<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:65-66</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:65-66</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="65"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἆρ᾽
                                οὖν πρῶτον μὲν ἐν τοῖς τοιούτοις δῆλός ἐστιν ὁ <milestone unit="page" n="65"/>
                            
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="65a"/>
                        
                            
                            φιλόσοφος ἀπολύων ὅτι μάλιστα τὴν ψυχὴν ἀπὸ τῆς τοῦ σώματος κοινωνίας
                                διαφερόντως τῶν ἄλλων ἀνθρώπων; <milestone ed="P" unit="para"/>φαίνεται. <milestone ed="P" unit="para"/>καὶ δοκεῖ γέ που, ὦ
                                    <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, τοῖς πολλοῖς ἀνθρώποις ᾧ μηδὲν ἡδὺ τῶν
                                τοιούτων μηδὲ μετέχει αὐτῶν οὐκ ἄξιον εἶναι ζῆν, ἀλλ’ ἐγγύς τι
                                τείνειν τοῦ τεθνάναι ὁ μηδὲν φροντίζων τῶν ἡδονῶν αἳ διὰ τοῦ σώματός
                                εἰσιν. <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν ἀληθῆ λέγεις.
                                    <milestone ed="P" unit="para"/>τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς
                                φρονήσεως κτῆσιν; πότερον ἐμπόδιον τὸ σῶμα ἢ οὔ, ἐάν τις αὐτὸ ἐν τῇ
                                ζητήσει 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="65b"/>
                        
                            
                            κοινωνὸν συμπαραλαμβάνῃ; οἷον τὸ τοιόνδε λέγω·  ἆρα ἔχει ἀλήθειάν τινα
                                ὄψις τε καὶ ἀκοὴ τοῖς ἀνθρώποις, ἢ τά γε τοιαῦτα καὶ οἱ ποιηταὶ ἡμῖν
                                ἀεὶ θρυλοῦσιν, ὅτι οὔτ’ ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν; καίτοι
                                εἰ αὗται τῶν περὶ τὸ σῶμα αἰσθήσεων μὴ ἀκριβεῖς εἰσιν μηδὲ σαφεῖς,
                                σχολῇ αἵ γε ἄλλαι·  πᾶσαι γάρ που τούτων φαυλότεραί εἰσιν. ἢ σοὶ οὐ
                                δοκοῦσιν; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφη.
                                    <milestone ed="P" unit="para"/>πότε οὖν, ἦ δ’ ὅς, ἡ ψυχὴ τῆς
                                ἀληθείας ἅπτεται; ὅταν μὲν γὰρ μετὰ τοῦ σώματος ἐπιχειρῇ τι σκοπεῖν,
                                δῆλον ὅτι τότε ἐξαπατᾶται ὑπ’ αὐτοῦ. 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="65c"/>
                        
                            
                            
                                <milestone ed="P" unit="para"/>ἀληθῆ λέγεις. <milestone ed="P" unit="para"/>ἆρ’ οὖν οὐκ ἐν τῷ λογίζεσθαι εἴπερ που ἄλλοθι
                                κατάδηλον αὐτῇ γίγνεταί τι τῶν ὄντων; <milestone ed="P" unit="para"/>ναί. <milestone ed="P" unit="para"/>λογίζεται δέ γέ που τότε
                                κάλλιστα, ὅταν αὐτὴν τούτων μηδὲν παραλυπῇ, μήτε ἀκοὴ μήτε ὄψις μήτε
                                ἀλγηδὼν μηδέ τις ἡδονή, ἀλλ’ ὅτι μάλιστα αὐτὴ καθ’ αὑτὴν γίγνηται
                                ἐῶσα χαίρειν τὸ σῶμα, καὶ καθ’ ὅσον δύναται μὴ κοινωνοῦσα αὐτῷ μηδ᾽
                                ἁπτομένη ὀρέγηται τοῦ ὄντος. <milestone ed="P" unit="para"/>ἔστι
                                ταῦτα. <milestone ed="P" unit="para"/>οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ
                                φιλοσόφου ψυχὴ μάλιστα 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="65d"/>
                        
                            
                            ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ’ αὑτὴν
                                γίγνεσθαι; <milestone ed="P" unit="para"/>φαίνεται. <milestone ed="P" unit="para"/>τί δὲ δὴ τὰ τοιάδε, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>; φαμέν τι εἶναι δίκαιον αὐτὸ ἢ οὐδέν;
                                    <milestone ed="P" unit="para"/>φαμὲν μέντοι νὴ <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>. <milestone ed="P" unit="para"/>καὶ αὖ καλόν γέ
                                τι καὶ ἀγαθόν; <milestone ed="P" unit="para"/>πῶς δ’ οὔ; <milestone ed="P" unit="para"/>ἤδη οὖν πώποτέ τι τῶν τοιούτων τοῖς
                                ὀφθαλμοῖς εἶδες; <milestone ed="P" unit="para"/>οὐδαμῶς, ἦ δ’ ὅς.
                                    <milestone ed="P" unit="para"/>ἀλλ’ ἄλλῃ τινὶ αἰσθήσει τῶν διὰ
                                τοῦ σώματος ἐφήψω αὐτῶν; λέγω δὲ περὶ πάντων, οἷον μεγέθους πέρι,
                                ὑγιείας, ἰσχύος, καὶ τῶν ἄλλων ἑνὶ λόγῳ ἁπάντων τῆς οὐσίας ὃ
                                    <milestone unit="section" resp="Stephanus" n="65e"/>τυγχάνει ἕκαστον ὄν·  ἆρα διὰ
                                τοῦ σώματος αὐτῶν τὸ ἀληθέστατον θεωρεῖται, ἢ ὧδε ἔχει·  ὃς ἂν
                                μάλιστα ἡμῶν καὶ ἀκριβέστατα παρασκευάσηται αὐτὸ ἕκαστον διανοηθῆναι
                                περὶ οὗ σκοπεῖ, οὗτος ἂν ἐγγύτατα ἴοι τοῦ γνῶναι ἕκαστον; <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="66"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἆρ’ οὖν ἐκεῖνος ἂν τοῦτο ποιήσειεν καθαρώτατα ὅστις ὅτι μάλιστα
                                αὐτῇ τῇ διανοίᾳ ἴοι ἐφ’ ἕκαστον, μήτε τιν’ ὄψιν παρατιθέμενος ἐν τῷ
                                διανοεῖσθαι μήτε <del status="unremarkable">τινὰ</del> ἄλλην
                                    <milestone unit="page" resp="Stephanus" n="66"/>
                     <milestone unit="section" resp="Stephanus" n="66a"/>
                        
                            
                            αἴσθησιν ἐφέλκων μηδεμίαν μετὰ τοῦ λογισμοῦ, ἀλλ’ αὐτῇ καθ’ αὑτὴν
                                εἰλικρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ καθ’ αὑτὸ εἰλικρινὲς ἕκαστον
                                ἐπιχειροῖ θηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς ὅτι μάλιστα ὀφθαλμῶν τε καὶ
                                ὤτων καὶ ὡς ἔπος εἰπεῖν σύμπαντος τοῦ σώματος, ὡς ταράττοντος καὶ
                                οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασθαι ἀλήθειάν τε καὶ φρόνησιν ὅταν
                                κοινωνῇ; ἆρ’ οὐχ οὗτός ἐστιν, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, εἴπερ τις <del status="unremarkable">καὶ</del> ἄλλος ὁ τευξόμενος τοῦ ὄντος; <milestone ed="P" unit="para"/>ὑπερφυῶς, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, ὡς
                                ἀληθῆ λέγεις, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                    <milestone unit="section" resp="Stephanus" n="66b"/>
                                <milestone ed="P" unit="para"/>οὐκοῦν ἀνάγκη, ἔφη, ἐκ πάντων τούτων
                                παρίστασθαι δόξαν τοιάνδε τινὰ τοῖς γνησίως φιλοσόφοις, ὥστε καὶ
                                πρὸς ἀλλήλους τοιαῦτα ἄττα λέγειν, ὅτι <q>κινδυνεύει τοι ὥσπερ ἀτραπός τις ἐκφέρειν ἡμᾶς <del status="unremarkable">μετὰ τοῦ λόγου ἐν τῇ σκέψει</del>,
                                    ὅτι, ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένη ᾖ ἡμῶν ἡ ψυχὴ μετὰ
                                    τοιούτου κακοῦ, οὐ μή ποτε κτησώμεθα ἱκανῶς οὗ ἐπιθυμοῦμεν· 
                                    φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληθές. μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας
                                    παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="66c"/>
                            
                            τροφήν·  ἔτι δέ, ἄν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῶν τὴν
                                    τοῦ ὄντος θήραν. ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων
                                    παντοδαπῶν καὶ φλυαρίας ἐμπίμπλησιν ἡμᾶς πολλῆς, ὥστε τὸ
                                    λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπ’ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν
                                    ἐγγίγνεται οὐδέποτε οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ
                                    μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι. διὰ
                                    γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται, τὰ δὲ
                                    χρήματα 
                        
                    
                
                <milestone unit="section" resp="Stephanus" n="66d"/>
                    
                        
                        ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ·  καὶ
                                ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ πάντα ταῦτα. τὸ δ᾽
                                ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ’ αὐτοῦ καὶ
                                τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσιν αὖ πανταχοῦ
                                παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ
                                δύνασθαι ὑπ’ αὐτοῦ καθορᾶν τἀληθές. ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι,
                                εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="66e"/>
                    
                        
                        ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα·  καὶ τότε,
                                ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμέν τε καί φαμεν ἐρασταὶ εἶναι,
                                φρονήσεως, ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσιν δὲ οὔ.</q></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>