<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:63-64</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:63-64</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="63"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἀκούσας οὖν ὁ
                                    <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName> ἡσθῆναί τέ μοι ἔδοξε τῇ τοῦ <milestone unit="page" n="63"/>
 <milestone unit="section" resp="Stephanus" n="63a"/>
                        κέβητος πραγματείᾳ, καὶ ἐπιβλέψας εἰς ἡμᾶς, ἀεί τοι, ἔφη, <del status="unremarkable">ὁ</del>
                                <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>
                                λόγους τινὰς ἀνερευνᾷ, καὶ οὐ πάνυ εὐθέως ἐθέλει πείθεσθαι ὅτι ἄν
                                τις εἴπῃ. <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, ἀλλὰ
                                μήν, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, νῦν γέ μοι δοκεῖ τι καὶ αὐτῷ λέγειν
                                    <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>· τί γὰρ ἂν βουλόμενοι ἄνδρες σοφοὶ ὡς ἀληθῶς
                                δεσπότας ἀμείνους αὑτῶν φεύγοιεν καὶ ῥᾳδίως ἀπαλλάττοιντο αὐτῶν; καί
                                μοι δοκεῖ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> εἰς σὲ τείνειν τὸν λόγον, ὅτι οὕτω ῥᾳδίως
                                φέρεις καὶ ἡμᾶς ἀπολείπων καὶ ἄρχοντας ἀγαθούς, ὡς αὐτὸς ὁμολογεῖς,
                                θεούς. 
                        
                    
 <milestone unit="section" resp="Stephanus" n="63b"/>
                     <milestone ed="P" unit="para"/>δίκαια, ἔφη, λέγετε·  οἶμαι γὰρ ὑμᾶς
                                λέγειν ὅτι χρή με πρὸς ταῦτα ἀπολογήσασθαι ὥσπερ ἐν δικαστηρίῳ.
                                    <milestone ed="P" unit="para"/>πάνυ μὲν οὖν, ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                    <milestone ed="P" unit="para"/>φέρε δή, ἦ δ’ ὅς, πειραθῶ
                                πιθανώτερον πρὸς ὑμᾶς ἀπολογήσασθαι ἢ πρὸς τοὺς δικαστάς. ἐγὼ γάρ,
                                ἔφη, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, εἰ μὲν
                                μὴ ᾤμην ἥξειν πρῶτον μὲν παρὰ θεοὺς ἄλλους σοφούς τε καὶ ἀγαθούς,
                                ἔπειτα καὶ παρ’ ἀνθρώπους τετελευτηκότας ἀμείνους τῶν ἐνθάδε,
                                ἠδίκουν ἂν οὐκ ἀγανακτῶν τῷ θανάτῳ·  νῦν δὲ εὖ ἴστε ὅτι παρ’ 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="63c"/>
                        
                            
                            ἄνδρας τε ἐλπίζω ἀφίξεσθαι ἀγαθούς — καὶ τοῦτο μὲν οὐκ ἂν πάνυ
                                διισχυρισαίμην — ὅτι μέντοι παρὰ θεοὺς δεσπότας πάνυ ἀγαθοὺς ἥξειν,
                                εὖ ἴστε ὅτι εἴπερ τι ἄλλο τῶν τοιούτων διισχυρισαίμην ἂν καὶ τοῦτο.
                                ὥστε διὰ ταῦτα οὐχ ὁμοίως ἀγανακτῶ, ἀλλ’ εὔελπίς εἰμι εἶναί τι τοῖς
                                τετελευτηκόσι καί, ὥσπερ γε καὶ πάλαι λέγεται, πολὺ ἄμεινον τοῖς
                                ἀγαθοῖς ἢ τοῖς κακοῖς. <milestone ed="P" unit="para"/>τί οὖν, ἔφη ὁ
                                    <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>;
                                αὐτὸς ἔχων τὴν διάνοιαν ταύτην ἐν νῷ ἔχεις ἀπιέναι, ἢ κἂν ἡμῖν
                                μεταδοίης; 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="63d"/>
                        
                            
                            κοινὸν γὰρ δὴ ἔμοιγε δοκεῖ καὶ ἡμῖν εἶναι ἀγαθὸν τοῦτο, καὶ ἅμα σοι ἡ
                                ἀπολογία ἔσται, ἐὰν ἅπερ λέγεις ἡμᾶς πείσῃς. <milestone ed="P" unit="para"/>ἀλλὰ πειράσομαι, ἔφη. πρῶτον δὲ <persName key="0005627:*kri/twn:person:masc:acc">Κρίτωνα</persName> τόνδε
                                σκεψώμεθα τί ἐστιν ὃ βούλεσθαί μοι δοκεῖ πάλαι εἰπεῖν. <milestone ed="P" unit="para"/>τί δέ, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                                ἔφη ὁ <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>, ἄλλο γε ἢ πάλαι μοι λέγει ὁ μέλλων σοι
                                δώσειν τὸ φάρμακον ὅτι χρή σοι φράζειν ὡς ἐλάχιστα διαλέγεσθαι; φησὶ
                                γὰρ θερμαίνεσθαι μᾶλλον διαλεγομένους, δεῖν δὲ οὐδὲν τοιοῦτον
                                προσφέρειν <milestone unit="section" resp="Stephanus" n="63e"/>τῷ φαρμάκῳ·  εἰ δὲ μή,
                                ἐνίοτε ἀναγκάζεσθαι καὶ δὶς καὶ τρὶς πίνειν τούς τι τοιοῦτον
                                ποιοῦντας. <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, ἔα, ἔφη, χαίρειν αὐτόν·  ἀλλὰ μόνον τὸ
                                ἑαυτοῦ παρασκευαζέτω ὡς καὶ δὶς δώσων, ἐὰν δὲ δέῃ, καὶ τρίς.
                                    <milestone ed="P" unit="para"/>ἀλλὰ σχεδὸν μέν τι ᾔδη, ἔφη ὁ
                                    <persName key="0005627:*kri/twn:person:masc:nom/voc">Κρίτων</persName>· ἀλλά μοι πάλαι πράγματα παρέχει. <milestone ed="P" unit="para"/>ἔα αὐτόν, ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="64"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                        ἀλλ’ ὑμῖν δὴ τοῖς δικασταῖς
                                βούλομαι ἤδη τὸν λόγον ἀποδοῦναι, ὥς μοι φαίνεται εἰκότως ἀνὴρ τῷ
                                ὄντι ἐν φιλοσοφίᾳ διατρίψας τὸν βίον θαρρεῖν μέλλων <milestone unit="page" n="64"/>
                           
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="64a"/>
                    ἀποθανεῖσθαι καὶ εὔελπις εἶναι ἐκεῖ μέγιστα οἴσεσθαι ἀγαθὰ ἐπειδὰν
                                τελευτήσῃ. πῶς ἂν οὖν δὴ τοῦθ’ οὕτως ἔχοι, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName> τε καὶ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, ἐγὼ
                                πειράσομαι φράσαι. <milestone ed="P" unit="para"/>κινδυνεύουσι γὰρ
                                ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους
                                ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι. εἰ
                                οὖν τοῦτο ἀληθές, ἄτοπον δήπου ἂν εἴη προθυμεῖσθαι μὲν ἐν παντὶ τῷ
                                βίῳ μηδὲν ἄλλο ἢ τοῦτο, ἥκοντος δὲ δὴ αὐτοῦ ἀγανακτεῖν ὃ πάλαι
                                προυθυμοῦντό τε καὶ ἐπετήδευον. <milestone ed="P" unit="para"/>καὶ ὁ
                                    <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> γελάσας, νὴ τὸν <persName key="0009978:*zeu/s:person:masc:acc 0001000:*di/h:person:fem:nom/voc 0000001:*di/on:noclass:neut:nom/voc/acc">Δία</persName>, ἔφη, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                    <milestone unit="section" resp="Stephanus" n="64b"/>
                        
                            
                            οὐ πάνυ γέ με νυνδὴ γελασείοντα ἐποίησας γελάσαι. οἶμαι γὰρ ἂν τοὺς
                                πολλοὺς αὐτὸ τοῦτο ἀκούσαντας δοκεῖν εὖ πάνυ εἰρῆσθαι εἰς τοὺς
                                φιλοσοφοῦντας — καὶ συμφάναι ἂν τοὺς μὲν παρ’ ἡμῖν ἀνθρώπους καὶ
                                πάνυ — ὅτι τῷ ὄντι οἱ φιλοσοφοῦντες θανατῶσι, καὶ σφᾶς γε οὐ
                                λελήθασιν ὅτι ἄξιοί εἰσιν τοῦτο πάσχειν. <milestone ed="P" unit="para"/>καὶ ἀληθῆ γ’ ἂν λέγοιεν, ὦ <persName key="0003865:*simmi/as:person:masc:voc 0003865:*simmi/as:person:masc:gen">Σιμμία</persName>, πλήν γε τοῦ σφᾶς μὴ λεληθέναι. λέληθεν γὰρ
                                αὐτοὺς ᾗ τε θανατῶσι καὶ ᾗ ἄξιοί εἰσιν θανάτου καὶ οἵου θανάτου οἱ
                                ὡς ἀληθῶς φιλόσοφοι. 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="64c"/>
                        
                            
                            εἴπωμεν γάρ, ἔφη, πρὸς ἡμᾶς αὐτούς, χαίρειν εἰπόντες ἐκείνοις· 
                                ἡγούμεθά τι τὸν θάνατον εἶναι; <milestone ed="P" unit="para"/>πάνυ
                                γε, ἔφη ὑπολαβὼν ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>. <milestone ed="P" unit="para"/>ἆρα μὴ ἄλλο
                                τι ἢ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν; καὶ εἶναι τοῦτο τὸ
                                τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ αὑτὸ τὸ σῶμα
                                γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν <del status="unremarkable">ἀπὸ</del>
                                τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθ’ αὑτὴν εἶναι; ἆρα μὴ ἄλλο τι ᾖ ὁ
                                θάνατος ἢ τοῦτο; <milestone ed="P" unit="para"/>οὔκ, ἀλλὰ τοῦτο,
                                ἔφη. <milestone ed="P" unit="para"/>σκέψαι δή, ὠγαθέ, ἐὰν ἄρα καὶ
                                σοὶ συνδοκῇ ἅπερ ἐμοί·  
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="64d"/>
                        
                            
                            ἐκ γὰρ τούτων μᾶλλον οἶμαι ἡμᾶς εἴσεσθαι περὶ ὧν σκοποῦμεν. φαίνεταί
                                σοι φιλοσόφου ἀνδρὸς εἶναι ἐσπουδακέναι περὶ τὰς ἡδονὰς καλουμένας
                                τὰς τοιάσδε, οἷον σιτίων <del status="unremarkable">τε</del> καὶ
                                ποτῶν; <milestone ed="P" unit="para"/>ἥκιστα, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                                ἔφη ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>. <milestone ed="P" unit="para"/>τί δὲ τὰς
                                τῶν ἀφροδισίων; <milestone ed="P" unit="para"/>οὐδαμῶς. <milestone ed="P" unit="para"/>τί δὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα θεραπείας;
                                δοκεῖ σοι ἐντίμους ἡγεῖσθαι ὁ τοιοῦτος; οἷον ἱματίων διαφερόντων
                                κτήσεις καὶ ὑποδημάτων καὶ τοὺς ἄλλους καλλωπισμοὺς τοὺς περὶ τὸ
                                σῶμα πότερον τιμᾶν δοκεῖ σοι ἢ ἀτιμάζειν, 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="64e"/>
                        
                            
                            καθ’ ὅσον μὴ πολλὴ ἀνάγκη μετέχειν αὐτῶν; <milestone ed="P" unit="para"/>ἀτιμάζειν ἔμοιγε δοκεῖ, ἔφη, ὅ γε ὡς ἀληθῶς
                                φιλόσοφος. <milestone ed="P" unit="para"/>οὐκοῦν ὅλως δοκεῖ σοι,
                                ἔφη, ἡ τοῦ τοιούτου πραγματεία οὐ περὶ τὸ σῶμα εἶναι, ἀλλὰ καθ’ ὅσον
                                δύναται ἀφεστάναι αὐτοῦ, πρὸς δὲ τὴν ψυχὴν τετράφθαι; <milestone ed="P" unit="para"/>ἔμοιγε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>