’ ὅς, ἐννοῆσαι τήν γε τῶν ἄλλων
                            ἀνδρείαν τε καὶ σωφροσύνην, δόξει σοι εἶναι ἄτοπος. <milestone ed="P" unit="para"/>πῶς δή, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>;
                                <milestone ed="P" unit="para"/>οἶσθα, ἦ δ’ ὅς, ὅτι τὸν θάνατον
                            ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων κακῶν; <milestone ed="P" unit="para"/>καὶ μάλ᾽, ἔφη. <milestone ed="P" unit="para"/>οὐκοῦν
                            φόβῳ μειζόνων κακῶν ὑπομένουσιν αὐτῶν οἱ ἀνδρεῖοι τὸν θάνατον, ὅταν
                            ὑπομένωσιν; <milestone ed="P" unit="para"/>ἔστι ταῦτα. <milestone ed="P" unit="para"/>τῷ δεδιέναι ἄρα καὶ δέει ἀνδρεῖοί εἰσι πάντες πλὴν οἱ
                            φιλόσοφοι·  καίτοι ἄλογόν γε δέει τινὰ καὶ δειλίᾳ ἀνδρεῖον εἶναι.
                                <milestone unit="section" resp="Stephanus" n="68e"/>
                            <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν. <milestone ed="P" unit="para"/>τί δὲ οἱ κόσμιοι αὐτῶν; οὐ ταὐτὸν τοῦτο πεπόνθασιν· 
                            ἀκολασίᾳ τινὶ σώφρονές εἰσιν; καίτοι φαμέν γε ἀδύνατον εἶναι, ἀλλ’ ὅμως
                            αὐτοῖς συμβαίνει τούτῳ ὅμοιον τὸ πάθος τὸ περὶ ταύτην τὴν εὐήθη
                            σωφροσύνην·  φοβούμενοι γὰρ ἑτέρων ἡδονῶν στερηθῆναι καὶ ἐπιθυμοῦντες
                            ἐκείνων, ἄλλων ἀπέχονται ὑπ’ ἄλλων κρατούμενοι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>