<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:2.20-2.22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:2.20-2.22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="20"><quote type="lemma" n="63">Ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ ἐόντι σαρκία
                            σμικρὰ <pb n="165"/> τριχοειδέα συνεξέρχεται, ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν
                            εἰδέναι <lb/>χρὴ ἐόντα καὶ ἀπὸ τῶν ἀρθριτικῶν.</quote><p>Τὸν ἀφορισμὸν ἐνταῦθα μετέφρασε τόνδε· ὁκόσοισιν <lb/>ἐν τῷ οὔρῳ παχεῖ
                            ἐόντι σαρκία σμικρὰ, ἢ ὥσπερ τρίχες <lb/>συνεξέρχονται, τουτέοισιν ἀπὸ
                            τῶν νεφρῶν ἐκκρίνεται. </p></div><div type="textpart" subtype="chapter" n="21"><quote type="lemma" n="64">Ὁκόσοισι δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε
                            οἷόν <lb/>γε πίτυρα ἐκφέρεται ἐν τῷ οὐρήματι, τουτέοισιν ἡ κύστις
                            <lb/>ψωριᾷ.</quote><p>Πάλιν κᾀνταῦθα τὸν ἀφορισμὸν ἐκεῖνον παρέφρασεν· <lb/>ὁκόσοισιν ἐν τῷ
                            οὔρῳ παχεῖ ἐόντι πιτυρῶδές τι συνεξεύρεται, <lb/>τουτέοισιν ἡ κύστις
                            ψωριᾷ. </p></div><div type="textpart" subtype="chapter" n="22"><quote type="lemma" n="65"><milestone unit="ed1page" n="28"/>Οἱ πλεῖστοι τῶν πυρετῶν γίνονται ἀπὸ
                            χολῆς. εἴδεα <pb n="166"/> δὲ αὐτέων εἰσὶ τέσσαρα, χωρὶς τῶν ἐν τῇσιν
                            ὀδύνῃσι γινομένων <lb/>τῇσιν ἀποκεκριμένῃσιν. οὐνόματα δ᾿ αὐτέων ἐστὶ
                            <lb/>σύνοχος καὶ ἀμφημερινὸς καὶ τριταῖος καὶ τεταρταῖος. ὁ <lb/>μὲν οὖν
                            σύνοχος καλεόμενος ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης <lb/>καὶ τὰς
                            κρίσιας ἐν ἐλαχίστῳ χρόνῳ ποιέεται. <lb/>τὸ γὰρ σῶμα οὐ διαψυχόμενον
                            οὐδένα χρόνον συντήκεται <lb/>ταχέως, ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ
                            θερμαινόμενον. ὁ <lb/>δὲ ἀμφημερινὸς μετὰ τὸν σύνοχον, ἀπὸ πλείστης
                            χολῆς <lb/>γίνεται καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων. μακρότερος
                            <lb/>δέ ἐστι τοῦ συνόχου, ὅτι ἀπ᾿ ἐλάσσονός τε γίνεται <lb/>χολῆς καὶ
                            ὅτι ἀνάπαυσιν ἔχει τὸ σῶμα, ἐν δὲ τῷ συνόχῳ <lb/>οὐκ ἀναπαύεται οὐδένα
                            χρόνον. ὁ δὲ τριταῖος μακρότερός <lb/>ἐστι τοῦ ἀμφημερινοῦ καὶ ἀπὸ χολῆς
                            ἐλάσσονος γίνεται. <lb/>ὁκόσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν
                            <lb/>τῷ ἀμφημερινῷ τὸ σῶμα ἀναπαύεται, τοσούτῳ χρονιώτερος <lb/>οὗτος ὁ
                            πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. οἱ δὲ τεταρταῖοι <lb/>τὰ μὲν ἄλλα κατὰ
                            τὸν αὐτὸν λόγον, χρονιώτεροι <lb/>δέ εἰσι μάλα τῶν τριταίων, ὁκόσον
                            ἔλασσον μετέχουσι <pb n="167"/> μέρος τῆς χολῆς τῆς τὴν θέρμην
                            παρεχούσης, τοῦ <lb/>δὲ διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσι. προσγίνεται
                            <lb/>δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ
                            <lb/>δυσαπάλλακτον. μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι <lb/>ἐνεόντων
                            χυμῶν γλισχρότατον καὶ τὰς ἕδρας χρονιωτάτας <lb/>ποιέει. <milestone unit="ed2page" n="148"/>γνώσῃ δὲ ἐν τῷδε ὅτι οἱ τεταρταῖοι
                            <lb/>πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ. φθινοπώρῳ γὰρ <lb/>μάλιστα
                            ἁλίσκονται οἱ ἄνθρωποι ὑπὸ τῶν τεταρταίων καὶ <lb/>ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ
                            πέντε τε καὶ εἴκοσιν ἐτέων ἐς τὰ <lb/>πέντε καὶ τεσσεράκοντα. ἡ δὲ
                            ἡλικίη αὕτη ὑπὸ μελαίνης <lb/>χολῆς κατέχεται μάλιστα πασέων τῶν
                            ἡλικιῶν, ἥ τε φθινοπωρινὴ <lb/>ὥρη μάλιστα πασέων τῶν ὡρέων. ὁκόσοι δ᾿
                            <lb/>ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τοῦ
                            <lb/>τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν <lb/>πυρετὸν, ἢν
                            μή τι ἄλλο κακουργῆται ὁ ἄνθρωπος.</quote><p>Ὅμοιόν τί μοι δοκοῦσι πεπονθέναι οἱ πολλοὶ τῶν ἐξηγητῶν, <lb/>ἐν οἷς ἐστι
                            καὶ Σαβῖνος, τῷ νοσοῦντι μὲν ὑδερικῶς ﻿<pb n="168"/> ἀνθρώπῳ, παρωνυχίαν
                            δὲ αὐτοῦ θεραπεῦσαι φιλότιμον <lb/>τὸν ἰατρὸν ἀξιοῦντι. δυοῖν γὰρ
                            θάτερον, ἢ οὐκ ἔβλεπεν <lb/>οὗτος ὅπως εἶχεν ὅλως κακῶς, ἢ οὐκ ᾤετο
                            δεῖσθαι θεραπείας. <lb/>οὕτως οὖν καὶ τοὺς ἐξηγητὰς ἢ τυφλώττειν τὸν
                            <lb/>τῆς ψυχῆς ὀφθαλμὸν νομιστέον, ἢ τὰ μὲν σμικρὰ τῶν ἐγκλημάτων
                            <lb/>ἡγεῖσθαι θεραπείας τινὸς δεῖσθαι, τὰ μεγάλα δὲ <lb/>οὐδεμιᾶς
                            χρήζειν βοηθείας. ὥσπερ γὰρ ἐξ ὕπνου βαθέος <lb/>ἐγερθέντες ᾔσθοντο τῆς
                            πρὸς Ἱπποκράτους μάχης, τοῦ <lb/>κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένου,
                            τὸν ἀμφημερινὸν <lb/>ὀλιγοχρονιώτερον ἀποφαινούσης αὐτῆς τοῦ τριταίου,
                            σαφῶς <lb/>εἰρηκότος Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν κᾀν <lb/>τοῖς
                            ἀφορισμοῖς τάχιστα κρίνεσθαι τὸν τριταῖον. οὔκουν <lb/>φασὶν
                            Ἱπποκράτειον εἶναι τὸ βιβλίον, ὡς καὶ φανερῶς ψευδοῦς <lb/>ὄντος τοῦ
                            λεγομένου καὶ διαφερομένου τοῖς ἑτέρωθι <lb/>γεγραμμένοις ὑφ᾿
                            Ἱπποκράτους. εἰ γὰρ ἐν τούτῳ μόνον <lb/>ψευδόμενόν τε ἅμα καὶ μαχόμενον
                            Ἱπποκράτει τὸν περιγράψαντα <lb/>τὰ μεταξὺ κατενόησαν, ἐοίκασι τῷ τὴν
                            παρωνυχίαν <lb/>ὁρῶντι, τὸ δ᾿ ὅλον σῶμα μὴ βλέποντι κάκιστα διακείμενον.
                                <pb n="169"/> ὁ μὲν γὰρ ἀγνοήσας τὸν ἀμφημερινὸν τοῦ τριταίου
                            <lb/>χρονιώτερον εἶναι ἐνδείκνυται μὲν ἑαυτὸν οὐκ εἶναι τρίβωνα <lb/>τῶν
                            ἔργων τῆς ἰατρικῆς, οὐ μὴν ἐξ ἀτονίας γέ τινος <lb/>ἀναισχύντου τὸ
                            ψεῦσμα διέπλασεν, ἀλλ᾿ ἐκ πιθανοῦ λόγου <lb/>κινηθεὶς, καὶ μάλιστα
                            ἐπειδή τισι τῶν παλαιῶν, ὧν καὶ <lb/>Πλάτων ἐστὶν, ἐδόκει τοὺς μὲν
                            συνεχεῖς πυρετοὺς, ἐξ ὑπερβολῆς <lb/>τοῦ πυρὸς γίνεσθαι, τοὺς δὲ
                            ἀμφημερινοὺς ἀέρος, <lb/>καὶ τριταίους μὲν ὕδατος, τεταρταίους δὲ γῆς. ἡ
                            γάρ τοι <lb/>τοῦ Πλάτωνος ῥῆσις αὐτοῖς ὀνόμασιν οὕτως ἔχει· τὸ μὲν
                            <lb/>οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ <lb/>καύματα καὶ
                            πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀμφημερινοὺς, <lb/>τριταίους δ᾿
                            ὕδατος, διὰ τὸ νωθέστερον ἀέρος, <lb/>καὶ πυρὸς εἶναι· τὸ δὲ γῆς
                            τέταρτον ὂν, νωθέστατον τούτων, <lb/>ἐν τετραπλασίαις χρόνου περιόδοις
                            καθαιρόμενον, τεταρταῖον <lb/>πυρετὸν ποιῆσαν, ἀπαλλάττεται μόγις. εἴπερ
                            <lb/>οὖν ὁ Πλάτων τὸ νωθέστατον στοιχεῖον, ὅπερ ἐστὶν <lb/>ἑδραιότατόν
                            τε καὶ δυσκινητότατον, ἐν τετραπλασίαις χρόνου <lb/>περιόδοις
                            ἐκκαθαίρεσθαί φησι, πιθανὸν ἔδοξαν εἶναι <pb n="170"/> καὶ τἄλλα
                            διαφέρειν ἀλλήλων κατὰ τὴν αὐτὴν ἀναλογίαν, <lb/>ὡς γέγονεν ἐφεξῆς τε τῷ
                            γεώδει στοιχείῳ, τοῦτο δ᾿ ἂν ὕδωρ <lb/>εἴη, τὴν ἐφεξῆς τῇ τετάρτῃ
                            περιόδῳ γεννᾷν. τὸ δὲ τούτου <lb/>πάλιν ἐφεξῆς, ὅπερ ἐστὶν ἀὴρ, τὴν
                            ἀμφημερινήν. τὸ δὲ ὀξυκινητότατον, <lb/>ὅπερ εὔδηλον ὅτι τὸ πῦρ ἐστιν,
                            ἐργάζεσθαι <lb/>τὸν συνεχῆ πυρετόν. ἀλλὰ τούτου πιθανώτερός ἐστιν ὁ
                            <lb/>λόγος ὁ τῷ φύσει θερμῷ στοιχείῳ, τουτέστι τῷ πυρὶ, τὴν <lb/>αἰτίαν
                            ἀνατιθεὶς τῆς γενέσεως αὐτῶν. οὐ γὰρ εὔλογον ὑπὸ <lb/>τοῦ ψυχροῦ
                            στοιχείου πλεονάσαντος ἐν τῷ σώματι τὸ θερμότατον <lb/>πάθος γίνεσθαι.
                                <milestone unit="ed2page" n="149"/>τοίνυν εὔλογον μέν ἐστι <lb/>τοῦ
                            θερμοῦ στοιχείου τῇ πλεονεξίᾳ θερμὸν γίνεσθαι πάθος. <lb/>ἀλλήλων δὲ
                            διαφέρουσιν οἱ πυρετοὶ ταῖς αὐτῶν διαφοραῖς, <lb/>ἃς τῷ ποσῷ τῆς αἰτίας
                            ἀνατίθεσθαι προσήκει. <lb/>τοῦτο δ᾿ εἰ συγχωρήσομεν, ὁ μὲν συνεχέστατος
                            καὶ θερμότατος <lb/>πυρετὸς ὑπὸ πλείστου γενήσεται πυρός. ὁ δὲ ἐφεξῆς
                            <lb/>αὐτῷ δευτέραν ἔχει χώραν ἐν ποσότητι, καὶ τρίτην μὲν <lb/>ὁ
                            τριταῖος, τετάρτην δὲ ὁ τεταρταῖος, αἵ τε λύσεις αὐτῶν <lb/>ἀκολούθως
                            ταῖς αἰτίαις ἔσονται, τάχισται μὲν αἱ τοῦ θερμοτάτου <pb n="171"/>
                            πυρετοῦ, δεύτεραι δὲ κατὰ τὸν χρόνον αἱ τῶν <lb/>ἀμφημερινῶν, καὶ τρίται
                            αἱ τῶν τριταίων καὶ τέταρται αἱ <lb/>τῶν τεταρταίων. ὥσθ᾿ ὅσον μὲν
                                <milestone unit="ed1page" n="29"/>ἐπὶ τῷ πιθανῷ καλῶς <lb/>εἴρηται
                            ταῦτα· τὸ δὲ ἐκ τῆς τῶν πραγμάτων ἱστορίας <lb/>ἐλέγχει τὸν λόγον. ἐπὶ
                            δὲ τῆς προγεγραμμένης τῶν φλεβῶν <lb/>ἀνατομῆς οὐδὲν ἔχων εἰπεῖν πιθανὸν
                            ὁ συνθεὶς αὐτὴν <lb/>οὐχ ἓν, ἢ δύο, ἢ τρία φαίνεται ψευσάμενος, ἀλλὰ
                            <lb/>πάνυ πολλὰ, πρὸς τὸ μηδὲ κατὰ τύχην ἕν τι τῶν ἐν αὐτοῖς <lb/>ἀληθῶς
                            εἰρῆσθαι. θαυμαστὸν οὖν ὅπως ἐπ᾿ ἐκείνων μὲν <lb/>οὐδὲν ἐμέμψατο τῷ
                            γράψαντι, τὰ μετὰ τὸ περὶ φύσιος ἀνθρώπου <lb/>μέχρι δεῦρο πάντα, νυνὶ
                            δὲ μέμφεται καὶ διὰ τοῦτο <lb/>αὐτῷ οὐκέτι δοκεῖ τὸ βιβλίον Ἱπποκράτους
                            εἶναι. Σαβίνου <lb/>δὲ καὶ τῶν πλείστων ἐξηγητῶν ἔτι καὶ τοῦτ᾿ ἄν τις
                            θαυμάσειεν, <lb/>ὅτι τὰ προγεγραμμένα πάντα ἐπαινοῦντες ἀεὶ θαυμασίως
                            <lb/>εἰρῆσθαι, τὸ δέ τι τἀνδρὶ καὶ δαιμονίως, τὸ δέ τι <lb/>καὶ θείως,
                            τὸ δέ τι νῦν ἐξαίφνης μὲν ἐκείνων ἁπάντων <lb/>ἐπελάθοντο. διὰ μίαν δ᾿
                            ἀντιλογίαν οὐκέτ᾿ αὐτοῖς Ἱπποκράτους <lb/>εἶναι τὸ βιβλίον δοκεῖ, ἀλλὰ
                            μετακινοῦσιν ἐπὶ <pb n="172"/> Πόλυβον, ὡς αὐτοὶ μὲν ἀνεγνωκότες τοὺς
                            ἀφορισμοὺς καὶ <lb/>τὸ πρῶτον τῶν ἐπιδημιῶν, οὐκ ἀνεγνωκότος δὲ ταῦτα
                            Πολύβου, <lb/>ὃν ἀδύνατον ἦν μαθητὴν Ἱπποκράτους ὄντα μὴ οὐ
                            <lb/>πολλάκις μὲν ἀκηκοέναι παρ᾿ αὐτοῦ περὶ τῆς διαφορᾶς τῶν
                            <lb/>πυρετῶν, ἀνεγνωκέναι δὲ οὐκ ὀλιγάκις αὐτοῦ τὰ συγγράμματα, <lb/>σὺν
                            τῷ καὶ αὐτὸν ἐπὶ τῶν ἀῤῥώστων τεθεᾶσθαι ταχυκρίσιμον <lb/>μὲν τὸν
                            τριταῖον, χρονίζοντα δὲ τὸν ἀμφημερινόν. <lb/>οὐ γὰρ δὴ τῶν ἐπὶ τῆς
                            Ἀλεξανδρείας προφητευσάντων εἷς <lb/>τις ἦν ὁ Πόλυβος, οἳ μηδένα πώποτε
                            θεασάμενοι νοσοῦντα <lb/>σχολαστικοῖς ἐπέτριβον, οὐδὲν ὑγιὲς λέγοντες,
                            οὐδ᾿ ὧν οἱ <lb/>τρίβωνες ὁρῶσι, φαινομένων ἐναργῶς ἐπὶ ἀῤῥώστων. ὥσθ᾿
                            <lb/>ὁ ταῦτα γράψας ἤτοι οὗτος ἦν σοφιστὴς, ἢ πανοῦργος <lb/>ἄνθρωπος,
                            ὡς ἔοικε, παραγράψας τὸ ψεῦδος, ἕνεκα τοῦ <lb/>προστρίψασθαι ψόγον τῷ
                            παλαιῷ. τοῦ δὲ νεώτερον εἶναι <lb/>τὸν παραγράψαντα ταῦτα καὶ ἡ τοῦ
                            συνόχου προσηγορία <lb/>τεκμήριόν ἐστιν. οὐδαμόθεν γὰρ οὔθ᾿ Ἱπποκράτης
                            οὔτε <lb/>τις τῶν παλαιῶν τὸν συνεχῆ πυρετὸν ὠνόμασε σύνοχον, <lb/>ὥσπερ
                            οὐδὲ οὐρήματα τὰ οὖρα, ἀλλὰ ταῦτα ὀνόματα νεωτέρων <pb n="173"/> ἐστιν
                            ἰατρῶν, ὅσοι τὴν παλαιὰν λέξιν ἠγνόησαν. <lb/>ἀπολιπόντες οὖν ἤδη τὰ
                            παραγεγραμμένα ταυτὶ μεταβῶμεν <lb/>ἐπὶ τὸ περὶ διαίτης ὑγιεινῆς, ὃ
                            Πολύβου φασὶν εἶναι <lb/>σύγγραμμα. </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>