<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:61-62</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2:61-62</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="61"><p><said who="#Φαίδων" rend="merge"><label>ΦΑΙΔ.</label> 
                        καὶ ἐγὼ ἔν γε τῷ πρόσθεν χρόνῳ ὅπερ ἔπραττον τοῦτο
                            ὑπελάμβανον αὐτό μοι παρακελεύεσθαί τε <milestone unit="page" resp="Stephanus" n="61"/>
                    
                
                <milestone unit="section" resp="Stephanus" n="61a"/>
                    καὶ ἐπικελεύειν, ὥσπερ οἱ τοῖς θέουσι διακελευόμενοι, καὶ ἐμοὶ οὕτω τὸ
                            ἐνύπνιον ὅπερ ἔπραττον τοῦτο ἐπικελεύειν, μουσικὴν ποιεῖν, ὡς φιλοσοφίας
                            μὲν οὔσης μεγίστης μουσικῆς, ἐμοῦ δὲ τοῦτο πράττοντος. νῦν δ’ ἐπειδὴ ἥ
                            τε δίκη ἐγένετο καὶ ἡ τοῦ θεοῦ ἑορτὴ διεκώλυέ με ἀποθνῄσκειν, ἔδοξε
                            χρῆναι, εἰ ἄρα πολλάκις μοι προστάττοι τὸ ἐνύπνιον ταύτην τὴν δημώδη
                            μουσικὴν ποιεῖν, μὴ ἀπειθῆσαι αὐτῷ ἀλλὰ ποιεῖν·  ἀσφαλέστερον γὰρ εἶναι
                            μὴ ἀπιέναι πρὶν ἀφοσιώσασθαι 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="61b"/>
                    
                        
                        ποιήσαντα ποιήματα <del status="unremarkable">καὶ</del> πιθόμενον τῷ
                            ἐνυπνίῳ. οὕτω δὴ πρῶτον μὲν εἰς τὸν θεὸν ἐποίησα οὗ ἦν ἡ παροῦσα θυσία· 
                            μετὰ δὲ τὸν θεόν, ἐννοήσας ὅτι τὸν ποιητὴν δέοι, εἴπερ μέλλοι ποιητὴς
                            εἶναι, ποιεῖν μύθους ἀλλ’ οὐ λόγους, καὶ αὐτὸς οὐκ ἦ μυθολογικός, διὰ
                            ταῦτα δὴ οὓς προχείρους εἶχον μύθους καὶ ἠπιστάμην τοὺς <persName key="0013704:*ai)/swpos:person:masc:gen">Αἰσώπου</persName>, τούτων
                            ἐποίησα οἷς πρώτοις ἐνέτυχον. ταῦτα οὖν, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, <persName key="0005575:*eu)/hnos:person:masc:dat 0003804:*eu)/hnos:place:masc:dat">Εὐήνῳ</persName> φράζε, καὶ ἐρρῶσθαι καί, ἂν σωφρονῇ, ἐμὲ διώκειν
                            ὡς τάχιστα. 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="61c"/>
                    
                        
                        ἄπειμι δέ, ὡς ἔοικε, τήμερον·  κελεύουσι γὰρ <name type="ethnic" key="0360214:*)aqhnai=os:ethnic:masc:nom/voc">Ἀθηναῖοι</name>.
                                <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>, οἷον
                            παρακελεύῃ, ἔφη, τοῦτο, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                                <persName key="0005575:*eu)/hnos:person:masc:dat 0003804:*eu)/hnos:place:masc:dat">Εὐήνῳ</persName>. πολλὰ γὰρ ἤδη ἐντετύχηκα τῷ ἀνδρί·  σχεδὸν οὖν ἐξ
                            ὧν ἐγὼ ᾔσθημαι οὐδ’ ὁπωστιοῦν σοι ἑκὼν εἶναι πείσεται. <milestone ed="P" unit="para"/>τί δέ; ἦ δ’ ὅς, οὐ φιλόσοφος <persName key="0005575:*eu)/hnos:person:masc:nom 0003804:*eu)/hnos:place:masc:nom">Εὔηνος</persName>; <milestone ed="P" unit="para"/>ἔμοιγε δοκεῖ, ἔφη
                            ὁ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName>.
                                <milestone ed="P" unit="para"/>ἐθελήσει τοίνυν καὶ <persName key="0005575:*eu)/hnos:person:masc:nom 0003804:*eu)/hnos:place:masc:nom">Εὔηνος</persName> καὶ πᾶς ὅτῳ ἀξίως τούτου τοῦ πράγματος μέτεστιν.
                            οὐ μέντοι ἴσως βιάσεται αὑτόν·  οὐ γάρ φασι θεμιτὸν εἶναι. καὶ ἅμα λέγων
                            ταῦτα καθῆκε 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="61d"/>
                    
                        
                        τὰ σκέλη ἐπὶ τὴν γῆν, καὶ καθεζόμενος οὕτως ἤδη τὰ λοιπὰ διελέγετο.
                                <milestone ed="P" unit="para"/>ἤρετο οὖν αὐτὸν ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>· πῶς τοῦτο
                            λέγεις, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, τὸ μὴ θεμιτὸν εἶναι ἑαυτὸν βιάζεσθαι, ἐθέλειν
                            δ’ ἂν τῷ ἀποθνῄσκοντι τὸν φιλόσοφον ἕπεσθαι; <milestone ed="P" unit="para"/>τί δέ, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>; οὐκ ἀκηκόατε
                            σύ τε καὶ <persName key="0003865:*simmi/as:person:masc:nom">Σιμμίας</persName> περὶ τῶν τοιούτων <persName key="0001140:*filo/laos:person:masc:dat">Φιλολάῳ</persName>
                            συγγεγονότες; <milestone ed="P" unit="para"/>οὐδέν γε σαφές, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>.
                                <milestone ed="P" unit="para"/>ἀλλὰ μὴν καὶ ἐγὼ ἐξ ἀκοῆς περὶ αὐτῶν
                            λέγω·  ἃ μὲν οὖν τυγχάνω ἀκηκοὼς φθόνος οὐδεὶς λέγειν. καὶ γὰρ ἴσως 
                    
                
                <milestone unit="section" resp="Stephanus" n="61e"/>
                    
                        
                        καὶ μάλιστα πρέπει μέλλοντα ἐκεῖσε ἀποδημεῖν διασκοπεῖν τε καὶ μυθολογεῖν
                            περὶ τῆς ἀποδημίας τῆς ἐκεῖ, ποίαν τινὰ αὐτὴν οἰόμεθα εἶναι·  τί γὰρ ἄν
                            τις καὶ ποιοῖ ἄλλο ἐν τῷ μέχρι ἡλίου δυσμῶν χρόνῳ; <milestone ed="P" unit="para"/>κατὰ τί δὴ οὖν ποτε οὔ φασι θεμιτὸν εἶναι αὐτὸν ἑαυτὸν
                            ἀποκτεινύναι, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>; ἤδη γὰρ ἔγωγε, ὅπερ νυνδὴ σὺ ἤρου, καὶ
                                <persName key="0001140:*filo/laos:person:masc:gen">Φιλολάου</persName> ἤκουσα, ὅτε παρ’ ἡμῖν διῃτᾶτο, ἤδη δὲ καὶ ἄλλων
                            τινῶν, ὡς οὐ δέοι τοῦτο ποιεῖν·  σαφὲς δὲ περὶ αὐτῶν οὐδενὸς πώποτε οὐδὲν
                            ἀκήκοα. 
                        </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="62"><p><said who="#Φαίδων" rend="merge"><milestone unit="page" resp="Stephanus" n="62"/><milestone unit="section" resp="Stephanus" n="62a"/><label>ΦΑΙΔ.</label><milestone ed="P" unit="para"/>ἀλλὰ προθυμεῖσθαι χρή, ἔφη·  τάχα γὰρ ἂν
                            καὶ ἀκούσαις. ἴσως μέντοι θαυμαστόν σοι φανεῖται εἰ τοῦτο μόνον τῶν
                            ἄλλων ἁπάντων ἁπλοῦν ἐστιν, καὶ οὐδέποτε τυγχάνει τῷ ἀνθρώπῳ, ὥσπερ καὶ
                            τἆλλα, ἔστιν ὅτε καὶ οἷς βέλτιον <add>ὂν</add> τεθνάναι ἢ ζῆν, οἷς δὲ
                            βέλτιον τεθνάναι, θαυμαστὸν ἴσως σοι φαίνεται εἰ τούτοις τοῖς ἀνθρώποις
                            μὴ ὅσιον αὐτοὺς ἑαυτοὺς εὖ ποιεῖν, ἀλλὰ ἄλλον δεῖ περιμένειν εὐεργέτην.
                                <milestone ed="P" unit="para"/>καὶ ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName> ἠρέμα
                            ἐπιγελάσας, Ἴττω <persName key="0009978:*zeu/s:person:masc:nom">Ζεύς</persName>, ἔφη, τῇ αὑτοῦ φωνῇ εἰπών. 
                    
                    <milestone unit="section" resp="Stephanus" n="62b"/>
                   <milestone ed="P" unit="para"/>καὶ γὰρ ἂν δόξειεν, ἔφη ὁ <persName key="0048728:*swkra/ths:person:masc:nom 0048728:*swkra/ths:group:masc:nom/voc 0048728:*swkra/ths:group:masc:acc 0000001:*swkrate/w:noclass:nn:nom">Σωκράτης</persName>, οὕτω γ’ εἶναι ἄλογον·  οὐ μέντοι ἀλλ’ ἴσως
                                γ’ ἔχει τινὰ λόγον. ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν
                                λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ δὴ ἑαυτὸν ἐκ
                                ταύτης λύειν οὐδ’ ἀποδιδράσκειν, μέγας τέ τίς μοι φαίνεται καὶ οὐ
                                ῥᾴδιος διιδεῖν·  οὐ μέντοι ἀλλὰ τόδε γέ μοι δοκεῖ, ὦ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, εὖ
                                λέγεσθαι, τὸ θεοὺς εἶναι ἡμῶν τοὺς ἐπιμελουμένους καὶ ἡμᾶς τοὺς
                                ἀνθρώπους ἓν τῶν κτημάτων τοῖς θεοῖς εἶναι. ἢ σοὶ οὐ δοκεῖ οὕτως;
                                    <milestone ed="P" unit="para"/>ἔμοιγε, φησὶν ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>.
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="62c"/>
                     <milestone ed="P" unit="para"/>οὐκοῦν, ἦ δ’ ὅς, καὶ σὺ ἂν τῶν σαυτοῦ
                                κτημάτων εἴ τι αὐτὸ ἑαυτὸ ἀποκτεινύοι, μὴ σημήναντός σου ὅτι βούλει
                                αὐτὸ τεθνάναι, χαλεπαίνοις ἂν αὐτῷ καί, εἴ τινα ἔχοις τιμωρίαν,
                                τιμωροῖο ἄν; <milestone ed="P" unit="para"/>πάνυ γ᾽, ἔφη. <milestone ed="P" unit="para"/>ἴσως τοίνυν ταύτῃ οὐκ ἄλογον μὴ πρότερον
                                αὑτὸν ἀποκτεινύναι δεῖν, πρὶν ἀνάγκην τινὰ θεὸς ἐπιπέμψῃ, ὥσπερ καὶ
                                τὴν νῦν ἡμῖν παροῦσαν. <milestone ed="P" unit="para"/>ἀλλ’ εἰκός,
                                ἔφη ὁ <persName key="0006391:*ke/bhs:person:masc:nom">Κέβης</persName>, τοῦτό γε φαίνεται. ὃ μέντοι νυνδὴ ἔλεγες, τὸ
                                τοὺς φιλοσόφους ῥᾳδίως ἂν ἐθέλειν 
                        
                    
                    <milestone unit="section" resp="Stephanus" n="62d"/>
                        
                            
                            ἀποθνῄσκειν, ἔοικεν τοῦτο, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>,
                                ἀτόπῳ, εἴπερ ὃ νυνδὴ ἐλέγομεν εὐλόγως ἔχει, τὸ θεόν τε εἶναι τὸν
                                ἐπιμελούμενον ἡμῶν καὶ ἡμᾶς ἐκείνου κτήματα εἶναι. τὸ γὰρ μὴ
                                ἀγανακτεῖν τοὺς φρονιμωτάτους ἐκ ταύτης τῆς θεραπείας ἀπιόντας, ἐν ᾗ
                                ἐπιστατοῦσιν αὐτῶν οἵπερ ἄριστοί εἰσιν τῶν ὄντων ἐπιστάται, θεοί,
                                οὐκ ἔχει λόγον·  οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄμεινον
                                ἐπιμελήσεσθαι ἐλεύθερος γενόμενος. ἀλλ’ ἀνόητος μὲν ἄνθρωπος τάχ’ ἂν
                                οἰηθείη ταῦτα, φευκτέον <milestone unit="section" resp="Stephanus" n="62e"/>εἶναι ἀπὸ
                                τοῦ δεσπότου, καὶ οὐκ ἂν λογίζοιτο ὅτι οὐ δεῖ ἀπό γε τοῦ ἀγαθοῦ
                                φεύγειν ἀλλ’ ὅτι μάλιστα παραμένειν, διὸ ἀλογίστως ἂν φεύγοι·  ὁ δὲ
                                νοῦν ἔχων ἐπιθυμοῖ που ἂν ἀεὶ εἶναι παρὰ τῷ αὑτοῦ βελτίονι. καίτοι
                                οὕτως, ὦ <persName key="0048728:*swkra/ths:person:masc:voc">Σώκρατες</persName>, τοὐναντίον εἶναι εἰκὸς ἢ ὃ νυνδὴ ἐλέγετο· 
                                τοὺς μὲν γὰρ φρονίμους ἀγανακτεῖν ἀποθνῄσκοντας πρέπει, τοὺς δὲ
                                ἄφρονας χαίρειν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>