<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.prooemium-1.19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.prooemium-1.19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="prooemium"><head>ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ <lb/>ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΑΙ <lb/>ΓΑΛΗΝΟΥ
                            ΕΙΣΑΥΤΟ ΥΠΟΜΝΗΜΑ.</head><p><milestone unit="ed2page" n="91"/><milestone unit="ed1page" n="1"/>Προοίμιον Γαλήνου. Περὶ τῶν <lb/>καθ᾿
                            Ἱπποκράτην στοιχείων πάλαι ποθ᾿ ὑπόμνημα τῶν <lb/>ἑταίρων τινὶ πρὸς
                            ἀποδημίαν στελλομένῳ γράψας ἐπιδέδωκα, <lb/>τῆς ἐκείνου στοχαζόμενος
                            ἕξεως· ἅπερ οὖν ᾔδειν <lb/>αὐτὸν ἀκριβῶς ἐπιστάμενος, οὔτ᾿ ἀπέδειξα κατὰ
                            τὴν <lb/>ἀρχὴν τοῦ συγγράμματος οὔτ᾿ ἀνέμνησα καί περ εἰωθὼς <pb n="2"/>
                            οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις <lb/>αὐτὸν
                            ἔσεσθαι μέλλοι. φθάσαντος δ᾿ οὐκ οἶδ᾿ ὅπως <lb/>εἰς πολλοὺς ἐκπεσεῖν τοῦ
                            συγγράμματος, οὐκέθ᾿ ἕτερον ἐπ᾿ <lb/>αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ τὴν
                            ἐξήγησιν τοῦ περὶ φύσιος <lb/>ἀνθρώπου βιβλίου διὰ τοῦτ᾿ ἀνεβαλλόμην,
                            ὅτι τὰ συνέχοντα <lb/>πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ περὶ
                            τῶν καθ᾿ <lb/>Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν
                            <lb/>οὖν ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν <lb/>οὐ
                            μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς <lb/>ἐν ἐκείνῳ πρότερον
                            ἐπεποιήμην, ἀλλ᾿ ἁπασῶν ἐφεξῆς, ἐδεήθησαν <lb/>οἱ ἑταῖροι παρ᾿ ἐμοῦ
                            λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως <lb/>ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον
                            εἰπεῖν ἐν ἀρχῇ <lb/>τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, <milestone unit="ed2page" n="92"/>ἐπειδὴ γινώσκειν <lb/>αὐτὰ τὸν ἑταῖρον
                            ἐπιστάμην. ἓν μὲν δὴ καὶ πρῶτόν <lb/>ἐστιν εἰπεῖν, ὅ τί ποτε σημαίνεται
                            πρὸς τοῦ τῆς φύσεως <lb/>ὀνόματος, ἀφ᾿ οὗ καὶ τῶν παλαιῶν φιλοσόφων
                            ἔνιοι <lb/>παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ᾿ ἡμῖν <lb/>ὧν
                            ἕνεκεν λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ περὶ φύσεως αὐτοῖς <pb n="3"/>
                            γεγραμμένα βιβλία. φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην <lb/>οὐσίαν ὁποία
                            τίς ἐστιν, ἣν ἀγέννητόν τε καὶ ἀΐδιον εἶναί <lb/>φασιν, ὑποβεβλημένην
                            ἅπασι τοῖς γεννητοῖς καὶ φθαρτοῖς <lb/>σώμασι, τά θ᾿ ὑπάρχοντα κατὰ τὸν
                            ἴδιον λόγον ἑκάστῳ <lb/>τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷς
                            γνωσθεῖσιν ἕπεται <lb/>καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον
                            λόγον <lb/>ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν
                            <lb/>διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίγνεται· <lb/>κᾂν ἓν
                            δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται καὶ <lb/>οὕτως εἰθισμένοι
                            λέγειν εἰσὶν οἱ ἄνθρωποι, ἐν ᾧ περὶ τῆς <lb/>τοῦ πράγματος φύσεως
                            ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ <lb/>ποιητής. προειπὼν γὰρ</p><lg><l>Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργειφόντης</l><l>Ἐκ γαίης ἀνελὼν, καί μοι φύσιν αὐτοῦ ἔδειξεν.</l></lg><p>ἐφεξῆς φησιν</p><l>Ῥίζην μὲν μέλαν ἔσχε, γάλακτι δὲ ἴκελον ἄνθος.</l><p>οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ <pb n="4"/> φυτῶν
                            ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν, ὁποῖόν <lb/>ἐστιν ἕκαστον
                            ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ <lb/>βλέποντι διηγούμενοι τίνα τ᾿
                            ἔχει δυνάμιν ἢ εἴσω τοῦ <lb/>σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον.
                            ἐν τούτοις <lb/>γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν. ἡ δὲ τούτων
                            <lb/>ἀνωτέρω καὶ πρώτη, περὶ ἧς ἐγώ τε προείρηκα καὶ <lb/>Πλάτων
                            ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν <lb/>πρᾶγμα μεθόδῳ
                            μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ <lb/>τὴν ῥῆσιν αὐτοῦ. ΣΩ. Ψυχῆς
                            οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι <lb/>οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ
                            ὅλου φύσεως; <lb/>ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι
                            <lb/>πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. <lb/>ΣΩ.
                            καλῶς γὰρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει <lb/>τὸν λόγον
                            ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ. <lb/>φημί. ΣΩ. τὸ τοίνυν περὶ
                            φύσεως σκόπει τί ποτε λέγει <lb/>Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿
                            οὐχ ὧδε; δεῖ διανοεῖσθαι <lb/>περὶ ὁτουοῦν φύσεως. πρῶτον μὲν εἰ ἁπλοῦν
                            ἢ <pb n="5"/> πολυειδές ἐστιν, οὗπερ βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ
                            <lb/>καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, <lb/>σκοπεῖν
                            τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ <lb/>δρᾷν ἔχον, ἢ τίνα
                            εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείω <lb/>εἴδη ἔχῃ, ταῦτ᾿ ἀριθμησάμενον,
                            ὅπερ ἐφ᾿ ἑνὸς, τοῦτ᾿ ἰδεῖν <lb/>ἐφ᾿ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν,
                            ἢ τὸ τί παθεῖν <lb/>ὑπὸ τοῦ. αὕτη σοι καὶ ἡ τοῦ Πλάτωνος ῥῆσις ἐκ τοῦ
                            <lb/>Φαίδρου, διδάσκουσα τοῦ τε τῆς φύσεως ὀνόματος τὸ σημαινόμενον,
                            <lb/>ὅπως τε χρὴ μεθόδῳ τὴν οὐσίαν αὐτῆς ἐπισκοπεῖσθαι. <lb/>τοιαῦτα δ᾿
                            εὕροις ἂν ἅπαντα τὰ περὶ φύσεως <lb/>ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν
                            φιλοσόφων, Ἐμπεδοκλέους, <lb/>Παρμενίδου, Μελίσσου, Ἀλκμαίωνος,
                            Ἡρακλείτου. <lb/>τινὲς δ᾿ οὐχ ἓν, ἀλλὰ πλείονα βιβλία τῆς θεωρίας
                            ἐποιήσαντο <lb/>ταύτης. ἔνιοι δὲ καὶ πάνυ πολλὰ, καθάπερ Ἐπίκουρος.
                            <lb/>ἄρχεται γὰρ καὶ αὐτὸς ὥσπερ οὖν καὶ οἱ ἄλλοι <lb/>πάντες ἀπὸ τοῦ
                            ζητῆσαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐστιν <lb/>οὗ τὴν φύσιν εὑρεῖν
                            ἐπιχειροῦμεν, ἢ σύνθετον ἔκ τινων <pb n="6"/> ἑαυτοῦ προτέρων ἁπλῶν,
                            ἅπερ οἱ μετ᾿ αὐτοὺς τοὺς παλαιοὺς <lb/>εἰθίσθησαν ὀνομάζειν στοιχεῖα.
                            καθάπερ ἐπὶ τῆς φωνῆς <lb/>οἱ γραμματικοὶ τέτταρα καὶ εἴκοσί φασιν εἶναι
                            στοιχεῖα, <lb/>
                            <milestone unit="ed2page" n="93"/>τουτέστιν ἁπλᾶ τε καὶ πρῶτα μόρια,
                            μηκέτι <lb/>εἰς ἄλλα διαιρεῖσθαι δυνάμενα, καθάπερ αἱ συλλαβαί· τῆς
                            <lb/>γοῦν στρα συλλαβῆς ἐστιν ἀφελόντι σοι τὸ πρῶτον στοιχεῖον <lb/>τὸ
                            σ, τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουσαν ἔτι <lb/>συλλαβήν. οὕτω δὲ καὶ
                            εἰ αὐτῆς πάλιν τῆς τρα τὸ πρῶτον <lb/>ἀφέλῃς γράμμα τὸ τ, τὸ ταύτης
                            ὑπόλοιπον ἕξεις διαιρεῖσθαι <lb/>δυνάμενον τὴν ρα. οὐ μὴν τήν γε α
                            διαιρήσεις ἔτι <lb/>καὶ δείξεις ἐκ δυοῖν ἢ τριῶν φθόγγων, ὥσπερ ἄλλας
                            πολλὰς <lb/>συγκειμένην. ἀλλ᾿ ἔστιν εἷς αὐτῆς ἀδιαίρετος φθόγγος,
                            <lb/>οὐ κατὰ ποσὸν ἁπλῶς, ὡς ἑτέρωθι δεδείχαμεν ἡμεῖς τε καὶ <lb/>ἄλλοι
                            πολλοὶ τῶν φιλοσόφων, ἀλλὰ κατὰ μόνον τὸ εἶδος. <lb/>οὕτω δὲ καὶ οἱ τὰ
                            τέτταρα στοιχεῖα τῶν ἐν γενέσει καὶ <lb/>φθορᾷ σωμάτων εἶναι λέγοντες,
                            ἀέρα καὶ πῦρ καὶ γῆν καὶ <lb/>ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐστιν ἕκαστον
                            αὐτῶν εἰς εἴδη <lb/>πλείω τμηθῆναι, διὰ τοῦτο τῆς φυσιολογίας ἀρχὰς αὐτὰ
                                <pb n="7"/> τίθενται. πρώτη μὲν γάρ ἐστι σωμάτων ἐλαχίστων ἔννοια
                            <lb/>κατὰ ποσὸν, ἐφεξῆς δ᾿ ἄλλη δευτέρα κατὰ τὸ ποιὸν, ὡς <lb/>ἐπὶ τῶν
                            τῆς φωνῆς στοιχείων ἐδείχθη, καὶ διέστησάν γε <lb/>πρὸς ἀλλήλους οἱ
                            φυσικοὶ φιλόσοφοι. τινὲς μὲν κατὰ τὸ <lb/>ποσὸν ὑποτιθέμενοι τὰ στοιχεῖα
                            τῶν ἐν γενέσει καὶ φθορᾷ <lb/>σωμάτων ἐλάχιστα μόρια, τινὲς δὲ κατὰ τὸ
                            ποιόν. ἀλλὰ <lb/>περὶ μὲν τοῦ σημαινομένου πρὸς τῆς στοιχείου φωνῆς ἐν
                            <lb/>τῷ πρώτῳ περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖστον εἴρηται,
                            <lb/>καθάπερ γε καὶ περὶ τοῦ τῆς φύσεως ἐν τῷ πέμπτῳ. <lb/>νυνὶ δὲ οὐ
                            περὶ προσηγοριῶν ἢ σημαινομένων, ἀλλὰ περὶ <lb/>τῶν πραγμάτων αὐτῶν ὁ
                            λόγος ἡμῖν ἐστιν, <milestone unit="ed1page" n="2"/>ἐξ ὧν <lb/>ἐλαχίστων,
                            εἴτε κατὰ μέγεθος εἴτε κατ᾿ εἶδος, ἡ πρώτη <lb/>σύνθεσις γίνεται τῶν
                            γεννητῶν σωμάτων, ἅπερ Ἀριστοτέλης <lb/>καὶ ἡμεῖς ὀνομάζομεν ὁμοιομερῆ.
                            δευτέρα γὰρ ἐκ τούτων <lb/>ἄλλη σύνθεσις γίγνεται σωμάτων, ἃ καλοῦμεν
                            ὀργανικὰ, χειρὸς, <lb/>σκέλους, ὀφθαλμοῦ τε καὶ γλώττης καὶ πνεύμονος
                            καὶ <lb/>καρδίας, ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ γαστρὸς <lb/>καὶ
                            μήτρας, ὅσα τ᾿ ἄλλα τοιαῦτα. σύγκειται γὰρ ἐκ τῶν <pb n="8"/> πρώτων καὶ
                            ὁμοιομερῶν, ἃ δὴ καὶ πρωτόγονα καλεῖν εἴωθεν <lb/>ὁ Πλάτων, ἡ πρώτη τῶν
                            τοιούτων ὀργάνων φύσις. <lb/>ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν ἤδη
                            καὶ καθ᾿ ἕν <lb/>τι γράμμα, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων, ἕνεκα
                            <lb/>σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος
                            <lb/>καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ <lb/>καὶ σὰρξ, ἥ
                            τε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς <lb/>οὔσαις ὁμοιομερέσιν,
                            ἥ τ᾿ ἐν τοῖς σπλάγχνοις, ἣν δὴ <lb/>καὶ παρέγχυμα καλεῖν Ἐρασίστρατος
                            εἴωθεν. ἐδείχθη δ᾿ <lb/>εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν
                            θεραπευτικὴν <lb/>μέθοδον, ὁποία τίς ἐστιν, ἀπεδείκνυον, ἀδύνατον ὂν
                            ἐνδεικτικῶς <lb/>θεραπεύειν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ <lb/>τοῦ
                            γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν, ἢ ἐκ <lb/>πλειόνων σύγκειται,
                            καὶ πότερον ἐκεῖνα κέκραται δι᾿ ὅλων, <lb/>ἢ ψαύει μόνον. ἐδείχθη δὲ καὶ
                            ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν <lb/>ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεως μέρους
                            εἰσὶ δογματικοὶ, <lb/>τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα λογικῶς
                            θεραπεύοντες, <lb/>τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ᾿ ὅλως, ἢ ἐμπειρικῶς. <pb n="9"/> οἱ πλεῖστοι δ᾿ αὐτῶν οὐδ᾿ ὅπῃ διαφέρει τὰ τῶν <lb/>ὀργανικῶν
                            νοσήματα τῶν ἐν τοῖς ὁμοιομερέσι γιγνομένων <lb/>ἐπίστανται, καθάπερ
                            οὐδὲ περὶ τοῦ καθ᾿ ἑκάτερον αὐτῶν <lb/>ἀριθμοῦ. ἀλλ᾿ ὑμεῖς γε, ὦ
                            ἑταῖροι, καὶ περὶ τῆς τῶν νοσημάτων <lb/>διαφορᾶς ἕν τι τῶν ἡμετέρων
                            ὑπομνημάτων ἔχετε <lb/>καὶ τῶν ἰαμάτων οὐ σμικρὰν πραγματείαν, ἣν
                            ἐπέγραψα <lb/>μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν
                            <lb/>περὶ τῆς φύσεως τοῦ σώματος ἡμῶν ἀπαιτοῦσι λόγον, ὃς <lb/>ἐν τῷ
                            προκειμένῳ συγγράμματι διδάσκεται. <milestone unit="ed2page" n="94"/>διὸ
                            καὶ <lb/>θαυμάσειεν ἄν τις ἐκείνων, ὅσοι νομίζουσι τὸ περὶ φύσιος
                            <lb/>ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνησίων Ἱπποκράτους, <lb/>ἀλλ᾿, ὡς
                            αὐτοὶ καλεῖν εἰώθασι, νόθον, ἀπατηθέντες ἐκ τῶν <lb/>ἐν αὐτῷ
                            διεσκευασμένων τε καὶ παρεγγεγραμμένων, ὑπὲρ <lb/>ὧν ἐπὶ πλέον μὲν ἐν
                            αὐτοῖς τούτοις ἐπιδείξω τοῖς ὑπομνήμασιν, <lb/>ἀρκεῖ δὲ νῦν ἐρεῖν ὅσα
                            κᾀν τῷ γνησίῳ ἢ καὶ νόθῳ <lb/>Ἱπποκράτους συγγράμματι εἴρηται, κατὰ
                            λέξιν οὕτως ἔχοντα. <lb/>τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ ἓν γράμμα
                            μέρος τὸ <lb/>πρῶτον εἰς διακοσίους καὶ τεσσαράκοντα στίχους ἐξήκει, <pb n="10"/> δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ
                            <lb/>μὲν ζώων σώματα γεγονέναι, μετὰ τοῦ καὶ διδάξαι περὶ <lb/>τῆς τῶν
                            χυμῶν φύσεως, τὸ δὲ ἀπὸ τοῦδε ποικίλον τ᾿ <lb/>ἐστί. τὸ μὲν γὰρ πρῶτον
                            αὐτοῦ μέρος διακρίνει τὰς σποραδικὰς <lb/>ὀνομαζομένας νόσους ἀπὸ τῶν
                            ἐπιδημιῶν γε καὶ <lb/>λοιμωδῶν, ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένους,
                            ἐν τῷ <lb/>καθόλου διδάσκει. τὸ δὲ μετ᾿ αὐτὸ ἀνατομὴν φλεβῶν διέρχεται.
                            <lb/>κᾄπειτα περὶ νοσημάτων ἐστὶ ποικίλη διδασκαλία <lb/>καὶ μετὰ ταῦτα
                            ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμμένη. <lb/>κᾄπειτ᾿ ἐφεξῆς ὅπως ἄν τις
                            τοὺς παχυτάτους ἀνθρώπους <lb/>λεπτύνειεν, ἢ τοὺς λεπτοτάτους
                            σαρκώσειεν, οἷς ἔζευκται <lb/>διδασκαλία περὶ ἐμέτων. εἶτά τις ὑπογραφὴ
                            διὰ βραχέων <lb/>διαίτης παιδίων καὶ μετὰ ταῦτα γυναικῶν, εἶτα τῶν
                            γυμναζομένων, <lb/>εἶτ᾿ ἐπὶ τέλει πρόσκειται διὰ στίχων ὡς δέκα,
                            <lb/>περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσεῤῥιμμένων.
                            <lb/>εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν <lb/>διεσκεύασται καὶ
                            σύγκειται σχεδὸν εἰς ἑξακοσίους στίχους <lb/>ἢ βραχύ τι ἧττον
                            ἐκτεταμένον. ἔχει δὲ τὸν μὲν πρῶτον <pb n="11"/> λόγον, ἔνθα περὶ τῶν
                            στοιχείων καὶ τῶν χυμῶν διέρχεται, <lb/>παντοίως ἐχόμενον τῆς
                            Ἱπποκράτους τέχνης. ὥσπερ γε καὶ <lb/>τὸν δεύτερον, τὸν διακριτικὸν τῶν
                            ἐπιδημιῶν τε καὶ σποραδικῶν <lb/>νοσημάτων. τὸν δὲ περὶ τῆς τῶν φλεβῶν
                            ἀνατομῆς <lb/>ἐναργῶς παρεγκείμενον ἔχει μοχθηρὸν ὅλον. οὔτε <lb/>γὰρ
                            τοῖς φαινομένοις ὁμολογεῖ καὶ τοῖς ἐν τῷ δευτέρῳ τῶν <lb/>ἐπιδημιῶν
                            εἰρημένοις μάχεται. τῶν δ᾿ ἑξῆς τὰ μὲν παρέγκειται, <lb/>περὶ ὦν ὅτ᾿
                            ἐξηγούμεθά σοι τὸ βιβλίον, ἀκριβωθήσεται· <lb/>τὰ δέ ἐστιν ἀξιόλογα καὶ
                            διὰ βραχέων καλῶς εἰρημένα <lb/>καὶ τῆς Ἱπποκράτους ἐχόμενα τέχνης,
                            ὥσπερ ὅσα <lb/>περὶ τῆς ὑγιεινῆς διαίτης εἴρηται. τὸ μὲν ὅλον τὸ βιβλίον
                            <lb/>ἐκ τούτων σύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέρος ἁπάσης <lb/>τῆς
                            Ἱπποκράτους τέχνης ἔχει τὴν οἷον κρηπῖδα, διὸ καὶ <lb/>θαυμάζειν ἔφην
                            ἐνίων ἀποξενούντων αὐτὸ τῆς τοῦ Ἱπποκράτους <lb/>ἐννοίας. οἱ πλεῖστοι
                            μὲν γὰρ τῶν γνόντων Ἱπποκράτειον <lb/>τέχνην τοῖς γνησίοις αὐτὸ
                            συγκαταριθμοῦσι, νομίζοντες <lb/>τοῦ μεγάλου Ἱπποκράτους σύγγραμμα,
                            τινὲς δὲ <lb/>Πολύβου τοῦ μαθητοῦ τε ἅμα καὶ διαδεξαμένου τὴν τῶν <pb n="12"/> νέων διδασκαλίαν, ὃς οὐδὲν ὅλως φαίνεται μετακινήσας τῶν
                            <lb/>Ἱπποκράτους δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων, <lb/>ὡσπερ οὐδὲ
                            Θεσσαλὸς ὁ αὐτοῦ υἱὸς, θαυμάσιος μὲν ἀνὴρ <lb/>καὶ οὗτος γενόμενος, ἀλλ᾿
                            οὐ καταμείνας ἐν τῇ πατρίδι καθάπερ <lb/>ὁ Πόλυβος. Ἀρχελάῳ γὰρ τῷ
                            Μακεδονίας βασιλεῖ <lb/>συνεγένετο. πεπιστεύκασι μὲν οὖν, ὡς ἔφην, καὶ
                            ἄλλοι σχεδὸν <lb/>ἄπαντες ἰατροὶ, πλὴν ὀλίγων δή τινων, Ἱπποκράτους
                            <lb/>εἶναι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐδὲ
                            <lb/>Πλάτων αὐτός. γράφει γοῦν ἐν Φαίδρῳ προγεγραμμένην <lb/>ῥῆσιν
                            ὀλίγον ἔμπροσθεν, ἦς ἡ ἀρχὴ, ΣΩ. Ψυχῆς οὖν φύσιν <lb/>ἀξίως λόγου
                            κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς <lb/>τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν
                            οὖν Ἱπποκράτει τῷ τῶν <lb/>Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ τοῦ
                            σώματος <lb/>ἄνευ τῆς μεθόδου ταύτης. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀναγνόντας
                            <lb/>τοὺς εἰκῆ φλυαροῦντας ἐπισκέψασθαι τίνι τῶν βιβλίων
                            <lb/>Ἱπποκράτους ἡ ὑπὸ Πλάτωνος ἐπαινουμένη μέθοδος <lb/>
                            <milestone unit="ed2page" n="95"/>γέγραπται. φανεῖται γὰρ οὐ καθ᾿ ἓν
                            ἄλλο παρὰ τὸ <lb/>προκείμενον ἡμῖν σύγγραμμα τὸ περὶ φύσιος ἀνθρώπου.
                                <pb n="13"/> ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον ὦν ὁ Πλάτων διῆλθεν,
                            <lb/>ἃ κᾀγὼ διά τε τῶν περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων <lb/>ἐδίδαξα
                            καὶ νῦν οὐχ ἦττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν <lb/>οὕτως ἔδοξεν.
                            ἐκεῖνο δ᾿ οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς <lb/>τὴν ἐξήγησιν ἀφίξομαι τῶν
                            ἐν τῷ βιβλίῳ ῥήσεων· ἐκπεσόντος <lb/>εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε
                            βιβλίου περὶ <lb/>τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπαινεθέντος τε πρὸς
                            <lb/>ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι τινὲς τῶν ἀπαιδεύτων, <lb/>ὅσοι
                            τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν <lb/>ἠδυνήθησαν ἐλέγξαι,
                            καίτοι γ᾿ ἐπιχειρήσαντες, ἀπεπνίγοντο <lb/>δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο
                            ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολὴν, <lb/>ὡς οὐκ ἔστιν Ἱπποκράτους αὐτοῦ.
                            τὸ σύγγραμμα <lb/>τοίνυν ἔστω μήθ᾿ Ἱπποκράτους μήτ᾿ αὐτοῦ Πολύβου, μηδ᾿,
                            <lb/>εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα περὶ φύσιος
                            <lb/>ἀνθρώπου, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ <lb/>καὶ ὑγροῦ τὰ
                            σώμαθ᾿ ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ᾿ <lb/>αὐτοῖς χαρισόμεθα, τό γε ἐκ
                            τούτων συγκεῖσθαι τὰ σώμαθ᾿ <lb/>ἡμῶν, Ἱπποκράτους ἐστὶ δόγμα. φαίνεται
                            γὰρ ἐν τοῖς <pb n="14"/> γνησιωτάτοις ἑαυτοῦ βιβλίοις οὐ μόνον τὰς τῶν
                            νόσων διαφορὰς <lb/>ἀκολούθως ταῖς ἀρχαῖς ταύταις <milestone unit="ed1page" n="3"/>ποιούμενος, <lb/>ἀλλὰ καὶ τοὺς τῶν ἰάσεων
                            τρόπους ἐντεῦθεν εὑρίσκων. τὰ <lb/>νοσήματα μὲν γὰρ αὐτῶν κατὰ τὸ θερμόν
                            τε καὶ ψυχρὸν, <lb/>ὑγρόν τε καὶ ξηρὸν ἀλλήλων διαφέρει. ἡ θεραπεία δὲ
                            γίγνεται <lb/>τῶν μὲν θερμῶν ψυχομένων, τῶν δ᾿ ὑγρῶν ξηραινομένων,
                            <lb/>ὥσπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομένων, τῶν <lb/>δὲ ξηρῶν
                            ὑγραινομένων. ἔτι τε τούτων ἔμπροσθεν αὐτῶν <lb/>τῶν κατὰ τοὺς ἀνθρώπους
                            φύσεων τὰς μὲν θερμὰς ἡγεῖται, <lb/>τὰς δὲ ψυχρὰς, τὰς δὲ ὑγρὰς, τὰς δὲ
                            ξηρὰς, ἡλικίας <lb/>τε ὡσαύτως καὶ χώρας κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων
                            <lb/>διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐρασιστράτου ποτὲ
                            <lb/>φθεγξαμένου, καθάπερ οὐδὲ ἄλλου τινὸς, ὅσοι τὸ θερμὸν
                            <lb/>ἐπίκτητον, οὐ σύμφυτον εἶναι νομίζουσιν. οὕτω δὲ καὶ τἄλλα
                            <lb/>πάντα τὰ κατὰ μέρος ὁ μὲν Ἱπποκράτης εἰς τὰς ἀρχὰς <lb/>ταύτας
                            ἀναφέρει, οὐ φυλάττει δ᾿ Ἐρασίστρατος, ὡς διὰ <lb/>τοῦτο καὶ τῶν φυσικῶν
                            ἔργων ἀνεπιζήτητα καταλιπεῖν ἔνια, <lb/>καθάπερ ἐδιδάξαμεν ἐν τοῖς τῶν
                            φυσικῶν δυνάμεων ὑπομνήμασι. <pb n="15"/> ἐπεὶ δὲ οἱ πᾶσι λωβώμενοι τοῖς
                            καλοῖς ἐγκαλοῦσι <lb/>τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα
                            <lb/>γράφειν ἡμᾶς εἰπόντες, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι <lb/>τὴν
                            ἐπήρειαν, ἰδίαν γράψας ἑτέραν πραγματείαν, ἐν <lb/>ᾗ δείξω τὴν αὐτὴν
                            δόξαν Ἱπποκράτει ἐμὲ διαφυλάττοντα, <lb/>τῇ κατὰ τὸ περὶ φύσεως ἀνθρώπου
                            γεγραμμένῃ καὶ κατὰ <lb/>τὰ ἄλλα πάντα συγγράμματα. οἶδα δὲ πάλιν ὥσπερ
                            ἐν <lb/>ἅπασι τοῖς ἀποδεικνυομένοις ὑφ᾿ ἡμῶν, οἱ βάσκανοι διαβάλλειν
                            <lb/>αἰδεσθέντες τὰ πρὸς ἁπάντων ἐπαινούμενα, μέμφονταί <lb/>τινα
                            θεωρήματα τῶν κοινωνούντων αὐτοῖς, οὕτω <lb/>καὶ νῦν πράξοντας αὐτούς.
                            ἐπὶ μὲν γὰρ τῶν γραφησομένων <lb/>βιβλίων ἐροῦσι χρῆσθαι μὲν ὄντως
                            Ἱπποκράτην σκοποῖς <lb/>στοιχειώδεσι, τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ
                            <lb/>ὑγρῷ, οὐ μήν γ᾿ ἀληθῶς ὑπολαμβάνειν αὐτόν. ὅταν δ᾿ ἀποδεικνύῃ
                            <lb/>πάλιν, ἐκ τούτων τὰ σώμαθ᾿ ἡμῶν συγκεῖσθαι, μὴ <lb/>δοκεῖν
                            Ἱπποκράτει τοῦτο ἐροῦσιν, οὐ γὰρ εἶναι τὸ περὶ <lb/>φύσεως ἀνθρώπου
                            βιβλίον Ἱπποκράτους. ὥσπερ οὖν ἐκεῖνοι <lb/>κακουργοῦντες οὐ παύονται,
                            οὕτω καὶ ἡμεῖς μεμνῆσθαι τῶν <pb n="16"/> προκειμένων ἐν ἑκάστῳ τῶν
                            ὑπομνημάτων ἀναμιμνήσκειν αὐτοὺς <lb/>καὶ μήθ᾿ ὅταν ἀποδεικνύωμεν
                            Ἱπποκράτην κατὰ πάντα <lb/>τὰ συγγράμματα θεμέλιον τῆς ἑαυτοῦ τέχνης
                            τιθέμενον ἐν <lb/>τῇ περὶ τῶν εὑρημένων στοιχείων ἐπιστήμῃ, <milestone unit="ed2page" n="96"/>καταλιπόντες <lb/>τοῦτο, περὶ τῆς ἀληθείας
                            αὐτῶν ζητῶσι, μήθ᾿ <lb/>ὅταν περὶ τῆς ἀληθείας ζητῶμεν, ἢ καὶ
                            ἀποδεικνύωμεν, <lb/>ἀποχωρείτωσαν ἐπὶ τὴν περὶ τῆς γνώμης αὐτοῦ σκέψιν,
                            <lb/>ἀλλ᾿ ἰδίᾳ μὲν εἰ ἀληθὴς ὁ περὶ τῶν στοιχείων λόγος ἐξεταζέτωσαν,
                            <lb/>ἰδίᾳ δὲ, εἰ ταῦθ᾿ Ἱπποκράτης ἐτίθετο στοιχεῖα. <lb/>δυοῖν οὖν
                            ὄντοιν τούτοιν τοῖν προβλημάτοιν, τὸ πρότερον <lb/>ἔν τε τῷ περὶ τῶν
                            καθ᾿ Ἱπποκράτην στοιχείων κᾀν τῷ <lb/>νῦν προκειμένῳ λόγῳ σκοπείτωσαν.
                            ἐκ περιουσίας δὲ κατὰ <lb/>τὴν ἀκολουθίαν τοῖς οὐκ ἀσυνέτοις φαίνεται τὰ
                            αὐτὰ τιθέμενος <lb/>ἀεὶ στοιχεῖα, τό τε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον
                            <lb/>αὐτὸς γράψας. </p></div><div type="textpart" subtype="chapter" n="1"><quote type="lemma" n="1">Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος
                            τῆς <pb n="17"/> ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν
                            <lb/>ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν. <lb/>οὔτε
                            γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, <lb/>οὔτε πῦρ, οὔτε ὕδωρ,
                            οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι <lb/>μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ
                            ἀνθρώπῳ. ἀλλὰ τοῖσι <lb/>βουλομένοισι ταῦτα λέγειν παρίημι.</quote><p>Ὅσον ἐπὶ τῇ ῥήσει ταύτῃ γνῶναι σαφῶς τὴν τοῦ συγγραφέως <lb/>γνώμην οὐ
                            πάνυ τι δόξει δυνατὸν εἶναι. μέμφεται <lb/>γὰρ τοῖς προσωτέρω τὸν περὶ
                            τῆς φύσεως λόγον ἀπάγουσι <lb/>τῆς ἰατρικῆς χρείας. προσωτέρω δ᾿ ἀπάγειν
                            ὑπονοήσειεν <lb/>ἄν τις ἐκείνους, ὅσοι τε πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ
                            <lb/>γῆν εἶναι λέγουσι τὰ στοιχεῖα τῆς ἀνθρώπου φύσεως, εἰ μὴ
                            <lb/>μιγέουσι τὰ στοιχεῖα, ὅσοι τε τούτων τὸ στοιχεῖον ἕν τι· <lb/>κατὰ
                            μὲν τὴν πρόχειρον φαντασίαν ἐπὶ τὸ πρότερον ἀφικνουμένων <lb/>ἡμῶν, κατὰ
                            δὲ τὴν ἀκριβεστέραν σκέψιν ἐπὶ τὸ <lb/>δεύτερον. τοὺς γὰρ ἐκ πυρὸς καὶ
                            γῆς ὕδατός τε καὶ ἀέρος <lb/>ἀλλήλοις κραθέντων ἡγουμένους τὰ σώμαθ᾿
                            ἡμῶν γεγονέναι <pb n="18"/> μοχθηρῶς ἄν τις ἀξιώσειε κρίνεσθαι ὕδωρ, ἢ
                            πῦρ, ἢ γῆν, <lb/>ἢ ἀέρα δεικνύοντας ἐν ἡμῖν, ἢ μὴ δεικνύοντας
                            ἐξελέγχεσθαι <lb/>φάσκειν. ὅμοιον γὰρ τοῦτο τῷ κατὰ τὴν τετραφάρμακον
                            <lb/>δύναμιν ἀξιοῦν ἤτοι κηρὸν, ἢ πίτταν, ἢ στέαρ, ἢ ῥητίνην
                            <lb/>εἰλικρινῆ δεικνύειν, ἢ μὴ δυναμένους δεῖξαι, μὴ συγχωρεῖν <lb/>ἐκ
                            τούτων αὐτὴν συγκεῖσθαι. ἐν γὰρ τῷ κεκρᾶσθαι φάναι <lb/>τὰ τέτταρα τὸ
                            μηδὲν εἰλικρινὲς αὐτῶν εἶναι δηλοῦται. δυνατὸν <lb/>μὲν οὖν ἐστιν ἄμφω
                            νοῆσαι κατὰ τὴν προκειμένην <lb/>ῥῆσιν· ἐν δὲ τοῖς ἑξῆς εἰρησομένοις
                            φαίνεται τὸ δεύτερον <lb/>ὑπὸ τοῦ συγγραφέως κατασκευαζόμενον. εἰ δέ τις
                            ἀκριβῶς <lb/>προσέχοι τὸν νοῦν καὶ κατ᾿ αὐτὴν τήνδε τὴν λέξιν, ἔνθα
                            <lb/>φησίν. <milestone unit="ed2page" n="97"/>οὔτε γὰρ ἠέρα τὸ πάμπαν
                            εἶναι τὸν ἄνθρωπον, <lb/>οὐ τοῦτό φησιν, ὡς οὐκ ἔστιν ὅλως ἐν ἡμῖν ἀὴρ,
                            <lb/>ὥσπερ οὐδ᾿ ὅτι πῦρ, ἢ ὕδωρ ἢ γῆ, ἀλλ᾿ ὡς τὸ πάμπαν. ἐκ <lb/>δὲ τῆς
                            φωνῆς ταύτης σημαίνεται τὸ μὴ παντελῶς, οὐ τὸ <lb/>μηδ᾿ ὅλως. οὐ γὰρ
                            ἀναιρεῖται παντάπασιν ὑπὸ τῆς τοῦ <lb/>πάμπαν λέξεως τὸ πρᾶγμα περὶ οὗ
                            ποιούμεθα τὸν λόγον, <pb n="19"/> ἀλλὰ τὸ τέλειον αὐτοῦ καὶ ἄμικτον
                            παραθραύεται. φαίνεται <lb/>γοῦν ὅ τε ποιητὴς κατὰ τοῦτο τὸ σημαινόμενον
                            χρώμενος <lb/>τῷ πάμπαν φωνῇ, δι᾿ ὧν φησιν</p><lg><l>— οὐδ᾿ ὅτι πάμπαν</l><l>Ἤθελε λαὸν ὀλέσσαι Ἀχαϊκὸν Ἰλιόθι πρό.</l></lg><p>αὐτός θ᾿ Ἱπποκράτης, ἡνίκα ἂν λέγῃ· τῶν ὀξέων νοσημάτων <lb/>οὐ πάμπαν
                            ἀσφαλέες αἱ προσαγορεύσιες, οὔτε τῆς <lb/>ὑγιείης οὔτε τοῦ θανάτου. ὁ
                            μὲν γὰρ ποιητὴς τὸν Δία <lb/>φησὶ χαριζόμενον τῇ Θέτιδι πολὺν μὲν
                            ὄλεθρον ἐθέλειν <lb/>ἐργάσεσθαι τῶν Ἑλλήνων, οὐ μὴν παντελῶς γ᾿ αὐτοὺς
                            διαφθεῖραι. <lb/>ὁ δ᾿ Ἱπποκράτης πολλὰς μὲν τῶν προῤῥήσεων <lb/>εἶναι
                            βεβαίας, ὡς ἐπεδείξαμεν ἐν τοῖς εἰς τὸ προγνωστικὸν <lb/>ὑπομνήμασιν, οὐ
                            μὴν ἁπάσας γε, βέλτιον ἀκούειν, ὅπερ <lb/>καὶ διὰ τῶν ἐφεξῆς δηλοῦται,
                            μὴ συγχωρεῖν τὸν Ἱπποκράτην <lb/>τοῖς ἀέρα μόνον εἶναι λέγουσι τὸ
                            στοιχεῖον τοῦ ἀνθρωπείου <lb/>σώματος, ὥσπερ οὐδὲ τὴν γῆν μόνην, ἢ ὕδωρ,
                            ἢ <lb/>πῦρ. οὐδὲ γὰρ ἕν τι τούτων ἐστὶν, ἀλλ᾿ ἅπαντα στοιχεῖα. <pb n="20"/> διὸ καὶ τὴν κατὰ τὸ τέλος τῆς ῥήσεως φωνὴν, ἀμφίβολον
                            <lb/>οὖσαν ἐν τῷ παρὰ διαίρεσιν καὶ σύνθεσιν γένει ἀμφιβολίας,
                            <lb/>ἄμεινόν ἐστι κατὰ διαίρεσιν ἀναγινώσκειν, ἔνθα φησίν· οὔτ᾿
                            <lb/>ἄλλο οὐδὲν ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. <lb/>τὸ γὰρ
                            ἓν ἐὸν οὐχ ὡς οἱ τὴν προτέραν τῶν ἐξηγήσεων <lb/>πρεσβεύοντες οἴονται,
                            μέρος ἕν ἐστι λόγου, λεγόμενον ὑπὸ <lb/>τῶν ἄλλων Ἑλλήνων ἐν δυοῖν
                            συλλαβαῖν, ἓν ὄν. ὑπὸ δὲ <lb/>τῶν Ἰώνων ἐν τρισὶν, ἐνεὸν, ἀλλὰ δύο ἐστὶ
                            λόγου μέρη. τὸ <lb/>μὲν ἕτερον ὄνομα μονοσύλλαβον, <milestone unit="ed1page" n="4"/>ὡς ἐπειδὰν λέγωμεν <lb/>ἀριθμοῦντες ἓν, δύο,
                            τρία. τὸ δ᾿ ἕτερον, ὅπερ ἡμεῖς μὲν ἂν <lb/>λέγομεν, οἱ δ᾿ Ἴωνες ἐὸν ἐν
                            δυοῖν συλλαβαῖν. ἐπιδειχθήσεται <lb/>γὰρ ἐν τοῖς ἑξῆς ὁ Ἱπποκράτης
                            ἀντιλέγων οὐ τοῖς περιέχεσθαι <lb/>κατὰ τὸ σῶμα τῶν τεσσάρων στοιχείων
                            ἕκαστον <lb/>οἰομένοις, ἀλλὰ τοῖς ἓν μόνον ἐξ αὐτῶν τὴν φύσιν εἶναι
                            <lb/>τοῦ ἀνθρώπου νομίζουσι. πῶς οὖν φησί τις προσωτέρω ἢ <lb/>κατὰ τὴν
                            ἰατρικὴν ὁ λόγος οὗτος ἀποχωρεῖ, καθ᾿ ὃν ἓν <lb/>ὁτιοῦν στοιχεῖον
                            ὑποτίθενταί τινες εἶναι τὴν φύσιν τοῦ ἀνθρώπου; <lb/>ὅτι, καθάπερ αὐτὸς
                            ὀλίγον ὕστερόν φησι, ταύτῃ <pb n="21"/> τῇ δόξῃ τὸ μή ποτε ἀλγεῖν τὸν
                            ἄνθρωπον ἕπεται, καίτοι <lb/>κἂν τοῦτό τις συγχωρήσῃ, ἓν καὶ τὸ ἰώμενον
                            εἶναι. φαίνεται <lb/>δὲ ἀλγοῦν καὶ θεραπευόμενον πολυειδῶς, ὥστε ψευδὴς
                            <lb/>ἀληθῶς. ἴδωμεν οὖν τῶν εἰρημένων ἕκαστον ἐν ταῖς ἐφεξῆς
                            <lb/>ῥήσεσιν, ὅπως αὐτὰ κατασκευάζῃ.</p><quote type="lemma" n="2">Οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι,
                            οὔτε <lb/>πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ
                            <lb/>φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι βουλομένοισι
                            <lb/>ταῦτα λέγειν παρίημι.</quote><p>Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔκδοσιν ἐποιήσατο <lb/>τῶν Ἱπποκράτους
                            βιβλίων, εὐδοκιμήσασαν οὐ μόνον παρὰ <lb/>Ἀδριανῷ τῷ αὐτοκράτορι, ἀλλὰ
                            καὶ νῦν ἱκανῶς ὑπὸ πολλῶν <lb/>σπουδαζομένην, ὥσπερ καὶ ἡ τοῦ συγγενοῦς
                            αὐτῷ Διοσκουρίδου. <lb/>πολλὰ μὲν οὖν ἀμφότεροι μετέγραψαν,
                            ὑπαλλάττοντες <lb/>τὰς παλαιὰς γραφὰς, ἃς μόνας ἴσασιν οἱ ἐξηγησάμενοι
                            <lb/>τὰ Ἱπποκράτους βιβλία. πρὸς δὲ τοῖς πολλοῖς καὶ τήνδε <pb n="22"/>
                            τὴν νῦν προκειμένην λέξιν ὑπήλλαξε Καπίτων, ὧδέ πως <lb/>γράψας·
                                <milestone unit="ed2page" n="98"/>οὔτε γὰρ τὸ πᾶν ἠέρα λέγω τὸν
                            ἄνθρωπον <lb/>εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ. ἐπειδὴ γὰρ οὔτε βιβλίον
                            ηὕρισκεν <lb/>ἀνδρὸς παλαιοῦ τὴν γῆν μόνην εἰπόντος εἶναι στοιχεῖον,
                            <lb/>οὔτε παρὰ τοῖς μάλιστα τὴν τοιαύτην ἱστορίαν ἀναλεξαμένοις
                            <lb/>ἀνδράσι τοῖς Περιπατητικοῖς ἱστορούμενον, τῆς <lb/>δόξης ταύτης
                            προθεῖναί τινα τὴν λέξιν ὑπήλλαξε τολμηρῶς. <lb/>ἄμεινον δ᾿ ἦν
                            ἐπιτιμῆσαι τοῖς φιλοτίμως ἐζητηκόσι τίνος <lb/>ἦν ἀνδρὸς ἡ περὶ τῆς γῆς
                            ὡς μόνης στοιχείου δόξα. παραπλήσιον <lb/>γάρ ἐστι τοῦτο τῷ ζητῆσαι, τίς
                            μὲν οὖν ὁ ἀξιῶν <lb/>ἐκτετραμμένην ἐπιδεῖσθαι τὴν χεῖρα ὑπτίαν. καὶ τίς
                            μὲν <lb/>ὁ τὴν τῆς πτέρνης ἐπίδεσιν ἑτέρως ἢ ὡς Ἱπποκράτης <lb/>ἀξιῶν
                            ποιεῖσθαι· τίς δὲ ὁ τὴν τῆς κλειδὸς, ἢ τίς ὁ τὰ <lb/>μεθ᾿ ἕλκους
                            κατάγματα, κατ᾿ αὐτὸ μὲν τὸ ἕλκος οὐκ ἐπιδῶν, <lb/>ἑκατέρωθι δὲ ἐπιδῶν·
                            ἢ τίς ἐν τῷ καίειν τὸ κατ᾿ ὦμον <lb/>ἄρθρον, οὐκ ἐν οἷς χρὴ μέρεσιν
                            ἐτίθει τὰς ἐσχάρας. ἢ <lb/>τίνες ἦσαν οὓς ἐν τῷ περὶ ῥάχεων λόγῳ
                            μέμφεται. πολλὰ <lb/>γὰρ τοιαῦτα κατά τε τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων
                            εἴρηται <pb n="23"/> τῷ Ἱπποκράτει, ποτὲ μὲν ὡς ἑνὸς, ἐνίοτε δ᾿ ὡς
                            πολλῶν <lb/>ἁμαρτανόντων, ὥσπερ κᾀν τῷ περὶ διαίτης ὀξέων. ἅμα <lb/>γὰρ
                            κᾀκεῖ πολλοὺς ἰατροὺς μεμφόμενος ἔγραψεν ὧδέ πως. <lb/>οἶδα τοὺς ἰητροὺς
                            τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· <lb/>βούλονται γὰρ πάντες ὑπὸ τὰς
                            ἀρχὰς τῶν νούσων προταριχεύσαντες <lb/>τοὺς ἀνθρώπους, ἢ δύο, ἢ καὶ
                            τρεῖς, ἢ καὶ <lb/>πλείους ἡμέρας, οὕτω προσφέρειν καὶ τὰ ῥοφήματα καὶ τὰ
                            <lb/>ποτά. τίνες οὖν ἦσαν οἱ διαιτῶντες οὕτω δεικνύτωσαν <lb/>ἡμῖν οἱ
                            ἐξηγηταί. τίνες δὲ οἱ νομίζοντες φλέγμα μόνον <lb/>εἶναι τὸν ἄνθρωπον,
                            τίνες οἱ ξανθὴν χολὴν, ἢ τίνες οἱ <lb/>μέλαιναν. ἐφεξῆς γάρ τοι κατὰ
                            τοῦτο αὐτὸ τὸ περὶ φύσεως <lb/>ἀνθρώπου βιβλίον εἶναί τινάς φησιν, οἳ
                            οὕτως ἐδόξασαν. <lb/>ἄμεινον μὲν οὖν εἰρῆσθαι τοῖς ἐξηγηταῖς ὡς τάχα μὲν
                            οὐδ᾿ <lb/>ἔγραψαν πάντες οὗτοι τὰς ἑαυτῶν δόξας. ἐγχωρεῖ δὲ καὶ
                            <lb/>γραψάντων αὐτῶν μὴ διασωθῆναι. φαίνεται γὰρ τοῦτο <lb/>κατὰ πλείους
                            αἰτίας γιγνόμενον. ἔνιοι μὲν γὰρ τοὺς διαδεξαμένους <lb/>αὐτῶν τὴν
                            διδασκαλίαν οὐκ ἔσχον, ἔνιοι δὲ οὐκ <pb n="24"/> ἐξέδοσαν ζῶντες τὰς
                            βίβλους, εἶτα ἀποθανόντων αὐτῶν, ἓν <lb/>ἢ δύο που σωζόμενα τῶν
                            ἀντιγράφων, ἀπώλετο. δυνατὸν <lb/>δέ ἐστι καὶ διότι κατεφρονήθη τὰ
                            συγγράμματα αὐτῶν, <lb/>ἀμεληθῆναί τε καὶ τῷ χρόνῳ τελέως ἀπολέσθαι. καὶ
                            μέντοι <lb/>καὶ φθονεροί τινες ἤτοι κατακρύπτουσιν, ἢ τελέως ἀφανίζουσι
                            <lb/>τὰ τῶν πρεσβυτῶν βιβλία. τινὲς δ᾿ ὑπὲρ τοῦ λέγειν <lb/>ὡς ἴδια τὰ
                            ἐν αὐτοῖς γεγραμμένα πράττουσι ταὐτό. <lb/>ἢ καὶ τί θαυμαστὸν ἀπολέσθαι
                            τῶν ἀλλοκότους δόξας γραψάντων, <lb/>ὅπου γε καὶ παρὰ τοῖς Ἀθηναίοις
                            εὑρίσκονταί <lb/>τινες εὐδοκίμως ἠγωνισμένοι κωμικοί τε καὶ τραγικοὶ
                            ποιηταὶ <lb/>δράμασιν οὐκέτι διασωζομένοις. ἵνα γὰρ παραλείπω <lb/>τὰς
                            ἄλλας ἁπάσας αἰτίας, δυοῖν δὲ μόνων τῶν ἔναγχος ἐν <lb/>Ῥώμῃ γιγνομένων
                            μνημονεύσω. πολλάκις μὲν ἐμπρησθέντες <lb/>σηκοὶ, πολλάκις δὲ ἐν
                            σεισμοῖς καταπεσόντες, ἢ κατ᾿ <lb/>ἄλλην αἰτίαν, οὐκ ὀλίγων βιβλίων
                            ἀπωλείας αἴτιοι γεγονέναι <lb/>φαίνονται. κακῶς μὲν ὁ Καπίτων ἐτόλμησε
                            μεταγράψαι <lb/>τὴν παλαιὰν ῥῆσιν, οὐκοῦν οὐδὲ τοῦτο προσθεὶς, ὡς
                            ἐνεδέχετο <lb/>τὸν πρῶτον βιβλιογράφον ἁμαρτεῖν, ἀντ᾿ ἄλλου <pb n="25"/>
                            γράψαντ᾿ ἄλλο. κακῶς δὲ καὶ τῶν ἐξηγητῶν ἔνιοι κατεψεύσαντο
                            <lb/>Ξενοφάνους, ὥσπερ καὶ Σαβῖνος, ὡδί πως γράψας <lb/>αὐτοῖς ὀνόμασιν.
                            οὔτε γὰρ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον, <lb/>ὥσπερ Ἀναξιμένης, οὔτε ὕδωρ
                            ὡς Θαλῆς, οὔτε γῆν <lb/>ὡς ἔν τινι Ξενοφάνης. οὐδαμόθεν γὰρ εὑρίσκεται ὁ
                            Ξενοφάνης <lb/>ἀποφηνάμενος οὕτως. <milestone unit="ed2page" n="99"/>ἀλλὰ καὶ ὁ Σαβῖνος <lb/>αὐτὸς εὔδηλός ἐστιν ἐκ τῶν αὐτοῦ
                            καταψευδόμενος, οὐχ <lb/>ὑπ᾿ ἀγνοίας ἐσφαλμένος, ἢ πάντως ἂν ὀνομαστὶ
                            προσέγραψε <lb/>τὸ βιβλίον ἐν ᾧ ταῦτα ἀπεφήνατο. νῦν δ᾿ οὕτως ἔγραψεν,
                            <lb/>οὔτε γῆν ὡς ἔν τινι Ξενοφάνης· καὶ Θεόφραστος δ᾿ ἂν ἐν <lb/>ταῖς
                            τῶν φυσικῶν δοξῶν ἐπιτομαῖς τὴν Ξενοφάνους δόξαν, <lb/>εἴπερ οὕτως
                            εἶχεν, ἐγεγράφει. καί σοι πάρεστιν εἰ χαίροις <lb/>τῇ περὶ τούτων
                            ἱστορίᾳ, τὰς τοῦ Θεοφράστου βίβλους <lb/>ἀναγνῶναι, καθ᾿ ἃς τὴν ἐπιτομὴν
                            ἐποιήσατο τῶν φυσικῶν <lb/>δοξῶν. ὥσπερ γε πάλιν εἰ τὰς τῶν παλαιῶν
                            ἰατρῶν δόξας <lb/>ἐθέλοις ἱστορῆσαι, πάρεστί σοι τὰς τῆς ἰατρικῆς
                            συναγωγῆς <lb/>ἀναγνῶναι βίβλους, ἐπιγεγραμμένας μὲν Ἀριστοτέλει, <pb n="26"/> ὁμολογουμένας δὲ ὑπὸ τοῦ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ,
                            <lb/>γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ <lb/>τὰ
                            βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος <lb/>ἐπιμελῶς τὰ διασωζόμενα
                            κατ᾿ αὐτὸ ἔτι τῶν παλαιῶν ἰατρῶν <lb/>βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν
                            ἀνελέξατο. τῶν δ᾿ <lb/>ἤδη διεφθαρμένων παντάπασιν, ἢ σωζομένων μὲν, οὐ
                            θεωρηθέντων <lb/>δ᾿, αὐτῷ τὰς γνώμας οὐκ ἠδύνατο γράψαι. κατὰ <lb/>ταῦτ᾿
                            οὖν τὰ βιβλία χολὴν ξανθὴν, ἢ μέλαιναν, ἢ φλέγμα <lb/>στοιχεῖον ἀνθρώπου
                            φύσεως οὐκ ἂν εὕροις οὐδ᾿ ὑφ᾿ ἑνὸς <lb/>εἰρημένον. αἷμα δὲ καὶ τῶν μεθ᾿
                            Ἱπποκράτην φαίνονται <lb/>πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε
                            καὶ τὴν πρώτην <lb/>γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίγνεσθαι, καὶ τὴν μετὰ ταῦτα
                            <lb/>κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ἀλλ᾿ <lb/>ὅ γε
                            Ἱπποκράτης ὀλίγον ὕστερον ἔγρα <milestone unit="ed1page" n="5"/>ψεν ὡς
                            ὄντων <lb/>τινῶν οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον,
                            <lb/>οὐκ ἂν οὕτω γράψας, εἰ μή τινες ἦσαν ἤτοι κατ᾿ <lb/>αὐτὸν, ἢ πρὸ
                            αὐτοῦ δοξάζοντες οὕτως. </p></div><pb n="27"/><div type="textpart" subtype="chapter" n="2"><quote type="lemma" n="3">Δοκέουσι δέ μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα
                            λέγοντες. <lb/>γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι <lb/>δὲ
                            οὐ τὰ αὐτά. ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν <lb/>αὐτὸν ποιέονται.
                            φασὶ γὰρ ἕν τε εἶναι ὅ τί ἐστι καὶ <lb/>τοῦτ᾿ εἶναι ἕν τε καὶ τὸ πᾶν,
                            κατὰ δὲ τὰ οὐνόματα οὐχ <lb/>ὁμολογέουσι. λέγει δὲ αὐτέων ὁ μέν τις
                            φάσκων ἠέρα <lb/>τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ,
                            <lb/>ὁ δὲ γῆν. καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωϋτοῦ λόγῳ μαρτύριά <lb/>τε καὶ
                            τεκμήρια, ἅ γε ἐστὶν οὐδέν. ὅτι μὲν γὰρ τῇ <lb/>αὐτέῃ γνώμῃ πάντες
                            χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτὰ, <lb/>δῆλον ὅτι οὐδὲ γινώσκουσι αὐτά.
                            γνοίη δ᾿ ἂν τόδε τις <lb/>μάλιστα, παραγενόμενος αὐτέοισιν ἀντιλέγουσι.
                            πρὸς γὰρ <lb/>ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον
                            <lb/>ἀκροατέων, οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς ἄνθρωπος <lb/>περιγίνεται
                            ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει, <lb/>ποτὲ δὲ οὗτος, ποτὲ δὲ
                            ᾧ ἂν τύχῃ μάλιστα ἡ <lb/>γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον. καίτοι δίκαιόν
                            ἐστι <pb n="28"/> τὸν φάντα ὀρθῶς γινώσκειν περὶ τῶν πραγμάτων, παρέχειν
                            <lb/>ἀεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωϋτοῦ, εἴπερ ἐόντα <lb/>γινώσκει
                            καὶ ὀρθῶς ἀποφαίνεται. ἀλλὰ ἐμοί γε δοκέουσιν <lb/>οἱ τοιοῦτοι ἄνθρωποι
                            αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν <lb/>ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων
                            ὑπὸ ἀσυνεσίης, <lb/>τὸν δὲ Μελίσσου λόγον ἐπανορθοῦν. περὶ μὲν οὖν
                            τουτέων <lb/>ἀρκέει μοι τὰ εἰρημένα.</quote><p><milestone unit="ed2page" n="100"/>Ὡς πρὸς εἰδότας ἃ λέγουσιν οἱ
                            στοιχεῖον ἓν ὑποτιθέμενοι, <lb/>ποιεῖται τὸν λόγον. οἵ τε γὰρ τὸ πῦρ
                            εἶναι στοιχεῖον <lb/>λέγοντες ἐκ τούτου βούλονται τὰ ἄλλα γεννᾶσθαι.
                            <lb/>πυκνουμένου τε καὶ συναγομένου καὶ πιλουμένου, τῆς μὲν <lb/>ὀλίγης
                            αὐτοῦ πιλήσεως ἀέρα γεννώσης, τῆς πλείονος δὲ ὕδωρ, <lb/>τῆς τελεωτάτης
                            τε καὶ πλείστης γῆν. οἵ τε τὸ ὕδωρ, οἵ τε <lb/>τὸν ἀέρα, κατὰ τὸν αὐτὸν
                            λόγον ἐκ τοῦ πιλοῦσθαι καὶ <lb/>χεῖσθαι τἄλλα γεννᾶσθαι λέγουσι. πιληθὲν
                            μὲν γὰρ τὸ ὕδωρ <lb/>γῆν γεννᾶσθαί φασι, χυθὲν δὲ ἀέρα. καθάπερ γε καὶ
                            <lb/>τὸν ἀέρα πιληθέντα μὲν ὕδωρ, χυθέντα δὲ πῦρ, ὥστ᾿ ἐκ <pb n="29"/>
                            τῆς εἰς ἄλληλα μεταβολῆς τῶν τεττάρων ὁ λόγος ὁρμᾶται <lb/>τῶν ἓν ὁτιοῦν
                            ὑποτιθεμένων εἶναι στοιχεῖον. καὶ διὰ τοῦτο <lb/>γνώμῃ μὲν αὐτῇ φησιν
                            αὐτοὺς χρῆσθαι, λέγειν δ᾿ οὐ τὰ <lb/>αὐτά. φανερῶς οὖν ἐν τούτῳ τῷ λόγῳ
                            παντὶ τοῖς ἕν τι <lb/>μόνον τῶν τεττάρων στοιχείων ἡγουμένοις εἶναι τὸν
                            ἄνθρωπον <lb/>ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν. ὅτι γὰρ <lb/>μηδὲν
                            ἀποδεικνύουσιν, ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν. <lb/>ἓν μὲν γὰρ τῶν
                            τεττάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι. <lb/>τὸν δὲ Μελίσσου
                            λόγον ὀρθοῦσιν, ἡγουμένου <lb/>μὲν ἓν εἶναι καὶ αὐτοῦ τοῦτο, οὐ μὴν ἐκ
                            τῶν τεττάρων γ᾿ <lb/>ἕν τι τούτων, ἀέρος καὶ γῆς, ὕδατός τε καὶ πυρός.
                            ἔοικε <lb/>δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί τινα οὐσίαν κοινὴν,
                            <lb/>ὑποβεβλημένην τοῖς τέτταρσι στοιχείοις, ἀγέννητόν τε καὶ
                            <lb/>ἄφθαρτον, ἣν οἱ μετ᾿ αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως
                            <lb/>γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ᾿ οὖν αὐτὴν <lb/>τὴν οὐσίαν
                            ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν. ἀληθὴς δὲ <lb/>οὐδ᾿ οὗτος ὁ λόγος ἐστίν. οὐ
                            γὰρ ἕν τι μόνον ἐστὶν <lb/>ἐκεῖνο τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀρχὴ,
                            καθάπερ <pb n="30"/> ὑπέλαβεν ὁ Μέλισσος, ἀλλὰ πρὸς αὐτῷ ποιότητες
                            τέτταρες, <lb/>ψυχρότης ἄκρα καὶ ξηρότης καὶ θερμότης καὶ ὑγρότης. οὐ
                            <lb/>μὴν στοιχεῖά γε ταῦτ᾿ ἔστιν οὔτε τῶν ἄλλων οὔτ᾿ ἀνθρώπου
                            <lb/>φύσεως, ἀλλὰ ἀρχαί. συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς <lb/>ἀρχαίοις.
                            οὐδ᾿ εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆς <lb/>τε καὶ στοιχείου,
                            διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου <lb/>προσηγορίᾳ, κᾀπὶ τῶν
                            ἀρχῶν. ἄλλα δὲ δύο πράγματά <lb/>ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν
                            ἕτερον <lb/>ἐλάχιστον μόριον τοῦ ὅλου, τὸ δὲ ἕτερον, εἰς ὃ διέλῃ τις,
                            <lb/>κατ᾿ ἐπίνοιαν αὐτὸ τοῦτο ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ <lb/>οὐχ
                            οἷόν τε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον <lb/>ἐξ ἐκείνων,
                            ὥσπερ οὐδὲ τὴν γῆν, ἢ τὸ ὕδωρ, ἢ τὸν ἀέρα. <lb/>νοῆσαι μέντοι δυνατὸν
                            ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος <lb/>τὴν οὐσίαν, ἑτέραν δὲ τὴν
                            μεταβολὴν αὐτοῦ. οὐ γὰρ <lb/>ταὐτό ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ᾿ αὐτὸ
                            μεταβολῇ. <lb/>τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ
                            <lb/>αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται. θερμότητος <lb/>μὲν
                            γὰρ ἄκρας ἐγγενομένης αὐτῷ, πυρὸς ἀποτελου- <pb n="31"/> μένου, καθάπερ
                            γε καὶ ἀέρος, ὅταν ἄκραν ὑγρότητα δέξεται. <lb/>κατὰ ταὐτὰ δὲ γῆς μὲν
                            γιγνομένης, ἐπειδὰν ἐκεῖνο τὸ <lb/>ὑποκείμενον, ἅπασαν κατὰ τὴν ἑαυτοῦ
                            φύσιν ἄποιον ὕπαρχον <lb/>εἰς ἑαυτὸ δέξηται ξηρότητα χωρὶς θερμότητος,
                            ὕδατος <lb/>δ᾿ ὅταν ὑγρότητα. περὶ μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτησις
                            <lb/>οὐ σμικρὰ γέγονεν, ἧς οὐκ ἔστι χρεία εἰς τὰ τῆς <lb/>ἰατρικῆς
                            τέχνης ἔργα μηδὲν συντελούσης. τὸ γάρ τι χρήσιμόν <lb/>ἐστιν ἐν τῷ
                            ζητῆσαι, πότερον ἓν ἁπλοῦν ἐστι τὸ σῶμα <lb/>τῶν ἀνθρώπων, ἢ σύνθετον ἐξ
                            ἁπλῶν τεττάρων, ὡς ἥ τε <lb/>τοῦ Πλάτωνος ἐδίδαξε ῥῆσις <milestone unit="ed2page" n="101"/>ἡμεῖς τε κατὰ τὴν <lb/>θεραπευτικὴν μέθοδον
                            ἐδιδάξαμεν εὐθὺς ἐν τοῖς πρώτοις <lb/>αὐτῆς. ἀλλὰ περὶ μὲν τούτου καὶ
                            αὖθις εἰρήσεται. νυνὶ <lb/>δὲ ἀναμνήσομαι ὡς ἐν τῇ προκειμένῃ ῥήσει τὴν
                            ἀντιλογίαν <lb/>ἐποιήσατο πρὸς τοὺς ἕν τι τῶν τεττάρων εἶναι λέγοντας
                            <lb/>τὸν ἄνθρωπον, οὐ πρὸς τοὺς τέτταρα. βελτίων οὖν <lb/>ἀνάγνωσις
                            εἰκότως ἐλέγετο κατὰ τὴν πρώτην ῥῆσιν ἡ δασύνουσα <lb/>κατὰ τὴν
                            ἐκφώνησιν τὴν πρώτην συλλαβὴν τοῦ <lb/>ἓν ἐόν. ὅτι γὰρ οὐχ ἕν ἐστιν,
                            ἀλλὰ πλείω τὰ συντιθέντα τὴν <pb n="32"/> τοῦ ἀνθρώπου φύσιν,
                            ἐπιδείκνυσιν ὁ Ἱπποκράτης. οὐ μὴν <lb/>ὅτι γε μηδὲν ᾖ τῶν τεττάρων
                            στοιχείων εἰλικρινὲς ἐν τῷ <lb/>σώματι. τὴν ἀρχὴν γὰρ οὐδὲ λέγουσιν οἱ
                            τῆς δόξης ταύτης <lb/>ἡγεμόνες τοῦτο, ἓν δέ τι παρὰ τὰ τέτταρα, τὸ ἔξ
                            αὐτῶν <lb/>συγκείμενον ἀποφαίνονται, ὥς γε τὴν τετραφάρμακον
                            <lb/>δύναμιν οὔτε κηρὸν, οὔτε πίτταν, <milestone unit="ed1page" n="6"/>οὔτε στέαρ, ἀλλά τι <lb/>παρὰ ταῦτα ἓν ἄλλο, ὃ ἐξ ἁπάντων κραθέντων
                            γέγονεν. οὔσης <lb/>δὲ πάλιν καὶ αὐτῆς τῆς δόξης διττῆς, ἔνιοι μὲν γὰρ
                            <lb/>τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι᾿ ὅλων ἀλλήλαις,
                            <lb/>ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν <lb/>τῆς προτέρας
                            δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας, <lb/>ἔτι τε τούτων ἔμπροσθεν
                            Ἐμπεδοκλῆς ἐξ ἀμεταβλήτων τῶν <lb/>τεττάρων στοιχείων ἡγεῖτο γίγνεσθαι
                            τὴν τῶν συνθέτων σωμάτων <lb/>φύσιν, οὕτως ἀναμεμιγμένων ἀλλήλοις τῶν
                            πρώτων, <lb/>ὡς εἴ τις λειώσας ἀκριβῶς καὶ χνοώδη ποιήσας ἰὸς καὶ
                            χαλκῖτιν <lb/>καὶ καδμίαν καὶ μίσυ μίξειεν, ὡς μηδὲν ἐξ αὐτῶν
                            <lb/>δύνασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου. </p></div><pb n="33"/><div type="textpart" subtype="chapter" n="3"><quote type="lemma" n="4">Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν ὡς ὁ ἄνθρωπος
                            αἷμα <lb/>μοῦνόν ἐστιν, οἱ δὲ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον,
                            <lb/>ἔνιοι δέ τινες φλέγμα.</quote><p>Ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖς φιλοσόφοις, οἳ <lb/>ἢ πῦρ μόνον, ἢ
                            ὕδωρ, ἢ γῆν, ἢ ἀέρα τὴν φύσιν εἶναι νομίζουσι <lb/>τοῦ σώματος ἡμῶν, καὶ
                            ἐπὶ τοὺς ἰατροὺς μετέβη <lb/>κατὰ τὴν προκειμένην ῥῆσιν, ἐπιδεικνὺς καὶ
                            τούτους ὁμοίως <lb/>ἁμαρτάνειν ἐκείνοις, ὅσοι νομίζουσιν ἢ αἷμα μόνον
                            εἶναι τὸν <lb/>ἄνθρωπον, ἢ χολὴν, ἢ φλέγμα. προφανῶς οὖν ἤδη διώρισται
                            <lb/>τὸ κατὰ τὴν πρώτην ἁπασῶν ῥῆσιν ἀμφίβολον εἶναι <lb/>δόξαν, οὐ
                            τούτοις τὰ τέτταρα στοιχεῖα τιθεμένοις, ἀλλὰ <lb/>τοῖς ἕν τι μόνον ἐξ
                            αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται <lb/>δ᾿ ἐνταῦθα δόξα τις
                            ἰατρῶν, ἀναλόγως ἔχουσα <lb/>τῇ τοῦ Μελίσσου, τῶν λεγόντων ἓν εἶναι τὸν
                            ἄνθρωπον, <lb/>ὃ μεταβάλλον, ἕκαστον τῶν εἰρημένων γίγνεται. </p></div><pb n="34"/><div type="textpart" subtype="chapter" n="4"><quote type="lemma" n="5">Ἐπίλογον δὲ ποιέονται καὶ αὐτοὶ πάντες τὸν αὐτόν·
                            ἓν γάρ <lb/>τι εἶναί φασιν, ὅ τι ἕκαστος ἠθέλησεν ὀνομάσαι αὐτέων,
                            <lb/>καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν <milestone unit="ed2page" n="102"/>τὴν ἰδέην καὶ <lb/>τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ
                            τοῦ <lb/>ψυχροῦ καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν <lb/>καὶ
                            μέλαν καὶ παντοῖόν τι ἄλλο· ἐμοὶ δὲ οὐδὲ ταῦτα <lb/>δοκέει οὕτως ἔχειν.
                            οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα <lb/>καὶ ἔτι ἐγγύτατα τουτέων
                            ἀποφαίνονται.</quote><p>Καὶ τοὺς ἰατρούς φησιν ὅσοι χυμὸν ἕνα μόνον ἔφασαν <lb/>εἶναι κατὰ φύσιν,
                            ἐπίλογον ποιεῖσθαι τὸν αὐτὸν ἀλλήλοις <lb/>τε καὶ τοῖς φιλοσόφοις,
                            ἐπιδεικνύντας τὸν ἕνα τοῦτον χυμὸν, <lb/>ὃν ἂν ἕκαστος αὐτῶν ὑποτίθεται,
                            μεταβάλλειν εἰς τοὺς <lb/>ἄλλους. ἃ δὲ κατασκευάζων ἕκαστος τὴν ἑαυτοῦ
                            δόξαν ἔλαβεν, <lb/>οὐδένα τῶν τεττάρων χυμῶν ἀποδείκνυσιν εἶναι κατὰ
                            <lb/>φύσιν, ἕτερον δὲ ἀντ᾿ αὐτῶν τινα πρότερον, ἐξ οὗ μεταβάλλοντος
                            <lb/>οὗτοι γίγνονται δόγματός τινος τοιοῦδε μὴ δυναμένου <pb n="35"/>
                            συστῆναι κατὰ τὴν ἰατρικὴν θεωρίαν, ἀνάλογον τῇ <lb/>τοῦ Μελίσσου κατὰ
                            τὴν φυσικήν. ἐν οἷς γοῦν φασι τὸ ἓν <lb/>τοῦτο μεταβάλλειν ἀναγκαζόμενον
                            ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ <lb/>ψυχροῦ καὶ γίγνεσθαι γλυκὺ καὶ πικρὸν καὶ
                            λευκὸν καὶ <lb/>μέλαν, οὐδὲν ἐκ τούτων τῶν τεσσάρων εἰπεῖν ἐοίκασιν
                            ἐκεῖνοι, <lb/>πρὸς οὓς ἀντιλέγων, οὐ τὸ κατὰ φύσιν εἶναι φάσκει,
                            <lb/>ἀλλ᾿ ἕτερόν τι μεταβάλλον εἰς ταῦτα. γλυκὺ μὲν γὰρ τὸ <lb/>αἷμα,
                            πικρὰν δὲ τὴν ξανθὴν χολὴν καὶ λευκὸν μὲν τὸ <lb/>φλέγμα. μέλαν δὲ τὴν
                            μέλαιναν εὐλόγως εἰρῆσθαι νῦν, εἰς <lb/>ἃ τὸ ἓν ἐκεῖνο μεταβάλλειν
                            φησὶν, ἀναγκαζόμενον ὑπὸ τοῦ <lb/>θερμοῦ καὶ τοῦ ψυχροῦ. τὸ δὲ ἐπὶ τῇ
                            τελευτῇ τοῦ λόγου <lb/>προσκείμενον τὸ καὶ παντοῖον τοὺς ἐν ταῖς
                            χαλεπαῖς <lb/>οὔσαις νόσοις γιγνομένους ἰχῶρας ἐνδείκνυται. φαίνεται
                            <lb/>οὖν καὶ ἰώδης καὶ φαιὰ χολὴ, καλοῦσι δ᾿ αὐτὴν ἰσατώδη <lb/>καί τις
                            ἐρυθρὰ καὶ πρασοειδής. ἄλλαι τέ τινες ἀνώνυμοι <lb/>καὶ μάλισθ᾿ ὅταν ᾖ
                            σηπεδονῶδες τὸ νόσημα. </p></div><div type="textpart" subtype="chapter" n="5"><quote type="lemma" n="6">Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ᾿ ἂν
                            ἤλγεεν. <pb n="36"/> οὐδὲ γὰρ ἂν ἦν ὑφ᾿ ὅτου ἀλγήσειεν ἓν ἐόν. εἰ δ᾿ οὖν
                            καὶ <lb/>ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι.</quote><p>Ἔμπροσθεν μὲν αὐτοὺς τοὺς λόγους διέβαλλεν, οὓς <lb/>ἔλεγον οἱ ἓν εἶναι
                            τὸν ἄνθρωπον ὑπολαβόντες, ἀποδείξας <lb/>οὐ μόνον ἀναποδείκτους, ἀλλὰ
                            καὶ ἀπιθάνους. τὰ νῦν δὲ <lb/>τὴν δόξαν αὐτῶν ἀνατρέπει τῶν ἓν οἰομένων
                            εἶναι τὸν ἄνθρωπον. <lb/>ἔστι δὲ οὐ ταὐτὸ, ἢ λόγον προτεινόμενον
                            ἐλέγχειν, <lb/>ἢ δόξαν ὡς οὐκ ἀληθῆ διαβάλλειν. ἐνδέχεται γὰρ ἀληθῆ
                            <lb/>μὲν εἶναι τὴν δόξαν, οὐκ ὀρθῶς δὲ ὑπό τινων συνηγορεῖσθαι <lb/>καὶ
                            διὰ τοῦτο μὴ τῆς δόξης μὲν τὸν ἔλεγχον, ἀλλὰ <lb/>τῶν συνηγορησάντων
                            αὐτῇ γεγονέναι. νῦν οὖν ἐάσας τοὺς <lb/>λόγους αὐτῶν, ἐλέγχει τὴν δόξαν
                            αὐτὴν μόνην ἀφ᾿ ἑαυτῆς, <lb/>οὐ μόνον ἰσχυροτάτῳ χρησάμενος, ἀλλὰ καὶ
                            βραχυτάτῳ λόγῳ. <lb/>εἴπερ γὰρ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεεν. ὅντινα
                            λόγον <lb/>ἔφην ἐξελέγχειν καὶ τοὺς ἄτομα καὶ ἄναρμα καὶ ἐλάχιστα
                            <lb/>στοιχεῖα τιθεμένους. ἓν γὰρ τῷ εἴδει καὶ κατὰ τούτους <pb n="37"/>
                            ἐστὶ τὸ ὄντως ὄν. οὕτω δὲ ὠνόμασται τὸ πρῶτον σῶμα <lb/>τὸ ἀγέννητόν τε
                            καὶ ἄφθαρτον, <milestone unit="ed2page" n="103"/>ἐπειδὴ τἄλλα πάντα
                            <lb/>τὴν γένεσιν ἐκ τῆς ἐκείνου συνθέσεως λαμβάνει. γενήσεται <lb/>γὰρ ἡ
                            ἐκ τούτων δόξα, τὴν γένεσιν ἡμῶν ἐν ποίᾳ συνθέσει <lb/>τῶν ἀϊδίων
                            ἐκείνων σωμάτων τιθεμένῃ. καθάπερ ἡ Ἱπποκράτους <lb/>ἐν τῇ κράσει τῶν
                            τεσσάρων στοιχείων, ἣν Ἀριστοτέλης <lb/>τε καὶ οἱ Στωϊκοὶ προσήκαντο.
                            ὅτι δὲ εἴπερ ἓν <lb/>ἦν ἁπλοῦν στοιχεῖον, οὐκ ἂν ἤλγει τὸ συγκείμενον ἐκ
                            τοῦ <lb/>τοιούτου στοιχείου σῶμα, τεκμήριον εἶναί φησι τὸ μηδὲν
                            <lb/>ἕτερον ὑπάρχειν δεύτερον, εἰς αὐτὸ δρᾶσαι δυνάμενον. οὐ <lb/>γὰρ δὴ
                            αὐτό γε ὑφ᾿ ἑαυτοῦ πάσχειν ἐγχωρεῖ τὸ ἓν ἐκεῖνο <lb/>σῶμα. πρὸς τῷ καὶ
                            εἰ συγχωρήσειέ τις ἀλγεῖν αὐτὸ, πάσχον <lb/>ἔξ ἑαυτοῦ, τὴν, ἴασιν ἁπλῆν
                            ἔσεσθαι. οὐκ ὄντων γὰρ <lb/>πολλῶν παρ᾿ αὐτῷ πολλοὺς τρόπους ἰάσεως
                            ἀδύνατον<lb/>γενέσθαι. </p></div><div type="textpart" subtype="chapter" n="6"><quote type="lemma" n="7">Νυνὶ δὲ πολλὰ, πολλὰ γὰρ ἐστιν ἐν τῷ σώματι
                            ἐνεόντα, ἃ <pb n="38"/> ὁκόταν ὑπ᾿ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ
                            ψύχηται, <lb/>ξηραίνηταί τε καὶ ὑγραίνηται, νόσους τίκτει, <lb/>ὥστε
                            πολλαὶ μὲν ἰδέαι τῶν νοσημάτων, πολλὴ δὲ ἴησις <lb/>αὐτέων ἐστί.</quote><p>Ἐν μὲν τῇ πρὸ ταύτης ῥήσει τοὺς ἕν τι λέγοντας <lb/>εἶναι τὸν ἄνθρωπον,
                            ὅπερ ἐστὶ ταὐτὸ τῷ φάναι τὸ συνθετικὸν <lb/>αὐτοῦ στοιχεῖον ἓν εἶναι,
                            διήλεγξεν ἐκ τῶν ἀκολουθούντων <lb/>ἀτόπων τῇ δόξῃ. οὐ γὰρ ἠλγήσαμέν
                            ποτε, μηδενὸς <lb/>ὄντος δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου.
                            <lb/>εἶτ᾿ εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἡ ἴασις ἂν γένοιτο μονοειδὴς,
                            <lb/>οὐ πολυειδής. <milestone unit="ed1page" n="7"/>ἐν δὲ ταύτῃ τῇ νῦν
                            ἡμῖν <lb/>προκειμένῃ ῥήσει διῆλθεν ὅσα μέλλει δείξειν ὄντα πρώτως,
                            <lb/>ὑφ᾿ ὧν τἄλλα πάντα γίγνεται. ταῦτα δέ ἐστι θερμὸν καὶ <lb/>ψυχρὸν
                            ξηρόν τε καὶ ὑγρὸν, ἃ ὅταν μὲν ἀλλήλοις κραθῇ <lb/>συμμέτρως, ὑγιαίνει
                            τὸ ζῶον. ὅταν δ᾿ ἄλληλα θερμαίνῃ <lb/>καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ,
                            τὰς ὀδύνας γεννᾷν <lb/>πέφυκεν, οὐχ ἑνὶ τρόπῳ θεραπείας ἰωμένας. ἔνιαι
                            μὲν γὰρ <pb n="39"/> αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ
                            <lb/>ψυχομένων, ἢ ξηραινομένων ἢ ὑγραινομένων παύονται. δέδεικται
                            <lb/>δὲ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ τῆς τῶν <lb/>ἁπλῶν
                            φαρμάκων δυνάμεως, κᾀν τοῖς τῆς θεραπευτικῆς <lb/>μεθόδου γράμμασι.
                            χεῖρον δ᾿ οὐδὲν εἰπεῖν τι καὶ νῦν <lb/>βραχὺ, πρόδηλον ἔχον τὴν ἔνδειξιν
                            τοῦ διὰ τὸ θερμόν τε <lb/>καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ἀλγεῖν τε ἡμᾶς
                            καὶ θεραπεύεσθαι. <lb/>τίς γὰρ οὐκ οἶδε τὴν γιγνομένην ὀδύνην, ὅταν
                            <lb/>ἐν χειμῶνι τὶς ἰσχυρῷ προελθεῖν ἔξω τῆς οἰκίας ἐπιχειρήσῃ; <lb/>τί
                            δ᾿ ὅταν ἐν καύματι σφοδρῷ; τὶς οὐκ ὀδυνᾶται διψῶν; <lb/>ἢ τίς πληρωθεὶς
                            ποτοῦ; τοῦ μὲν διψεῖν ξηραινομένων ἡμῶν <lb/>γιγνομένου, τοῦ δ᾿
                            ὑπερεμπεπλῆσθαι τὴν ἐναντίαν διάθεσιν <lb/>ἐργαζομένου. καὶ αἱ φλεγμοναὶ
                            δὲ καὶ πάντες οἱ ὀδυνηροὶ <lb/>καὶ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν ὑπὸ
                            περιττῆς ὑγρότητος <lb/>εἰς τὸ μόριον ἐπιῤῥυείσης γίγνονται, ποτὲ δὲ τῷ
                            τοὺς χυμοὺς <lb/>ἤτοι θερμοὺς παρὰ φύσιν, ἢ ψυχροὺς εἶναι. καὶ
                            <lb/>μέντοι καὶ αἱ ἰάσεις τῶν μὲν ὑγρότητος ὑπερπληρωθέντων <lb/>σωμάτων
                            διὰ κενώσεως γίγνονται, τῶν δὲ παρὰ φύσιν <pb n="40"/> ξηραινομένων δι᾿
                            ὑγρῶν προσφορᾶς, ὥσπερ καὶ τῷ μὲν <lb/>διὰ κρύους ὀδυνωμένῳ <milestone unit="ed2page" n="104"/>θερμανθέντι, τῷ δὲ διὰ <lb/>θάλπους ἀμέτρου
                            ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα <lb/>πάντα διὰ τοῦ θερμαίνειν, ἢ
                            ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν <lb/>ἐνεργοῦντα. πρώται γὰρ αὗται αἱ
                            ποιότητές εἰσι δραστικαὶ τε <lb/>καὶ ἀλλοιωτικαὶ τῶν σωμάτων, ὡς
                            ἐπεδείξαμεν ἐν τῷ περὶ· <lb/>τῶν καθ᾿ Ἱπποκράτην στοιχείων. ἕπονται δὲ
                            αὐταῖς αἵ τε <lb/>κατὰ γεῦσιν ποιότητες, ὧν ὀνόματα στύψις καὶ
                            αὐστηρότης <lb/>καὶ στρυφνότης καὶ πικρότης, ἁλυκότης τε καὶ δριμύτης,
                            <lb/>ὀξύτης τε καὶ γλυκύτης καὶ λιπαρότης· αἵ τε κατὰ χροιὰν, <lb/>ἐν
                            λευκότητι καὶ μελανότητι καὶ ἐρυθρότητι καὶ ταῖς ὁμογενέσιν· <lb/>αἵ τε
                            κατὰ τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι <lb/>καὶ κραυρότητι καὶ
                            γλισχρότητι. ταῖς γευσταῖς δ᾿ <lb/>ἰσάριθμοί πώς εἰσι καὶ αἱ κατὰ τὴν
                            ὄσφρησιν, ἀλλ᾿ οὐκ <lb/>ἔστιν αὐτῶν τὰ ὀνόματα κατ᾿ εἶδος. ἡ γὰρ κατ᾿
                            εὐωδίαν <lb/>τε καὶ δυσωδίαν διαφορὰ τῶν ὀσμῶν, αὐτὸ δὴ τοῦτο διαφορὰ
                            <lb/>προσηκόντως ἂν νομίζοιτο καὶ λέγοιτο πολλοῖς εἴδεσιν <lb/>ἑπομένη.
                            τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται <pb n="41"/> δὲ τινὰ μὲν
                            αὐτῶν ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, <lb/>τινὰ δὲ ἐν τῇ περὶ
                            τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. <lb/>οἱ πολλοὶ δὲ τὰς μὲν ἀποδείξεις
                            ὀκνοῦσι μανθάνειν, <lb/>ἀντιλέγουσι δὲ οἷς οὐκ ἴσασιν ἑτοίμως, οὗ
                            τοὐναντίον οἱ <lb/>φιλομαθεῖς τε καὶ ἀληθείας ἐρασταὶ πράττουσι,
                            φιλοπόνως <lb/>ἐκμανθάνοντες τὰς ἀποδείξεις, ὀκνηρῶς δὲ ἀντιλέγοντες.
                        </p></div><div type="textpart" subtype="chapter" n="7"><quote type="lemma" n="8">Ἀξιῶ δ᾿ ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν
                            ἄνθρωπον <lb/>καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα <lb/>τὴν
                            ἰδέην, μηδὲ γίγνεσθαι παντοῖον. ἀλλ᾿ ἢ ὥρην <lb/>τινὰ τοῦ ἐνιαυτοῦ, ἢ
                            τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν <lb/>ᾖ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ
                            ἀνθρώπῳ. εἰκὸς <lb/>γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται
                            αὐτὸ <lb/>ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. καὶ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος
                            <lb/>φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν
                            <lb/>φάσκοντος.</quote><pb n="42"/><p>Ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας <lb/>τὸν ἄνθρωπον,
                            ὅπερ ἔξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ <lb/>πρώτους δὲ ἐλέγχει τοὺς
                            αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα <lb/>μὲν γὰρ ἐχρῆν, φησὶ, τοὺς
                            ὑγιαίνοντας ἀνθρώπους <lb/>αἷμα μόνον ἔχειν ἐν τῷ σώματι, χωρὶς χολῶν τε
                            καὶ φλέγματος, <lb/>εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι.
                            <lb/>ἔπειτα δὲ εἰ καὶ συγχωρηθείη πότ᾿ ἐπικτᾶσθαι χολὴν καὶ <lb/>φλέγμα
                            καὶ ἡλικίαν μίαν τινὰ, ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι, <lb/>καθ᾿ ἣν αἷμα
                            μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν <lb/>ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχων
                            καὶ τοὺς ἤτοι χολὴν <lb/>ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ
                            ἐστὶ τὸ <lb/>κατὰ φύσιν εἶναι αὐτὸ μόνον, ἡγουμένους δὲ ἐν τούτῳ καὶ
                            <lb/>τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι. </p></div><div type="textpart" subtype="chapter" n="8"><quote type="lemma" n="9"><milestone unit="ed2page" n="105"/>Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν
                            ἄνθρωπον εἶναι <lb/>καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ ταῦτα
                            ἐόντα <lb/>ὁμοίως καὶ νέου ἐόντος καὶ γέροντος καὶ τῆς ὥρης ψυχρῆς <pb n="43"/> ἐούσης καὶ θερμῆς καὶ τεκμήρια παρέξω καὶ ἀνάγκας
                            <lb/>ἀποφανῶ, δι᾿ ἃς ἂν ἕκαστον αὔξηταί τε καὶ φθίνῃ <lb/>ἐν τῷ
                            σώματι.</quote><p>Δείξειν ἐπαγγέλλεται διὰ παντὸς μὲν ἐν τῷ σώματι <lb/>περιεχόμενα τὰ πρὸς
                            αὐτοῦ τιθέμενα στοιχεῖα, κατὰ τὰς <lb/>ἡλικίας καὶ τὰς ὥρας αὔξησίν τε
                            καὶ φθίσιν, ὅπερ ἐστὶ <lb/>μείωσιν ἴσχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐστι
                            τὸ πρὸς <lb/>τῶν ἀνθρώπων νομιζόμενόν τε καὶ δοξαζόμενον, οὕτως εἰωθότων
                            <lb/>ὀνομάζειν τῶν παλαιῶν. κατὰ φύσιν δὲ τὸ κατ᾿ <lb/>αὐτὴν τῶν
                            πραγμάτων τὴν ἀλήθειαν. </p></div><div type="textpart" subtype="chapter" n="9"><quote type="lemma" n="10">Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν αὐτέου γίνεσθαι
                            μὴ <lb/>ἀφ᾿ ἑνός. πῶς γὰρ ἕν γε ἐόν τι γεννήσειεν ἄλλο, εἰ μή <lb/>τινι
                            μιχθείη;</quote><p>Ὁ μὲν οὖν Ἱπποκράτης ἀεὶ τοῖς ἐναργῶς φαινομένοις <pb n="44"/> ἀκολουθεῖ·
                            διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ᾿ ἑνὸς γεννᾶσθαι <lb/>χωρὶς τοῦ δεηθῆναί
                            τινος ἔξωθεν ἑτέρου καὶ τούτου <lb/>συμμέτρως ἔχοντος τῆς πρὸς αὐτὸ
                            κράσεως. ἔνιοι δὲ τῶν <lb/>φυσικῶν ὀνομασθέντων φιλοσόφων οὐκ οἶδ᾿ ὅπως
                            ἐτόλμησαν <lb/>ἀποφήνασθαι δόξαν ἀλλόκοτον, ἅπασαν ἀνατρέπουσαν <lb/>τὴν
                            φυσικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ πὰν εἰπὼν ἀναιρεῖ <lb/>τῷ λόγῳ
                            γένεσιν ἅπασαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον <lb/>οὐκ ἦν ἔμπροσθεν, ὥσπερ
                            οὐδὲ ἔσεται μικρὸν ὕστερον. οὔτε <lb/>γὰρ ὁ Θαλῆς οὔθ᾿ ὁ Μέλισσος οὔθ᾿ ὁ
                            Ἡράκλειτος ἔμπροσθεν <lb/>ἦσαν, ἢ νῦν εἰσιν. ἆρ᾿ οὖν ἀληθῶς ἄν τις εἴποι
                            <lb/>μὴ γεγονέναι τούτους τοὺς ἄνδρας, ἢ ἐγένοντο μὲν καὶ ἔζησαν
                            <lb/>ἔτεσιν οὐκ ὀλίγοις <milestone unit="ed1page" n="8"/>ἕκαστος, οὐκ
                            ἦσαν δὲ καθ᾿ <lb/>ὃν ἔζων χρόνον, ἢ τὸ μὲν εἶναι κατ᾿ ἐκεῖνον τὸν χρόνον
                            <lb/>αὐτοὺς συγχωρήσομεν, ὄντας δὲ οὐκ εἶναι φήσομεν ἡνίκ᾿ <lb/>ἦσαν;
                            καὶ μὴν εἴπερ ὄντας τις αὐτοὺς ὁμολογήσει, ὁμολογήσει <lb/>καὶ
                            γεγονέναι. πῶς δὲ πλάτανος καὶ λίθος καὶ λέων <lb/>οὐκ ἦσαν πάλαι
                            γένεσιν ἔχοντα καὶ φθοράν; εἴπερ δέ ἐστι <lb/>γένεσις τοῦ πρότερον οὐκ
                            ὄντος, ἀναγκαῖον αὐτὴν ἔκ τινος <pb n="45"/> ὑποκειμένης οὐσίας
                            γενέσθαι. ταύτην δ᾿ ὁρῶμεν οὐ δυναμένην. <lb/>αὐτὴν καθ᾿ αὑτὴν μόνην
                            ὁτιοῦν γεννῆσαι. τὰ γοῦν <lb/>τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ
                            θερμασίας συμμέτρου <lb/>τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον
                            γὰρ <lb/>εἴπερ ἐπεφύκει γεννᾷν τὸ σπέρμα, μηδενὸς ἄλλου προσδεόμενον
                            <lb/>ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίστῳ χρόνῳ <lb/>χωρὶς τοῦ
                            γεννᾷν, ἀλλ᾿ εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα <lb/>πολλάκις οὐ
                            μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ <lb/>ὀλίγα τῶν σπερμάτων· οὐ γὰρ ἐξ
                            ἑαυτῶν μόνον ἔχει τὸ <lb/>γεννᾷν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας
                            καὶ ταύτης <lb/>
                            <milestone unit="ed2page" n="106"/>οὐ κατὰ θίξιν ἁπλῆν γιγνομένης, ἀλλὰ
                            κατά τινα <lb/>τοῦ ψαύοντος δύναμιν, εἴσω διαδιδομένην εἰς ὅλον τὸ
                            ψαυόμενον. <lb/>εἴ γε δι᾿ ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς
                            <lb/>γενέσεσι τὸ σπέρμα, κατά τε τὰ δένδρα καὶ τὰς πόας καὶ <lb/>τὰ ὅλα
                            φυτὰ, πολὺ δὴ μᾶλλον ἐπὶ τῶν ζώων ἐναργῶς φαίνεται, <lb/>μήτ᾿ ἐξ ἄῤῥενος
                            μόνου μήτ᾿ ἐκ θήλεως ἄνευ τοῦ <lb/>μιχθῆναι δυνάμενόν τι γενέσθαι. </p></div><pb n="46"/><div type="textpart" subtype="chapter" n="10"><quote type="lemma" n="11">Ἐπειτὰ οὐδ᾿ ἂν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν
                            αὐτὴν <lb/>ἔχοντα δύναμιν, γεννᾷ, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν
                            <lb/>ξυντελέοιτο.</quote><p>Οὐ μόνον ἐξ ἑνὸς ἀδύνατος εἶναι γεννηθῆναί τί φασιν, <lb/>ἀλλ᾿ οὐδ᾿ ἐκ
                            δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίγνοιτο, τουτέστιν <lb/>οἰκειότητα τῆς
                            οὐσίας ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα <lb/>σαφῶς ἐπὶ τῇ τῶν ἑτερογενῶν
                            ζώων γενέσει γιγνόμενα. καθάπερ <lb/>ἐπὶ ἵππων ἔχει καὶ ὄνων ἀλωπέκων τε
                            καὶ κυνῶν. <lb/>ἐκ γὰρ τῆς τούτων ἐπιμιξίας γεννᾶται τὸ ζῶον, οἷον
                            μικτὸν <lb/>ἐξ ἀμφοῖν. ὅσα δ᾿ ἐπὶ πολὺ διεστῶσαν ἀλλήλων ἔχει <lb/>τὴν
                            φύσιν, οὐδ᾿ ἂν μιχθῇ, ποτὲ δύναται γεννῆσαί τι. τὸ <lb/>δ᾿ ἐπὶ τῇ
                            τελευτῇ τῆς ῥήσεως προσκείμενον, οὐδ᾿ ἂν τὰ <lb/>αὐτὰ ἡμῖν ξυντελέοιντο,
                            παρέρχονται μὲν ὡς σαφὲς οἱ ἐξηγησάμενοι <lb/>τὸ βιβλίον, ἀσαφὲς δέ
                            ἐστιν, ἢ μὴ καλῶς ἡρμηνευμένον <lb/>ὑπὸ τοῦ γράψαντος, ἢ διὰ τοὺς
                            μεταγραψαμένους <lb/>ἡμαρτημένον. ὃ δ᾿ οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν,
                                <pb n="47"/> ἔστι τοιόνδε. κᾂν μὴ ὁμοειδὲς ᾗ τὸ μιγνύμενον ζῶον
                            ἕτερον <lb/>ἑτέρῳ, κοινωνίαν δή τινα τῆς φύσεως φησὶν εἶναι. οὐ <lb/>γὰρ
                            ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιντο, τοῦτ᾿ ἔστιν, οὐκ ἂν γένεσις <lb/>ἐκ τῆς
                            συνόδου γένοιτο, ζώου τοῖς γεννήσασιν ὁμοίου. <lb/>τάχα δὲ καὶ ἡ ῥῆσις
                            οὐχ οὕτως εἶχεν, οὐδ᾿ ἂν τὰ αὐτὰ <lb/>ἡμῖν συντελέοιτο. </p></div><div type="textpart" subtype="chapter" n="11"><quote type="lemma" n="12">Καὶ πάλιν εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν
                            τῷ <lb/>ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον
                            <lb/>θατέρου πολὺ προέξει καὶ τῷ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, <lb/>ἡ
                            γένεσις οὐκ ἂν γένοιτο.</quote><p>Ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν <lb/>ἀποτελεσθῆναι μηδὲν,
                            εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα. καὶ <lb/>αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος
                            οὐκ ἐξ ἀνάγκης γεννᾷ. <lb/>λέλεκται δὲ ἐν τοῖς ἀφορισμοῖς ὁ λόγος οὗτος
                            αὐτῷ τέλειος <lb/>ἔνθα φησὶν· Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας
                            ἔχουσιν, <pb n="48"/> οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς
                            μήτρας, <lb/>οὐ κυΐσκονται. ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι
                            <lb/>ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς <lb/>φθείρεται τὸ
                            σπέρμα. ὁκόσαι δ᾿ ἐξ ἀμφοτέρων τῇ κράσει <lb/>ἔχουσι συμμέτρως, αἱ
                            τοιαῦται ἐπίτεκνοι γίγνονται. ἐν τούτῳ <lb/>τῷ λόγῳ διδάσκει μὲν καὶ διά
                            τινας αἰτίας ἄγονοι γίγνονται <lb/>γυναῖκες. ἐνδείκνυται <milestone unit="ed2page" n="107"/>δὲ καὶ τὸ τούτῳ <lb/>συνεπόμενον, ὑπὲρ οὗ
                            καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ <lb/>πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ
                            Πλάτων, οὐ σμικρὰν <lb/>τέχνην εἰπὼν εἶναι, καθ᾿ ἣν ἐπίσταταί τις
                            ζευγνύναι τοὺς <lb/>ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γένεσιν ἄνδρας τε καὶ
                            γυναῖκας. <lb/>ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ
                            <lb/>περὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή. καὶ γὰρ <lb/>καὶ τοῦτο
                            ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος, ἢ ψυχρότερον. <lb/>ἔστι δ᾿ ὅτε
                            ξηρότερον, ἢ διακαέστερον. οἰκεῖον δέ <lb/>ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ
                            ὑγρότερον σπέρμα, τῇ δὲ <lb/>ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν
                            θερμοτέρᾳ τὸ <lb/>ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν <pb n="49"/> ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνολογίας λόγῳ διερχόμεθα·
                            <lb/>νυνὶ δ᾿ ἀρκεῖ γιγνώσκειν ὅτι μήτε δυνατόν ἐστιν ἐξ ἑνός τι
                            <lb/>γίγνεσθαι, μήθ᾿ ὅταν ἐκ δυοῖν, ἢ καὶ πλειόνων συνιόντων
                            <lb/>γίνηται, χωρὶς οἰκειότητος τῆς πρὸς ἄλληλα καὶ συμμετρίας
                            <lb/>τινὸς κράσεως, τῆς ἐκ τῶν συνιόντων ἀποτελουμένης, οἷόν <lb/>τέ
                            ἐστι γεννηθῆναι τοῦτο. </p></div><div type="textpart" subtype="chapter" n="12"><quote type="lemma" n="13">Ὥστε πῶς εἰκὸς ἀφ᾿ ἑνός τι γεννηθῆναι, ὅπου γε
                            οὐδὲ ἀπὸ <lb/>τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς
                            <lb/>κρήσιος τῆς πρὸς ἄλληλα.</quote><p>Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐκ τῶν προειρημένων. ἐστὶ <lb/>δῆλα. μεμνῆσθαι δὲ
                            χρὴ τοῦ κατ᾿ αὐτὴν ὀνόματος εἰρημένου <lb/>τοῦ τῆς κράσεως, ὅπερ διὰ τοῦ
                            κρήσιος εἶπεν. ὅτι <lb/>πρῶτος ὧν ἴσμεν Ἱπποκράτης ἀπεφήνατο κεράννυσθαι
                            τὰ <lb/>στοιχεῖα, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείχθη. καὶ ταύτῃ
                            <lb/>διήνεγκεν Ἐμπεδοκλέους. κᾀκεῖνος γὰρ ἐκ μὲν τῶν αὐτῶν <pb n="50"/>
                            στοιχείων, ὧν καὶ Ἱπποκράτης γεγονέναι φησὶν ἡμᾶς γε <lb/>καὶ τὰ ἄλλα
                            σώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων <lb/>γε δι᾿ ἀλλήλων,
                            ἀλλὰ κατὰ μικρὰ μόρια παρακειμένων <lb/>τε καὶ ψαυόντων. ὅτι δὲ καὶ ἥδε
                            ἡ δόξα τοὺς <lb/>αὐτοὺς ἐλέγχους ἔχει ταῖς ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τῶν
                            <lb/>πρώτων σωμάτων τὸ αἰσθητικὸν σῶμα γεννώσαις δόξαις,
                            <lb/>ἐπιδέδεικται διὰ τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων
                            <lb/>ὑπομνήματος, ἔνθα καὶ πασῶν σχεδὸν τῶν φυσικῶν δοξῶν
                            <lb/>ἐμνημονευσάμην, ὅσαι περὶ τῶν πρώτων ἀρχῶν, ἢ στοιχείων γεγόνασιν.
                        </p></div><div type="textpart" subtype="chapter" n="13"><quote type="lemma" n="14">Ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ
                            τῶν <lb/>ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν
                            <lb/>ἄνθρωπον, ἀλλ᾿ ἕκαστον τῶν ξυμβαλλομένων εἰς τὴν <lb/>γένεσιν,
                            ἔχειν τινὰ δύναμιν ἐν τῷ σώματι, οἵηνπερ <lb/>ξυνεβάλετο.</quote><pb n="51"/><p><milestone unit="ed1page" n="9"/>Προειρηκὼς ὁ Ἱπποκράτης, εἰ μὴ τὸ
                            θερμὸν τῷ <lb/>ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως κραθείη, τὰς γενέσεις
                            <lb/>τῶν γεννητῶν <milestone unit="ed2page" n="108"/>δηλονότι σωμάτων
                            ἀδύνατον <lb/>εἶναι γενέσθαι· νῦν δὴ σαφῶς οὐκ ἀνθρώπου μόνον, ἀλλὰ
                            <lb/>καὶ πάντων ὅσα γένεσιν ἔχει καὶ φθορὰν σωμάτων ἐκ τῶν <lb/>αὐτῶν
                            εἶναι τὴν γένεσίν φησιν. ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ <lb/>καὶ ξηροῦ καὶ
                            ὑγροῦ πάντα γέγονε καὶ διὰ τοῦτο κοινὰ <lb/>πάντων εἶναι ταῦτα στοιχεῖα.
                            τὰ δὲ ἴδια τῆς τοῦ ἀνθρώπου <lb/>φύσεως, αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθή
                            τε καὶ μέλαινα. <lb/>καίτοι γ᾿ οὐδὲ ταῦτα ἴδια καλῶς ἂν λέγοιτο, κοινὰ
                            <lb/>γάρ ἐστιν ἁπάντων τῶν ἐναίμων ζώων. εὔδηλον δ᾿ ὅτι καὶ <lb/>τούτων
                            ἕκαστα ἐκ τῶν πρώτων τεττάρων γέγονεν, ἅπερ <lb/>ἀπὸ τῶν ποιοτήτων
                            ὀνομάζοντες, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν <lb/>καὶ θερμὸν λέγομεν. ἴδια δὲ
                            τῆς οὐσίας αὐτῶν ἐστιν <lb/>ὀνόματα πῦρ, ἢ ὕδωρ, ἢ ἀὴρ, ἢ γῆ. πρόδηλον
                            γὰρ ὅτι <lb/>τὰ στοιχεῖα κατὰ τὰς ἁπλᾶς καὶ ἀμίκτους ποιότητας καλεῖται,
                            <lb/>θερμότητος μὲν ἄκρας ὑπαρχούσης ἐν πυρὶ, καθάπερ <lb/>γε καὶ
                            ὑγρότητος ἐν ἀέρι, ψυχρότητος δὲ ἐν ὕδατι, ξηρότητος <pb n="52"/> δὲ
                            ἄκρας, ἅμα πιλήσει τε καὶ ψύξει κατὰ τὴν γῆν. <lb/>πῶς οὖν οἴονταί τινες
                            ὑγρὸν μὲν καὶ ξηρὸν καὶ ψυχρὸν <lb/>καὶ θερμὸν Ἱπποκράτει τίθεσθαι τὰ
                            στοιχεῖα; φαίνεσθαι <lb/>γὰρ ἐν ἀνθρώπῳ ταῦτα, πῦρ δὲ καὶ ὕδωρ, ἀέρα τε
                            καὶ <lb/>γῆν μὴ προσίεσθαι, διότι μηδὲ φαίνεταί τι τούτων ἐν ἀνθρώπου
                            <lb/>σώματι. μὴ παρακολουθοῦντες μὴν, ὅτι τὰ φαινόμενα <lb/>περὶ τὸ σῶμα
                            μέν ἐστι τὰ φαινόμενα, καθάπερ τὸ <lb/>σῶμα, θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ
                            καὶ ὑγρά. τίς αὖ ταῦτα <lb/>τολμήσειε φάναι κοινὰ στοιχεῖα πάντων εἶναι
                            σωμάτων; <lb/>οὐδεὶς δήπου τῶν καὶ βραδυτάτων, εἰρηκότος τοῦ
                            Ἱπποκράτους, <lb/>ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ἐούσης καὶ <lb/>τῶν
                            ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ τὰ βλεπόμενα <lb/>κατὰ τὸ σῶμα
                            τοῦ ἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ <lb/>ξηρὰ καὶ ὑγρὰ, λέγειν αὐτὸν
                            οἴεσθαι νῦν, ἀλλὰ τὰ τέτταρα <lb/>στοιχεῖα. ταῦτα γὰρ ἄκρας ἔχει καὶ
                            ἀμίκτους ποιότητας, <lb/>ἐξ ὦν ἀλλήλαις κεραννυμένων τὰ μεταξὺ σώματα
                            πάντα <lb/>γίγνεται, κατ᾿ ἐπικράτειαν οὐ κυρίως ὀνομαζόμενα θερμὰ
                            <lb/>καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ὡς εἴ γε ταῦτα τὰ ἤδη κεκραμένα <pb n="53"/> στοιχεῖα θησόμεθα, τὰ τὰς ἄκρας ἔχοντα ποιότητας, <lb/>οὐκ
                            οἶδ᾿ ὅ τι φήσομεν εἶναι. καὶ κατὰ τὴν ἐχομένην <lb/>δὲ ῥῆσιν
                            ἐναργέστερον ἔτι τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται. <lb/>πρὸς ἣν ἤδη
                            μεταβῶμεν. </p></div><div type="textpart" subtype="chapter" n="14"><quote type="lemma" n="15">Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑαυτοῦ
                            φύσιν <lb/>ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε
                            <lb/>ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ <lb/>θερμὸν
                            πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.</quote><p>Ἀποχωρεῖν φησὶ διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου, <lb/>πρὸς τὴν
                            ἑαυτοῦ φύσιν, ἕκαστον τῶν προειρημένων <lb/>στοιχείων, ἃ θερμὸν ἐκάλει
                            καὶ ψυχρὸν καὶ ξηρὸν <lb/>καὶ ὑγρὸν, οὐδέπω λέγων τὸ αἷμα, πρὸς τὸ κατὰ
                            τὸν κόσμον <lb/>αἷμα· καὶ τὸ φλέγμα πρὸς τὸ φλέγμα. καὶ τὴν χολὴν
                            <lb/>πρὸς τὴν χολήν. καὶ τὴν ἀρτηρίαν πρὸς τὴν ἀρτηρίαν· <lb/>καὶ τὴν
                            σάρκα πρὸς τὴν σάρκα· καὶ τὴν φλέβα πρὸς <pb n="54"/> τὴν φλέβα· καὶ τὸ
                            νεῦρον ἀπιέναι πρὸς τὸ νεῦρον· ἀλλὰ <lb/>τὸ καθ᾿ ἕκαστον τούτων θερμόν
                            τε καὶ ψυχρὸν, <milestone unit="ed2page" n="109"/>
                            <lb/>ὑγρόν τε καὶ ξηρὸν εἰς τὰ κοινὰ πάντων ἀπέρχεσθαι στοιχεῖα.
                            <lb/>σύγκειται γὰρ δή που καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ <lb/>ψυχροῦ καὶ
                            ξηροῦ καὶ ὑγροῦ τῶν στοιχείων δηλονότι. οὐ <lb/>γὰρ δὴ ἐξ ἄλλου γε
                            νεύρου, καθάπερ οὐδ᾿ ἡ φλὲψ ἐξ ἄλλης <lb/>φλεβός. ὅτι μηδ᾿ ἐπινοηθῆναι
                            δύναται κεραννύμενα δι᾿ <lb/>ὅλων ἀλλήλων ταῦτα, σὰρξ καὶ φλὲψ καὶ
                            ὀστοῦν καὶ ἀρτηρία <lb/>καὶ τὰ ἄλλα μόρια. βούλεται δ᾿ αὐτὸς κεκρᾶσθαι
                            δι᾿ <lb/>ὅλων ἀλλήλοις τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, <lb/>εἴ
                            τι μεμνήμεθα τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. ὥστε οὐ <lb/>τὰ σαφῶς
                            βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ <lb/>καὶ ψυχρὰ καὶ ξηρὰ καὶ
                            ὑγρὰ μόρια στοιχεῖα τῆς τοῦ ἀνθρώπου <lb/>φύσεως ἐστίν, ἀλλὰ τὰ τούτων
                            αὐτῶν συνθετικά τε <lb/>καὶ γεννητικά. ταῦτα δέ ἐστιν ὕδωρ τε καὶ πῦρ,
                            ἀήρ τε <lb/>καὶ γῆ. ἀποδέδεικται γὰρ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ
                            <lb/>τῶν καθ᾿ Ἱπποκράτην στοιχείων. </p></div><pb n="55"/><div type="textpart" subtype="chapter" n="15"><quote type="lemma" n="16">Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστιν ἡ φύσις καὶ τῶν
                            ἄλλων <lb/>ἁπάντων.</quote><p>Τοιαύτη, φησὶν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶν, <lb/>ἀλλὰ καὶ τῶν
                            ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ <lb/>καὶ ξηροῦ καὶ ὑγροῦ
                            κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων. <lb/>τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶσιν
                            ἐκ τούτων ἔσχηκεν. <lb/>ἀδιανόητον οὖν γίγνεται τὸ λέγειν ἐν τῷ μεταξὺ
                            τὴν <lb/>κρᾶσιν γίγνεσθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ᾿ οὐκ αἰσθάνονται
                            <lb/>λέγοντες οἱ ἐκ τῶν κατὰ τὸ σῶμα βλεπομένων ὑγρῶν <lb/>καὶ ξηρῶν,
                            θερμῶν τε καὶ ψυχρῶν, τὴν φύσιν ἡμῶν συγκεῖσθαι <lb/>φάσκοντες. ἔτι δὲ
                            ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων <lb/>ἁπάντων ζώων τε καὶ φυτῶν ἐκ
                            τούτων λέγομεν εἶναι τὴν <lb/>φύσιν. Ἱπποκράτης μὲν γὰρ εἴρηκε φανερῶς
                            ἐν τῇ ῥήσει <lb/>καὶ τῶν ἄλλων ἁπάντων τὴν τοιαύτην εἶναι φύσιν. οἱ δ᾿
                            <lb/>οὐκ οἶδ᾿ ὅ τι φήσουσιν. ὅταν γοῦν εἰς τὴν γῆν ἐκβληθέντος
                            <lb/>σπέρματος συκῆς, εἰ τύχῃ, γένηται μέγιστον δένδρον, <pb n="56"/>
                            ἀδιανόητόν ἐστι λέγειν, οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ᾿ ἑτέρωθεν <lb/>αὐτῇ
                            τὴν τοσαύτην οὐσίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ <lb/>κατὰ τὸν ἑαυτῆς λόγον
                            ἄκρως ἐστὶ ψυχρὰ, θερμότητα δ᾿ <lb/>ἔχει πολλὴν ἡ συκῆ δι᾿ ἣν ζῇ, καὶ
                            διὰ τοῦτο κᾀν τοῖς ἰσχυροῖς <lb/>χειμῶσι καταψυχομένη οὐ νεκροῦται.
                            δῆλον οὖν ὅτι <lb/>μὴ μόνον ἐξ ὕδατος καὶ γῆς συνέστηκε τὸ σῶμα τῆς
                            συκῆς, <lb/>ἀλλὰ καὶ τῆς πυρώδους φύσεως μετείληφεν. εὔδηλον δ᾿ ὅτι
                            <lb/>καὶ τῆς ἀερώδους, εἴ γε σαφῶς ἐστι τὸ ξύλον αὐτῆς οὐ <lb/>μόνον τῆς
                            γῆς, ἀλλὰ καὶ τοῦ ὕδατος κουφότερον. ἐκ τῶν <lb/>τεσσάρων οὖν ἐστι καὶ ἡ
                            συκῆ. καὶ εἴπερ αὐτὴ καὶ τὸ <lb/>σῦκον, οὕτω δὲ καὶ οἱ καρποὶ πάντες.
                            εἰσὶ δὲ οἱ πυροὶ <lb/>καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τὰ ἄλλα δημήτρια
                            σπέρματα <lb/>τῶν καρπῶν μόρια. καὶ αὐτὰ τοίνυν ἐκ τῶν τεσσάρων
                            <lb/>συνεστήκασι, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος. ἐπεὶ <lb/>δὲ ἐκ τῆς
                            τῶν καρπῶν τε καὶ φυτῶν ἐδωδῆς οἱ μὲν ἡμῖν <lb/>γίγνονται χυμοὶ, καὶ
                            οὗτοι δηλονότι τὴν πρώτην ἀρχὴν τῆς <lb/>γενέσεως ἕξουσιν, ὕδωρ καὶ γῆν,
                            ἀέρα τε καὶ πῦρ. ἀλλ᾿ <lb/>ὅπερ ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ περὶ
                            τῶν καθ᾿ <pb n="57"/> Ἱπποκράτην στοιχείων, ὥστ᾿ ἤδη μεταβαίνειν καιρὸς
                            ἐφ᾿ <lb/>ἑτέραν ῥῆσιν. </p></div><div type="textpart" subtype="chapter" n="16"><quote type="lemma" n="17"><milestone unit="ed2page" n="110"/>Γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ
                            ὁμοίως <lb/>πάντα.</quote><p>Οὐδὲ μαντευσάμενός τις ἔσεσθαί τινας ἀνθρώπους οἳ <lb/>παρακούσουσιν
                            αὐτοῦ, τοσαυτάκις ἂν εἶπε ταὐτὸ δόγμα, <lb/>καθάπερ νῦν ὁ Ἱπποκράτης
                            ἐποίησε, πάντα φάσκων οὐ <lb/>μόνον ἄνθρωπον ὁμοίως γίγνεσθαι καὶ
                            τελευτᾷν, ὥσπερ <milestone unit="ed1page" n="10"/>
                            <lb/>εἴρηται, ἐκ τῶν τεττάρων δηλονότι στοιχείων, οὐ τῶν ἐν τῷ
                            <lb/>σώματι μορίων θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν. <lb/>ἀλλ᾿ εἰσί γε
                            οὕτω τινὲς ἀναίσθητοι λέξεως Ἑλληνικῆς, ὡς <lb/>οἴεσθαι τὸ κατὰ τὸ σῶμα
                            τοῦ ἀνθρώπου θερμόν τε καὶ <lb/>ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν αἰσθητῶς
                            διαγιγνωσκόμενα, <lb/>πάντων εἶναι τῆς γενέσεως κοινὰ στοιχεῖα. </p></div><pb n="58"/><div type="textpart" subtype="chapter" n="17"><quote type="lemma" n="18">Ξυνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν
                            προειρημένων <lb/>πάντων καὶ τελευτᾶ κατὰ τὰ εἰρημένα, ἐς τὸ <lb/>ἑωϋτὸ
                            ὅθενπερ ξυνέστη ἕκαστον. ἐνταῦθα οὖν καὶ <lb/>ἀπεχώρησεν.</quote><p>Ἐπιμένει τῷ δόγματι τὴν φύσιν ἁπάντων ἐκ τῶν εἰρημένων <lb/>τεττάρων
                            συνίστασθαι καὶ τελευτᾷν εἰς αὐτὰ βουλόμενος. <lb/>ὅθεν γὰρ ἕκαστον τῶν
                            ὄντων συνέστη, φησὶν, ἐνταῦθα <lb/>καὶ ἀπεχώρησεν, εἰς τὰ κοινὰ δηλονότι
                            στοιχεῖα τοῦ <lb/>κόσμου, γῆν, ὕδωρ, ἀέρα τε καὶ πῦρ. ἐσχάτως οὖν
                            ἀγνοοῦσι <lb/>τὴν Ἱπποκράτους γνώμην καὶ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον.
                            <lb/>οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε <lb/>ὕδωρ οὔτε πῦρ
                            οὔτε γῆν, ἀντὶ τοῦ μηδ᾿ ὅλως ἀκούοντες. <lb/>ἐφάνη γὰρ οὐ τὸ μηδ᾿ ὅλως
                            εἶναι τὰ κοινὰ πάντων στοιχεῖα <lb/>κατὰ τὸ σῶμα βουλόμενος τοῦ ἀνθρώπου
                            ὁ Ἱπποκράτης, <lb/>ἀλλὰ τοὺς ἓν μόνον ἐξ αὐτῶν λέγοντας μεμφόμενος. </p></div><pb n="59"/><div type="textpart" subtype="chapter" n="18"><quote type="lemma" n="19">Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ
                            φλέγμα <lb/>καὶ χολὴν διττὴν, ἤγουν ξανθήν τε καὶ μέλαιναν, καὶ
                            <lb/>ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτα <lb/>ἀλγέει καὶ
                            ὑγιαίνει.</quote><p>Συντελέσας τὸν περὶ τῶν κοινῶν στοιχείων λόγον, ἐπὶ <lb/>τὰ τῶν ἐναίμων
                            ζώων, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ἐν τῇ <lb/>προκειμένῃ ῥήσει μετέβη,
                            βουλόμενος ἐξ αἵματος καὶ φλέγματος <lb/>καὶ χολῆς διττῆς, τήν τε ἐξ
                            ἀρχῆς γένεσιν ἡμῶν <lb/>γίνεσθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ
                            τούτων ὑπάρχειν <lb/>
                            <milestone unit="ed2page" n="111"/>καὶ ταῦτα τὴν ὅλην φύσιν εἶναι τοῦ
                            ἀνθρώπου, <lb/>τῶν μὲν χυμῶν ἐν τοῖς στερεοῖς περιεχομένων, αὐτῶν
                            <lb/>δὲ τῶν στερεῶν ἐν τῇ πρώτῃ διαπλάσει κυουμένου τοῦ <lb/>ζώου, τὴν
                            γένεσιν ἐκ τούτων ἐχόντων. ἐκ γὰρ τοῦ καταμηνίου <lb/>πάντα τὰ μόρια
                            γέγονεν, οὐκ εἰλικρινοῦς αἵματος <lb/>ὄντος, ἀλλ᾿ ἔχοντος ἐν ἑαυτῷ
                            διττὰς χολὰς καὶ φλέγμα. <lb/>δείξει γὰρ ὀλίγον ὕστερον τοῦτο· καὶ
                            μέντοι καὶ τὸ ὑγιαίνειν <pb n="60"/> ἡμῖν ἀλγεῖν τε καὶ νοσεῖν ἐκ τούτων
                            φησὶ γίγνεσθαι, <lb/>κατὰ τὸν τρόπον καθ᾿ ὃν γίνεται ταῦτα, διὰ τῆς
                            ἐχομένης ῥήσεως. </p></div><div type="textpart" subtype="chapter" n="19"><quote type="lemma" n="20">Ὑγιαίνειν μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ
                            ταῦτα τῆς <lb/>πρὸς ἄλληλα χρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος καὶ
                            <lb/>μάλιστα ἢν μεμιγμένα ᾖ</quote><p>Κατὰ πάντας ἰατρούς τε καὶ φιλοσόφους τοὺς τελείους <lb/>δογματικοὺς ἡ
                            συμμετρία τῶν στοιχείων ὑγίειαν ἐργάζεται. <lb/>διττῆς δ᾿ οὔσης τῷ γένει
                            τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως, <lb/>ἡ μὲν ἑτέρα κατὰ
                            παράθεσίν τε καὶ περιπλοκὴν <lb/>τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν
                            συνθέτων γενέσθαι <lb/>φησὶν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα
                            τὴν <lb/>συμμετρίαν ἐν τῇ ποροποιΐᾳ τίθεται. ἡ δὲ ἑτέρα κατὰ <lb/>τὴν
                            εὐκρασίαν τῶν στοιχείων ἡμᾶς φησιν, ἧς δηλονότι δόξης <lb/>ὁ Ἱπποκράτης
                            ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας, <pb n="61"/> τῆς μὲν ἐν τῇ
                            δυνάμει τῶν κεραννυμένων, τῆς δὲ <lb/>ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας
                            ἐμνημόνευσεν Ἱπποκράτης <lb/>εἰπὼν, τῆς τε δυνάμεως καὶ τοῦ πλήθεος. τὸ
                            δ᾿ ἐπὶ τέλει <lb/>τῆς ῥήσεως εἰρημένων τὸ καὶ μάλιστα ἢν μεμιγμένα ᾖ,
                            τὴν <lb/>ἀκρίβειαν τῆς δι᾿ ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ <lb/>γὰρ
                            τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ <lb/>μόνον ἡ συμμετρία
                            τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ <lb/>δι᾿ ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ
                            δὲ τὰς φαυλοτέρας κράσεις <lb/>τοῦ σώματος ἐνδέχεταί ποτε καθ᾿ ἕν τι
                            μόριον οὐκ <lb/>ἴσως, οὐδ᾿ ὁμοίως οὐδὲ δι᾿ ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς
                            <lb/>χυμοὺς, ἀλλ᾿ ὅταν γε μηδέ πω σαφῶς ἐνέργεια βλάπτεται, <lb/>μεμπτὴ
                            μέν ἐστιν ἡ ὑγίεια, νόσος δὲ οὐδέ πω. </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>