<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:1-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:1-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head>ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΙΝΩΣΚΕΙΝ <lb/>ΠΡΟΣ ΕΠΙΓΕΝΗΝ <lb/>ΒΙΒΛΙΟΝ.</head><p><milestone unit="ed2page" n="829"/>Ὅσον μὲν ἐπὶ τοῖς πολλοῖς τῶν <lb/>ἰατρῶν, ὦ
						Ἐπίγενες, ἀδύνατόν ἐστι προγινώσκειν τὰ τοῖς <lb/>κάμνουσιν ἐσόμενα καθ᾿ ἑκάστην νόσον.
						ἀφ᾿ οὗ γὰρ οἱ τὸ <lb/>δοκεῖν μᾶλλον ἢ εἶναι σπουδάσαντες οὐ κατὰ τὴν ἰατρικὴν
						<lb/>μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας τέχνας ἐπλεόνασαν, <lb/>ἠμέληται μὲν τὰ κάλλιστα τῶν
						τεχνῶν, ἤσκηται δ᾿ ἐξ ὧν <pb n="600"/> ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι
						καὶ πρᾶξαι <lb/>πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν <lb/>ἑκάστης ἡμέρας,
						τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν <lb/>ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν
						προερχομένους <lb/>οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς <lb/>δ᾿
						αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ <lb/>δακτυλίων πολυτελείᾳ καὶ τῷ
						πλήθει τῶν ἀκολουθούντων καὶ <lb/>σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς
						<lb/>ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν <lb/>ἥδοντες, τὰ δ᾿
						ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς <lb/>κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι
						νομίζουσιν, ἀγαθῶν πολλῶν <lb/>τυγχάνουσιν, ὡς δ᾿ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν
						<lb/>ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ᾿ ὄντες τοιοῦτοι, <lb/>τἄλλα παρανομεῖν οὐκ
						ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς <lb/>τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος
						μαθητῶν, <lb/>ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ <lb/>τὰς πόλεις, ἐν αἷς
						διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν <lb/>τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον.
						ἡ δὲ τῆς <pb n="601"/> ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ᾿ ἕν τι τῶν κατ᾿ αὐτὴν
						<lb/>ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων. <lb/>ὅταν γάρ τις ἰατρὸς τῷ
						νόμῳ μεμαθηκότων αὐτὴν, ἢ παραφροσύνην <lb/>ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν,
						<lb/>ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν <lb/>μέρος, ἢ ἔμετον, ἢ
						ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην, <lb/>
						<milestone unit="ed2page" n="830"/>ἢ συγκοπὴν, ἢ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον
						<lb/>τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ᾿ ἀηθείας φαίνεται καὶ τοσοῦτον <lb/>ἀποδεῖ τοῦ
						θαυμάζεσθαι παρ᾿ αὐτοῖς ὁ προειπὼν, <lb/>ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι
						δόξειεν. ὀλίγοι <lb/>δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου <lb/>τῆς τοιαύτης
						θεωρίας· ἐρωτῶσι δ᾿ εὐθέως καὶ αὐτὸν τὸν <lb/>προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ
						τοῖς ἔμπροσθεν <lb/>εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν
						<lb/>εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰατροὺς <lb/>ἀποκρυπτομένους
						σφετέραν ἀμαθείαν, ἴσως δέ τινας <lb/>καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν
						οὐδὲν <pb n="602"/> τοιοῦτο γεγράφθαι, γόητα δ᾿ εἶναι τὸν ἐπιδεικνύμενον τοιαύτην
						<lb/>πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ᾿ ὅτι γέγραπται <lb/>πολλοῖς τῶν ἔμπροσθεν
						καὶ μάλιστα τῷ Ἱπποκράτει, <lb/>τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν
						<lb/>αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ, <lb/>μήθ᾿ ὡς αὐτὸς εὑρηκὼς εἴη,
						ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλλον <lb/>μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν
						ἐρώτημά <lb/>τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐξάνει <lb/>μὲν τὴν τῆς
						γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ, <lb/>τελευταῖον δὲ φθόνον ὑπ᾿ ἑαυτὸν ἤγειρεν, ὥστ᾿
						ἐπιβουλεύεσθαι <lb/>πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα· <lb/>δευτέρα δὲ ᾗ
						Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ᾿ <lb/>ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς
						ἀναιρῶν τοὺς νοσοῦντας, <lb/>ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν
						<lb/>φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν <lb/>ἀξίως ἢ παραπλησίως Κοΐντῳ
						φαγαδευθέντων, λαμπρὰ τῆς <lb/>αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε
						φανερῶς, <pb n="603"/> εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ <lb/>δὲ
						ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πείσεσθαι <lb/>προσδοκῶντα, πρὸς τῷ καὶ
						τὴν τῆς γοητείας ὑποψίαν <lb/>αὐξάνειν. εἰ δ᾿ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ διαμάχεται
						<lb/>μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς <lb/>ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν
						αὐτὸς ἐκ παιδείας καὶ <lb/>μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν, <lb/>ἤτοι
						κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ᾿ ἐκείνοις, <lb/>ὅ τι ἂν αὐτῷ χρῆσθαι
						βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀντέχοι <lb/>καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος
						θαυμαστῇ. τὸ <lb/>μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν
						<lb/>πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι. <lb/>συμβαίνειν οὖν
						ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμένων <lb/>καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν
						εἰλικρινῶς, <lb/>οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ᾿ αὐτὴν δι᾿ ἑαυτῆς, ὅταν ἅπαξ <lb/>πειραθῶσι
						τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι <lb/>σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς
						ἀνθρώποις ὄφελος, ἐξαναχωρεῖν <lb/>τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ ﻿<pb n="604"/> καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι <lb/>δὲ τοῖς
						πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μάλιστα <lb/>μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν
						ἀνθρώπων τοῖς ἀρίστοις <lb/>ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐδοκιμεῖν
						<lb/>παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τούτων <lb/>τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ,
						τῶν πλουτούντων ἐν <lb/>ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν
						<lb/>ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν <lb/>ἐγνωκότας, τοῖς δὲ
						ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ᾿ <lb/>ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ
						τούτους πλουτίζουσι <lb/>καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν <lb/>ὀρχηστῶν
						καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν <lb/>θεῶν ἀγάλμασι συνέδρους. <milestone unit="ed2page" n="831"/>τοὺς δ᾿ ἀπὸ τῶν μαθημάτων <lb/>τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας
						αὐτῶν δέονται. τὸ <lb/>γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐτῶν
						<lb/>ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον <lb/>εἰς ἀναλωμάτων λογισμοὺς
						καὶ οἰκίας κατασκευὴν, ἀστρονομίας <lb/>δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων
						κληρονομήσουσι <pb n="605"/> χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς <lb/>ἡδονὴν
						ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν <lb/>φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας
						οὐδὲν αὐτοῖς μέλει, πλὴν <lb/>ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀργάνῳ
						<lb/>πανούργῳ, τῇ σοφιστικῇ καλουμένῃ χρῆσθαι θεωρίᾳ. <lb/>φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν
						ἐπαΐουσιν, ἀλλὰ πάντων <milestone unit="ed1page" n="452"/>
						<lb/>μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγχρον <lb/>τρυπᾷν. οὗτοι
						τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν <lb/>ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην
						ὀρθῶς ἀλλ᾿ <lb/>ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ <lb/>ἀνθρώποις
						ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ <lb/>ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο. </p></div><div type="textpart" subtype="chapter" n="2"><p>Ταῦτ᾿ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν <lb/>ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν
						ὑφορώμενος ἐπεδεικνύμην <lb/>οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε <lb/>τῶν
						ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γενέσθαι <lb/>τι τοιοῦτον, ὡς ἐπίστασαι
						σὺ ὁ μάλιστα παρὼν τῇ <lb/>νόσῳ πάσῃ, μέχρι τέλους ἀπ᾿ ἀρχῆς Εὐδήμου τοῦ περιπατητικοῦ
							<pb n="606"/> φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λουτρὸν <lb/>ἀνωμαλία τις
						αὐτῷ, φρίκη δ᾿ ἀπὸ ὥρας ὀγδόης, δι᾿ <lb/>ἦς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν
						ἀμέμπτως <lb/>διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν <lb/>ὑπερβάλλειν. ὡς δ᾿
						οὐ κατ᾿ αὐτὴν ἀπήντησέ τι δυσχερές <lb/>ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία
						παραλλαγή <lb/>τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμενος <lb/>ἐπὶ τῇ τρίτῃ
						ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν. <lb/>ἀσφαλείας δ᾿ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ᾿
						ἐκείνην ὑπερβάλλειν <lb/>τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ
						<lb/>τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχερές. <lb/>ἐν τῇ τετάρτῃ δὲ τῶν
						ἡμερῶν, ἐν ἧ συγγενόμενος ἡμῖν <lb/>ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ
						ἀποβλέψας <lb/>πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τετάρτην <lb/>οὖσαν
						ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην <lb/>ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν
						οὖν, ὡς οὐδενὸς <lb/>ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ᾿ <lb/>ἄλλοι
						πάντες οἱ παρόντες, ἐγὼ δ᾿ ἐσιώπων μόνος. ἐρομένῳ <pb n="607"/> δὲ αὐτῷ περὶ τῆς σιωπῆς
						ἀπεκρινάμην οὐκ εἶναί μοι τελέως <lb/>ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ
						<lb/>τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψασθαι. <lb/>τὸ δὲ μὴ
						προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου <lb/>σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἶόν τε
						τὰς βραχείας <lb/>αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν
						<lb/>ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι <lb/>γενομένης ὑποψίας εἰπεῖν.
						ἐλούσατό τε οὖν εὐφόρως καὶ <lb/>ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός
						<lb/>με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν <lb/>αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν
						πρὸ τοῦ λουτροῦ, <milestone unit="ed2page" n="832"/>καὶ <lb/>μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ
						τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν <lb/>ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην,
						τετάρτην <lb/>δὲ ἀπ᾿ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρίψας <lb/>ἐπὶ τῆς οἰκίας
						ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο <lb/>πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι
						φάντων. <lb/>ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο, <lb/>τὴν ὑποψίαν
						μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τεταρταίας <pb n="608"/> περιόδου προοίμιον εἴη
						συμβαῖνον. ἐχωρίσθην ἔχων <lb/>ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς
						<lb/>οἰκοῦντα. λουσάμενος δ᾿ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ <lb/>μετὰ πολὺ δὲ θερμασίας
						ᾔσθετο δι᾿ ὅλου τοῦ σώματος, ἣν <lb/>ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ
						παλαιοῦ <lb/>προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγήσατο <lb/>τοῖς συνήθεσιν
						ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων <lb/>ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι
						δυσχερὲς ἐν <lb/>τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ <lb/>διῃτήθη
						τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος, <lb/>ἐπείσθη τεταρταίου μὲν εἶναι
						περίοδον. ἐπῄνει δὲ τοὐντεῦθεν <lb/>ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν
						<lb/>ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος <lb/>ἀξιόλογον ἕξιν εἶναί
						μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν <lb/>παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ
						πατρὸς ἐπὶ <lb/>φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι᾿ ὀνείρων ἐναργῶν,
						<lb/>ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι <lb/>μάθημα τοῦτο. συνέβη μοι
						γεγονέναι τότε κατά τινα τύχην, ﻿<pb n="609"/> ὡς οἶσθα καὶ αὐτὸς, νενοσηκότος τινὸς
						ἀνθρώπου κατὰ τὴν <lb/>ἀρχὴν τοῦ φθινοπώρου νόσον ὀξεῖαν, εἶτα κατὰ τὴν ἀνάληψιν,
						<lb/>ἀρξαμένου περὶ πέμπτην ὥραν πυρέττειν, θεασάμενον <lb/>τὸν ἄνθρωπον ἀποφήνασθαί σοι
						παρόντι σαφεστάτην εἰσβολὴν <lb/>εἶναι τεταρταίου περιόδου. ὁπότε γὰρ κατὰ τὴν ἀναλογίαν
						<lb/>ἡ διὰ τὴν τετάρτην ἀνταπόδοσις ἐγένετο, πυθόμενος <lb/>παρὰ σοῦ τὴν γενομένην
						πρόῤῥησιν ὁ Εὔδημος, ἔτι μᾶλλον <lb/>ἐπείσθη προσέχειν ἐμοί· ὥστε ἐπειδὰν προύβαινεν ὁ
						κατὰ <lb/>τὴν περίοδον παροξυσμὸς εἰς μέγεθος, ἀθροίσας τοὺς ἀρίστους <lb/>τῶν κατὰ τὴν
						πόλιν ἰατρῶν ἠξίωσε σκέψασθαι περὶ <lb/>τῆς θεραπείας τοῦ νοσήματος. ἐγὼ δὲ ἑκὼν
						ἀπελείφθην, οὐ <lb/>βουλόμενος ἁμιλλᾶσθαι διὰ λόγων αὐτοῖς. ὡς δὲ τοῖς ἐνδοξοτάτοις
						<lb/>αὐτῶν ἔδοξε τῆς θηριακῆς αὐτὸν πιεῖν, ἕωθεν <lb/>ἐκείνῃ τῶν ἡμερῶν, ἐν ᾗ
						προσδοκώμενος ἦν ὁ διὰ τῆς τετάρτης <lb/>παροξυσμὸς ἔσεσθαι, χωρισθέντων αὐτῶν, ὡς
						οἶσθα, <lb/>σοῦ παρόντος, ἐπυνθάνετό μου τίνα τὴν ἐλπίδα τῆς τοῦ <lb/>φαρμάκου χρήσεως
						ἔχοιμι. γινώσκεις οὖν ὅπως ἀπεκρινάμην <lb/>αὐτῷ μηδὲν ἀμφιβάλλων ὡς οὐ μόνον οὐδὲν
						ὀνήσει τὸ φάρμακον, <pb n="610"/> ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν
						<lb/>γ᾿ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι᾿ ἣν οὕτως ἀπεκρινάμην, <lb/>ἄπεπτον ἔφην ἔτι εἶναι
						τὸ νόσημα, τό τε φάρμακον τοῦτο <lb/>κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ,
						μέχρι <lb/>μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέψαι <lb/>τελέως οὔτε
						διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην <lb/>ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν
						ἀφικόμενοι <lb/>πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον <lb/>αἰδεσθέντος
						διηγήσασθαι τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα αὐτῷ καὶ <lb/>ἅμα θεασάμενος μετ᾿ ἐνστάσεως, ὡς
						ὑποσχομένους τοὺς <lb/>ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ <lb/>τὴν
						τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ <lb/>κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε
						συμβαίνειν οὕτως ἔφασαν ἐπὶ <lb/>τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ
						νόσημα. <lb/>
						<milestone unit="ed2page" n="833"/>δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ <lb/>κατὰ
						τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τετάρτης <lb/>παροξυσμὸς, ὁμοίως ἕωθεν
						αὐτοῦ προσενέγκαιτο. <lb/>ἐκεῖνοι μὲν οὗν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ <pb n="611"/> περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκήτως <lb/>ἐνέβαλε τὴν
						ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν <lb/>προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν
						αὐτοῖς, ὡς <lb/>οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ <lb/>δόντες ἐπὶ
						τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ <lb/>φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος
						τῷ προτέρῳ παροξυσμῷ <lb/>κατ᾿ αὐτὸν ἀπήντησε καὶ ὁ μετ᾿ αὐτὸν ἐπιγενόμενος
						<lb/>δεύτερον· ἐφ᾿ ᾦ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα <lb/>προσδοκίαν ἔχοιμι τῶν
						μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, καταμαθὼν <lb/>αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν,
						ἔφην, <lb/>ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος <lb/>ὑπάρχω, ἕωθεν
							<milestone unit="ed1page" n="453"/>δὲ τάχα ἂν δυνηθείην, θεασάμενος <lb/>ἅπαντα τὰ διὰ
						τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος <lb/>οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί
						τε κελεύσας <lb/>αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην <lb/>ἀφίξεσθαι.
						καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε <lb/>τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον
						ἡψάμην, ἀπεφηνάμην <lb/>αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ <lb/>τὴν
						αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ᾿ ὕστερον <pb n="612"/> ἐπισκεψόμενοι τὸν
						Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ <lb/>Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο
						τῆς <lb/>πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευκὼς <lb/>δὲ περὶ τὴν
						Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ <lb/>Παῦλος, οἶς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ
						κατ᾿ ἐμὲ, <lb/>λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλλοντος
						<lb/>παροξυσμοῦ, παραφυλάττειν δ᾿ ὅπως ἀποβήσοιτο. <lb/>γενομένου δὲ κᾀκείνου περὶ τὴν
						αὐτὴν ὥραν τοῖς προγεγενημένοις <lb/>ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμένοις
						<lb/>αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ <lb/>οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ
						τὴν Ῥωμαίων πόλιν ἀξιώματί <lb/>τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ᾿ οὖν Βοηθὸς, ἀκηκοὼς
						<lb/>εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν <lb/>ἤδη παρακαλῶν ἐπιδεῖξαί
						τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς, <lb/>ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν
						ἐγνώρισέ <lb/>μου τὸ ὄνομα καὶ τοῦτ᾿ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ <lb/>μετὰ τὴν πεῖραν
						ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ· <lb/>πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς
						ἀνατομὰς φαινομένων <pb n="613"/> ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ
						<lb/>βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομένην <lb/>ὄντος ὑπάρχου, ἐδεῖτο
						τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ <lb/>ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν,
						ἐσπουδακὼς <lb/>δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν <lb/>οὖν τὰ κατὰ τὰς
						ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας <lb/>ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον
						ἐσομένης. </p></div><div type="textpart" subtype="chapter" n="3"><p>Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος <lb/>γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων
						ἀπήλπιστο πρὸς <lb/>τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ
						<lb/>μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, <lb/>ἀνάγκην <milestone unit="ed2page" n="834"/>εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. <lb/>καταγελῶν δέ μου
						κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς <lb/>τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ
						Μαρίνῳ, πρωτεύειν <lb/>τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ <lb/>δυναμένους
						ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι <lb/>καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον
						αὐτοὺς γνώσεσθαι <lb/>τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον ﻿<pb n="614"/> καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων <lb/>ἐνίοτε μὲν τὸν
						λόγον, ἀποβλέπων τε πρὸς τοὺς <lb/>ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος
						ἄγοντα, <lb/>τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν <lb/>ὑπισχνεῖται
						Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε <lb/>μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿
						αὐτοῦ καὶ τὴν θεραπείαν <lb/>οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου <lb/>τότε
						πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι <lb/>καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις.
						ἐκ γὰρ τῶν τριῶν τεταρταίων <lb/>τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ
						<lb/>ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν <lb/>προθεσμίαν τῆς λύσεως
						ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν· <lb/>ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς
						ηὔχοντο. <lb/>παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν <lb/>ἡμέραν, οὐκ ἐπὶ
						ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ <lb/>δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης
						μονονοὺ <lb/>κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς <lb/>ἐμὲ βλασφημίας·
						ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ <pb n="615"/> αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι
						δὲ πρότερον ὡς <lb/>ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις <lb/>ἦν.
						ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων <lb/>ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς
						ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον <lb/>ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ
						θαυμάζεσθαι <lb/>δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, <lb/>ἀλλ᾿ ἐκ μαντικῆς
						γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν <lb/>γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων
						τινῶν, ἐνίοτε <lb/>μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε
						<lb/>συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ <lb/>τοιοῦτον ἐγένετο, τοῦ
						τρίτου τῶν τεταρταίων τῆς <lb/>ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν
						<lb/>ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον <lb/>ὥρας ἐνάτης, οὐ σμικρῷ
						σφοδρότερον, ἀλλὰ καὶ πάνυ <lb/>πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας
						<lb/>ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς <lb/>ἐνδεικνύμενος
						ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς <lb/>προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας
						ὁποίας <pb n="616"/> οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ
						<lb/>μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι <lb/>τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου
						δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ <lb/>καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ
						<lb/>τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου <lb/>τῶν τεταρταίων ἀτυχῆσαί
						με τῆς τε προῤῥήσεως καὶ τῆς <lb/>ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους
						ἀποφήνασθαι <lb/>πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿ <lb/>αὐτὴν ἀπόκρισιν
						ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ <lb/>προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ,
						φαιδροτέροις γεγονόσιν, <lb/>ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης
						<lb/>τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον <lb/>ἐγὼ παρὰ τὸ ἔθος ἐν
						ἐπισκέψει τινι κατεχόμενος, <lb/>ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην,
						<lb/>ἐπικριθῆναι <milestone unit="ed2page" n="835"/>τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ
						βουλόμενος. <lb/>ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας <lb/>ἐξέτεινε τὴν χεῖρα,
						κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου <lb/>δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε
						ἀγγέλλοιμι. <pb n="617"/> κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα
						<lb/>ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον <lb/>αὐτὸ ἀθρόως
						ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ; <lb/>οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ
						μέρος. <lb/>ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς <lb/>νοσώδους
						διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων <lb/>καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων
						ἁπάντων ἡ λύσις <lb/>ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι
						<lb/>τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην <lb/>ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν
						ἐκ τοῦ σώματος ἅπασαν <lb/>οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς.
						<lb/>πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; <lb/>οὐ γὰρ δὴ φθεγξαμένη
						γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως <lb/>γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον
						ἁπάντων <lb/>τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν <milestone unit="ed1page" n="454"/>κίνησιν,
						ἔφην, <lb/>τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον <lb/>διαστάσεως,
						ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ <lb/>λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις
						ῥηθεῖσιν ὁ Εὔδημος <pb n="618"/> ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ
						<lb/>τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, <lb/>τάχα δὲ καὶ οὔρων
						πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, <lb/>αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς
						ἀναστομωθεῖσα κένωσιν <lb/>ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον
						<lb/>ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας <lb/>μὲν οὖν, ἔφην, ἐσομένης τάδε
						καὶ τάδε προηγεῖται σημεῖα, <lb/>καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ
						<lb/>καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω <lb/>γαστρὸς κενώσεως ἀθρόας
						κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον <lb/>σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι
						καταλείποιτ᾿ <lb/>ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς, <lb/>ἔφη,
						συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα <lb/>μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν
						ἀλλήλοις. παραγενόμενος <lb/>δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως,
						<lb/>οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου, <lb/>καθάπερ εἴωθεν· κεκραγότος
						δὲ πρὸς ἅπαντας ἡμᾶς <lb/>τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ ﻿<pb n="619"/> Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ <lb/>τοῦ θεραπεύειν
						αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν <lb/>ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην
						λύσιν τοῦ <lb/>νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος <lb/>ἐκ
						πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως <lb/>ἔτυχον. ἀπήλλαξε δέ με τριῶν
						τεταρταίων, οἷς ἀκαίρου πόσεως <lb/>τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς
						<lb/>ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ <lb/>με καταγελώμενος ὑπ᾿
						αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος <lb/>ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν.
					</p></div><div type="textpart" subtype="chapter" n="4"><p>Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης <lb/>ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με
						τοῖς ἐν Ῥώμῃ <lb/>γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ <lb/>καὶ φίλος
						εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε <lb/>κατὰ τὴν γεγονυῖαν ἡμέραν <milestone unit="ed2page" n="836"/>ἀπόφασίν μου, περὶ τῆς <lb/>ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν
						ἐκεῖνοι θορυβώδη νομίζοντες, <lb/>οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς
						<lb/>ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος <pb n="620"/> ἑνὸς ὑπέμεινέ με.
						καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ <lb/>μοι κατὰ τύχην, εὐθέως δὲ μήτε
						προσαγορεύσας, ὡς ἔθος <lb/>εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν
						<lb/>Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, <lb/>κᾄπειτα ἀκούσας ὡς
						ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς, <lb/>ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων
						Ἱπποκράτους <lb/>βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως <lb/>γοῦν γινώσκεις,
						ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ <lb/>δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην,
						εἴρηταί σοι <lb/>νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος <lb/>ἔλεγεν
						ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν <lb/>σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς
						κάτω γαστρὸς, <lb/>ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον
						<lb/>ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿ <lb/>ἐμοῦ, παρῆλθον αὐτίκα.
						πορευθείς τε πρὸς τὸν Εὔδημον <lb/>ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν
						εὐδοκιμούντων <lb/>ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον <lb/>ἔφη μοι τοῦτο
						πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι <pb n="621"/> τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς
						ἄκρον ἥκοντας κακοηθείας, <lb/>καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς
						<lb/>ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿ <lb/>ὅσοι φθάνουσιν εἶναι
						πονηροὶ, πραγμάτων ὕλην εὑρόντες <lb/>ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω
						πόλεσιν <lb/>ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, <lb/>ἐμιμήσαντο
						τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ <lb/>πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν
						πονηρίας. ἐρῶ δέ σοί <lb/>τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ <lb/>γὰρ
						μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη <lb/>τὴν πονηρίαν ηὔξησε τῶν φύσει
						πονηρῶν, ἀλλὰ καὶ μάθησις <lb/>ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας
						<lb/>ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι <lb/>ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν
						ὑπό τινος πανουργοῦντες, <lb/>ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ
						<lb/>τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν <lb/>ἀσφαλέστερον προσφέρονται, οὐ
						σμικρὰν ἔχει δύναμιν οὐδ᾿ <pb n="622"/> αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ
						δ᾿ ἐν <lb/>ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι, <lb/>καθάπερ οἱ
						τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν <lb/>πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον
						ἔχουσι τὴν <lb/>θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων, <lb/>ἃ
						πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν <lb/>τῆς φύσεως αὐτῶν. ἐπιτίθενται
						γὰρ τοῖς ἀγνοοῦσιν <lb/>αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς <lb/>οἱ
						δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν <lb/>ἀλλήλους, ἐάν τι καὶ
						σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν <lb/>οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν
						<lb/>ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον <lb/>οἱ τῇδε καθ᾿ ἡμῶν
						ποιοῦντες τὰς συνωμοσίας, μόνῳ <lb/>τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ
						ἐν <lb/>τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, <lb/>ἀκήκοας ἤδη
						πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου <lb/>στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς
						πόλεως τῆσδε <lb/>χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν, <pb n="623"/> ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν <lb/>τούτων ἀνθρώπων.
						ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος <lb/>ἔφη, δεδογμένον σοι τοῦτο· <milestone unit="ed2page" n="837"/>καὶ εἰ γνῶσιν, ὥσπερ <lb/>αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν
						ὁμοίως αὐτοῖς ψεύδεσθαι. <lb/>καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων <lb/>ὄντες ἐν
						ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι <lb/>τἄλλα ὅσα προείρηκα
						πανουργοῦντες μαθεῖν, εἰς <lb/>τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται
						παραγεγονότας <lb/>εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν <lb/>ἀργύριον
						ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου <lb/>τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ
						τῶν ἀπόρων εἴης, κατεσκευάσθαι <lb/>πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν
						<lb/>ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων <lb/>ὑπονοοῦσιν. εἰπόντος
						οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα <lb/>καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς
						βλάψαι <lb/>δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· <lb/>καὶ φάντος γε
						ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς <lb/>δέκα παραγενόμενον εἰς τὴν πόλιν,
						ἐπιδεικνύντα τε δι᾿ ﻿<pb n="624"/> ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ
						φαρμάκων <lb/>ἀναιρεθῆναι μεθ᾿ ὧν <milestone unit="ed1page" n="455"/>ἧκε δυοῖν ἱκετῶν·
						χάριν, <lb/>ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ <lb/>τὰ τῆς
						πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν <lb/>φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε
						τὴν <lb/>ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε <lb/>καὶ πολυανθρώπου
						πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ <lb/>σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε
						γεγόναμεν <lb/>ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου <lb/>καὶ βίου. τραπόμενος
						οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν <lb/>καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα. </p></div><div type="textpart" subtype="chapter" n="5"><p>Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος <lb/>εὐθέως κατὰ τὴν πρώτην ἡμέραν
						ἔφην εἰσβολὴν <lb/>παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, <lb/>ἐθεράπευσα,
						τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς <lb/>ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε
						παρακληθεὶς, ἄνθρωπόν <lb/>τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ <lb/>νῦν
						Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως <pb n="625"/> ἀττικίζοντες,
						νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδενὸς <lb/>τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο
						ποιῆσαι· <lb/>καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ <lb/>μηδ᾿ αὐτοῦ ἐκ
						τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθεσιν <lb/>τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν
						ἐναντίων ἢ προσῆκεν <lb/>ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησάμενος
						<lb/>ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους <lb/>ἐπιστάντος ἐπὶ τῶν
						πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις <lb/>τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου
						καὶ <lb/>ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν <lb/>τοὔνομα Γαληνοῦ.
						συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν <lb/>οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ
						μέρει τῆς <lb/>τέχνης ὑπ᾿ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν <lb/>ἄλλος
						ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασάμην <lb/>τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ
						θεραπείας χρησάμενος, <lb/>ὁ δ᾿ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας
						<lb/>ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν, <lb/>ἣν πρὸς τοὺς
						Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην, <pb n="626"/>
						<milestone unit="ed2page" n="838"/>ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα <lb/>τῆς
						Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί <lb/>τι μόριον πεπονθέναι ἐξεῦρον
						οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ <lb/>τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο
						λεχθήσεται. <lb/>τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς <lb/>ἀγῶνα,
						παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς <lb/>ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε
						πρῶτον ὅθεν <lb/>ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων
						<lb/>λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν <lb/>ἀκολουθίαν ἅπασαν ἴδοις τῶν
						γενομένων· καὶ μὴ διὰ παντὸς <lb/>ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων
						<lb/>τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς <lb/>λόγων ἐπράχθη μοι τοὺς
						φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους <lb/>ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ
						<lb/>τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος</p><l>Ἄνδρ᾿ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ.</l><p>τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος <pb n="627"/> Βοηθὸς ὑπατικὸς
						ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ <lb/>φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ᾿ ἐχρῆτο τῶν
						Περιπατητικῶν <lb/>δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι <lb/>μὲν καὶ τὰ τοῦ
						Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσκειμένῳ <lb/>μᾶλλον. ὁπότ᾿ οὖν παρεκάλεσέ με,
						διδάξαι διὰ τῶν <lb/>ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύασεν
						<lb/>ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν <lb/>ἔφην δεῖσθαι τὴν ἀνατομὴν,
						ὁμοίως τε τὴν κατασκευὴν <lb/>ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχεδὸν
						<lb/>ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα <lb/>τῶν μικροφώνων εἶναι,
						παρασχεῖν ἀποδεικτικὰ λήμματα <lb/>πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ᾿ ἐν τῇ
						μελλούσῃ <lb/>γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ <lb/>Ἀδριανὸς ὁ ῥήτωρ,
						οὔπω σοφιστεύων, ἀλλ᾿ ἔτι συνὼν τῷ <lb/>Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος
						Φαβωρίνου, <lb/>δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ <lb/>τὴν ἰδέαν τῆς
						Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν <lb/>εἰπόντος. ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς
						ἀνατομῆς φαινόμενα, <pb n="628"/> συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ
						<lb/>ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι <lb/>τὸν διδάσκαλον
						Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς <lb/>ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν
						Ἀλέξανδρον <lb/>ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας
						<lb/>γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει <lb/>πρὸς ἁπάντων καὶ Ἀλέξανδρος
						ἐγινώσκετο, καθάπερ καὶ <lb/>τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων
						<lb/>λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ <lb/>φάρυγγος μυσὶν
						ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν <lb/>μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ
						διαληφθεῖσιν, <lb/>ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν <lb/>ζωήν τι
						βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος <lb/>ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο
						πρῶτον, ἔφη, ἄν σοι <lb/>συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν
						<lb/>ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην <lb/>ἓν μόνον
						φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ <lb/>εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν
						ἀφικνεῖσθαι. ﻿<pb n="629"/> ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν
						<lb/>ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι <lb/>πρὸς τὴν φιλονεικίαν
						αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον <lb/>ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν,
						<lb/>ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο <lb/>καὶ τῷ Σεβήρῳ καὶ τῷ
							<milestone unit="ed2page" n="839"/>Παύλῳ καὶ τῷ Βαρβάρῳ, <lb/>πάντες οὖν σφοδρῶς
						ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν <lb/>ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς
						αὐτὸ <lb/>τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν <lb/>ἦσαν
						ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς <lb/>συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν
						εἰσπνοὴν γίνεσθαι <lb/>διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου,
						<lb/>δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται <lb/>καὶ πρὸς τοῦτό γε τὰ εἰς
						αὐτοὺς κατεσχημένα νεῦρα, τὴν <lb/>ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν
						<lb/>ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο, <lb/>βιαίαν δ᾿ εἶναι τὴν
						ἑτέραν αὐτῆς γινομένην μετὰ <lb/>ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς
						ἡ <pb n="630"/> τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν <lb/>κατὰ τὸν
						χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς <lb/>ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ
						νεῦρα τὰ τούτους κινοῦντα <lb/>κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων
						<lb/>ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ <lb/>Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν
						ὑπομνήματα. καὶ πέμψαντός <lb/>γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν,
						<lb/>ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος <lb/>εἰ μέλλει δώσειν
						αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ <lb/>Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν <milestone unit="ed1page" n="456"/>αὐτοῖς ἐτῶν <lb/>ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε
						διαβουλευομένων γε <lb/>πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς
						<lb/>ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων <lb/>ἀνδρῶν ἀγαγεῖν τὰ
						γραφέντα. </p></div><div type="textpart" subtype="chapter" n="6"><p>Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι <lb/>διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ
						παρόντι λόγῳ, <lb/>μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι <lb/>τίνι
						λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος <pb n="631"/> ἐγνώρισεν, ἔγραψαν τῶν
						ἀρτηριῶν τοὺς σφυγμοὺς <lb/>τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ᾿
						<lb/>ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ᾿ <lb/>ὅπως μὲν Ἐρασίστρατος
						ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως <lb/>δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν
						<lb/>ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ <lb/>μεταβαλλούσης ἑαυτὴν
						ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, <lb/>εὗρον δ᾿ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν
						κατὰ μέρος <lb/>αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ <lb/>μόγις, ἢ
						οὐδ᾿ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐνδεικνυμένη <lb/>καὶ τὸ τελευταῖον
						ἀποστραφεῖσα, τοῖς μὲν ἐπιβεβλημένοις <lb/>ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν
						<lb/>ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν <lb/>ἔκειτο καθάπερ οἱ
						χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ <lb/>δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ
						μελαγχολικῶς δυσθυμεῖν, <lb/>ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν
						<lb/>ὑστεραίαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ <pb n="632"/> αὐτῶν καὶ
						πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης <lb/>οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι
						θεάσασθαι· <lb/>δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον <lb/>πάλιν ἧκον.
						εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, <lb/>μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν
						γυναῖκα, καὶ <lb/>γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως
						<lb/>προσενεγκαμένην <milestone unit="ed2page" n="840"/>, ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος
						<lb/>διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ <lb/>τειρομένην, ἣν
						ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ <lb/>γενέσθαι, προεγνωσμένου γάρ μοι
						τοῦ μηδὲν εἶναι <lb/>κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι
						<lb/>τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν <lb/>ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο,
						παραγενομένου τινὸς <lb/>ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην·
						<lb/>ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ <lb/>προσώπου, κᾀγὼ θεασάμενος
						τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς <lb/>ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον
						<lb/>ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· <lb/>ὁ αὐτὸς οὖν
						καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα <pb n="633"/> συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν
						ἀκολούθῳ τινι <lb/>τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, <lb/>μετ᾿ ὀλίγον
						ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι <lb/>σήμερον, εἶθ᾿ ὡς ἤγγειλεν, ἄτρεπτον
						εὗρον τὸν σφυγμόν. <lb/>ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι <lb/>περὶ
						τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου <lb/>τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην
						ἠκρίβωσα νύκτα πάνυ <lb/>παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταραχθέντα
						<lb/>πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυλάδου <lb/>τὴν γυναῖκα καὶ τοῦτο
						παραφυλαχθὲν ἀκριβῶς ἐν <lb/>ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος
						<lb/>ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώσθη <lb/>μοι. λυπούμενος γὰρ
						ἐν τῷ μέλλειν ἀποδιδόναι λογισμοὺς <lb/>ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον
						<lb/>ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος <lb/>ἐτήκετο, προειπὼν δὲ
						αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σωματικὸν <lb/>πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι
						συνεβουλευσάμην, <lb/>ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν ﻿<pb n="634"/> ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν <lb/>αὐτοῖς
						εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, <lb/>τοῦτο συνεβούλευσα βεβαίας
						ἕνεκεν διαγνώσεως, εἰπεῖν <lb/>αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο,
						<lb/>μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς <lb/>ἄλλον οἰκέτην τῆς
						διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ <lb/>γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν.
						ὡς δὲ ὁ δεσπότης <lb/>αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι <lb/>καὶ διὰ
						τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν <lb/>τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος
						ἀνεκτήσατο. τί δή <lb/>ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην
						<lb/>γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; <lb/>ἐκ γὰρ κοινῶν
						ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, <lb/>κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας.
						ἐγὼ μὲν <lb/>ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ <lb/>τῆς ψυχῆς πάθη
						πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς <lb/>ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν
						ταράξαντας <lb/>οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος <pb n="635"/> ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς <lb/>ὑπαρχούσης εὐκολώτερον
						ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ <lb/>συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων
						ἡμερῶν <lb/>καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, <lb/>ἀλλ᾿ ἀκουομένου
						ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς <lb/>ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ
						γινωσκόντων ἔρωτος <lb/>μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ <lb/>ψυχῆς
						τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν <lb/>ὁμαλότητα μήτε τὴν τάξιν
						ἀποσώζοντας. </p></div><div type="textpart" subtype="chapter" n="7"><p><milestone unit="ed2page" n="841"/>[Διὰ τίνων τεχνῶν τὸν Κύριλλον τὸν <lb/>Βοηθοῦ υἱέα
						κατέλαβε ἐσθίειν λάθρα.] Ἓν οὖν ἔτι προσθεὶς, <lb/>ἐφ᾿ οὖ παραχρῆμα μὲν ἐξεπλάγη Βοηθὸς,
						ἀκούσας δ᾿ ὅπως <lb/>εὑρέθη θαυμάζειν οὐκέτι ἔφασκεν, ἀλλὰ τῶν ἀγνοούντων τὸ
						<lb/>θεώρημα καταγινώσκειν ὡς ἀμαθῶν, ἐπ᾿ ἄλλο τι μεταβήσομαι. <lb/>νοσήσαντος γὰρ αὐτῷ
						θατέρου τῶν υἱῶν, εἶτα ῥωσθέντος <lb/>ὑποστρέψαντός τε τοῦ νοσήματος, εἷτ᾿ αὖθις
						παυσαμένου <lb/>καὶ μετὰ ταῦτα πάλιν ἐπιπυρέξαντος τοῦ παιδὸς, <lb/>ἐμοῦ τε λέγοντος
						ἐσθίειν αὐτὸν λάθρα· τὰ γὰρ ἐν τῷ φανερῷ <pb n="636"/> διδόμενα πρὸς τῷ ταῖς ποιότησιν
						ὑπάρχειν ἐπιτήδεια <lb/>καὶ τῇ ποσότητι σύμμετρα εἶναι, τὴν μητέρα τοῦ παιδὸς
						<lb/>ὑποσχομένην ἀκριβῶς αὐτὸν φυλάξαι ἐπέστησε φύλακα παρακαθημένην <lb/>τε δι᾿ ὅλης
						τῆς ἡμέρας, ἀποκωλύουσάν τε τοὺς <lb/>εἰς τὸν οἶκον ἐκεῖνον εἰσιόντας, κατὰ τὸν οἶκον
						αὐτοῦ κοιμωμένου, <lb/>ἀποκεκλεισμένον ἔνδοθεν ἀκριβῶς ἀπ᾿ αὐτῆς. ἐπεὶ <lb/>δὲ τέτρασιν
						ἡμέραις οὕτω φυλαττόμενος ἐθερμάνθη διὰ <lb/>τῆς νυκτὸς, ὁ Βοηθὸς ἀναρτήσας με καὶ
						παραλαβὼν ἦγεν <lb/>εἰς τὴν οἰκίαν ἐπὶ τὸν παῖδα, συνηκολούθησαν δ᾿ αὐτῷ καὶ <lb/>οἱ
						κατὰ τὴν ὁδὸν ἀπαντῶντες, ἐν οἶς ἦσθα καὶ σύ. κατέλαβον <lb/>δὲ ἐκ μὲν τοῦ κοιτῶνος ἅμα
						τῇ μητρὶ προεληλυθότα <lb/>τὸν παῖδα πρὸς ἕτερον οἴκημα, ἐν ᾧ καὶ κλίνη, καθ᾿ ἦς ἡ
						<lb/>μήτηρ τοῦ παιδὸς ἐκαθέζετο· σκίμπους δέ τις ἔζευκτο μικρὸν <lb/>τῶν μέσων αὐτοῦ
						κατωτέρω, καθ᾿ οὗ τὸν παῖδα κατακλίνασα <lb/>παρεφύλαττεν, ὡς μηδεὶς αὐτῷ προσέρχοιτο.
						καθέδρα <lb/>δὲ ἦν μία τοῦ σκίμποδος, οἶα σύμμετρον ἐφ᾿ ἑαυτῇ <lb/>ἐπ᾿ αὐχένι ἔχουσι.
						κατάντικρυς δὲ τοῦ σκίμποδος πρὸς τοῖς <lb/>ἄνω πέρασι τῆς κλίνης ἐφεξῆς ἀλλήλων ἔκειντο
						δύο βάθραι, <pb n="637"/> καθ᾿ ὦν ὁ Βοηθὸς ἡμᾶς καθίσας αὐτὸς, τῇ γυναικὶ παρακαθε <lb/>
						<milestone unit="ed1page" n="457"/>σθεὶς, ἤγαγον Γαληνὸν, ἔφη, τοῦτον ὅπως ἀκούσῃ
						<lb/>παρὰ σοῦ περὶ τῆς ἀκριβοῦς φυλακῆς ἐν ταύταις ταῖς <lb/>ἡμέραις γεγενημένης τοῦ
						παιδὸς, ὡς οὐδὲν ἐν τῇ διαίτῃ <lb/>πλημμελοῖτο· θεασάμενός τε πότερον ὄντως ἐπύρεξε διὰ
						τῆς <lb/>νυκτὸς, ἢ σὺ φάσκουσά μοι θερμότερον αὐτὸν γεγονέναι <lb/>παρελογίσθης ὑπὸ
						δειλίας, ὡς οἰηθῆναι πυρετὸν εἶναι τὴν <lb/>θερμότητα δι᾿ ἄλλην ἴσως αἰτίαν γενομένην·
						ἵνα μὲν ὅπως <lb/>διάγει σαφῶς ἡμῖν δηλώσειεν, ἄμα δὲ καὶ τὰ τῆς διαίτης <lb/>αὐτῷ πάντα
						σε διδάξειεν. ἁψάμενος οὖν ἐγὼ τῆς κατὰ τὸν <lb/>καρπὸν ἀρτηρίας τοῦ παιδὸς ἀπύρετον μὲν
						αὐτὸν ἔφην <lb/>εἷναι, παρέχειν δέ μοι σκωμμάτων ἀρχὴν τοῖς ὀνομάζουσί <lb/>με μάντιν.
						ὑπολαβὼν οὖν ὁ Βοηθὸς ἔφη· κᾀγὼ πρὸς ἐκείνους, <lb/>ὡς οἶσθα, καλεῖν εἴωθά σε μάντιν
						ὄντα, ὅταν τοιοῦτον <lb/>εἴπῃς, ὁποῖον οἱ ἀντίτεχνοί σου φάσκουσιν ἀδύνατον <lb/>εἶναι,
						διὰ τῶν τῆς ἰατρικῆς θεωρημάτων γνωσθῆναι. ἀλλά <lb/>τοι μέχρι δεῦρο πάντ᾿, ἔφην, ἔδειξά
						σοι τὰ τοιαῦτα διὰ <lb/>θεωρίας ἰατρικῆς εὑρισκόμενα καὶ τινάς τε τῶν ἰατρῶν <pb n="638"/> αὐτὰ γεγραφότων. λέγειν οὖν ἐκελεύετε πάντες ἤδη τὸ μάντευμα· <lb/>κᾀγὼ δεηθεὶς ἅπαξ
						ἔτι συγχωρήσειν μοι τῶν σφυγμῶν <lb/>ἅψασθαι τοῦ παιδὸς, ἐπειδὴ τοῦτ᾿ ἔπραξα,
						μαρτυρήσεις, <lb/>ἔφην, ὦ Βοηθὲ, μηδένα μοι παραγινομένῳ μετὰ σοῦ <lb/>διαλεγομένων ἡμῶν
						δι᾿ ὅλης τῆς ὁδοῦ προσεληλυθότα τὸ <lb/>μέλλον λέγεσθαι μάντευμα μεμηνυκέναι. φάντος οὖν
						αὐτοῦ <lb/>μαρτυρήσειν, οἶσθα ὅπως γελάσας ἐγὼ προσέχειν τε καὶ <lb/>ἀκούειν ὑμᾶς
						ἐκέλευσα τὸ τοῦ μάντεως θέσπισμα τοιόνδε τι <lb/>φήσας εἶναι· τῷ Κυρίλλῳ τούτῳ κατὰ τὸν
						οἶκον τοῦτον ἀποκέκρυπταί <lb/>τι τῶν ἐδωδίμων, ὅπως ὅταν εἰς τὸ βαλανεῖον ἡ <lb/>μήτηρ
						αὐτοῦ πορευομένη κλείσῃ τὸν οἶκον, <milestone unit="ed2page" n="842"/>εἶτα ὑπὲρ
						<lb/>ἀσφαλείας εἰς γλωττόκομον ἐμβάλλουσα τὴν κλεῖν κατασημήνηται, <lb/>τοῦτο γὰρ ἀκούω
						ποιεῖν αὐτὴν ἑκάστοτε, κατακεκρυμμένον <lb/>ἀνελόμενος ὁ υἱὸς αὐτῆς οὕτως προσενέγκηται.
						<lb/>ταῦτ᾿ ἀκούσας Βοηθὸς εὐθέως ἐξορμήσας πρὸς τὸν παῖδα <lb/>συναρπάζει τε καὶ
						μετακομίσας ἐπὶ τὴν κλίνην, ἀναστορεθῆναι <lb/>τὸν σκίμποδα κελεύσας, ἐπειρᾶτο τὸ
						κατακεκρυμμένον <lb/>ὡς αὐτίκα φανησόμενον. ἐπειδὴ τά τ᾿ ἐπιβλήματα πάντα <lb/>καὶ τὸ
						ὑπεστορεσμένον αὐτοῖς ἀνετινάχθη, τὸ γνάφαλον ἑξῆς ﻿<pb n="639"/> ἀνετίναξεν. εἶτα τὴν
						καθέδραν ἐπάρας ἐπεσκοπεῖτο μή τι <lb/>κατακεκρυμμένον ὑπ᾿ αὐτῇ φανείη. ὡς δ᾿ οὐδὲν οὐδ᾿
						οὕτως <lb/>ἐφάνη, μετακομίσας ἀπὸ τῆς κλίνης τὸ παιδίον ἐπὶ τὸν <lb/>σκίμποδα τὴν κλίνην
						ὅλην ἀναστορέσας, ἐκέλευσεν αὖθις <lb/>στρώννυσθαι. γελάσας τε, τί, φησὶν, ὁ μάντις
						λέγει; θαυμάσας <lb/>δ᾿ ἐγὼ διότι μηδὲν εὗρεν ἐφ᾿ ὧν ᾤετο κατακεκρυμμένον, <lb/>ὃ μόνον
						ἀζήτητον, ὡς οὐδενὸς ὑποπτεύοντος ἐν αὐτῷ περιέχεσθαι <lb/>τὸ ζητούμενον ἐπάρας
						ἀνέσειον· ἦν δὲ τοῦτο παντελῶς <lb/>σμικρὸν τῆς μητρὸς αὐτοῦ ταραντινίδος ἐπικείμενον
						<lb/>τῇ καθέδρᾳ, σεισθέντος δ᾿ αὐτοῦ μέρος ἄρτου τὸ περιεχόμενον <lb/>ὑπ᾿ αὐτοῦ κατὰ γῆς
						ἔπεσε καὶ ὑμεῖς πάντες ἀνακεκράγατε <lb/>μέγιστον ἅμα τῷ Βοηθῷ γελῶντες καὶ τὴν μαντικὴν
						<lb/>ἐπαινοῦντες. ὁ δ᾿ οὖν Βοηθὸς ὑπὲρ πάντας γελῶν ἐθαύμαζε <lb/>πῶς ὁ σφυγμὸς, εἰ καὶ
						τὸ κατακεκρυμμένον ἐδώδιμον, <lb/>ἱκανός ἐστι δηλοῦν. ἀλλὰ τό γε μέλλον ὑπὸ τοῦ παιδὸς
						<lb/>ἔσεσθαι λουομένης τῆς μητρὸς ἐμήνυσα· κᾀγὼ πρὸς αὐτὸν <lb/>ἔτι ἔφην, ὦ δριμύτατε,
						μὴ δηλωσάντων τοῦτο τῶν <lb/>σφυγμῶν ὁ Γαληνὸς ἐτεκμήρατο. κλεισθείσης γὰρ ἀκριβῶς <pb n="640"/> τῆς θύρας κατὰ πολλὴν σχολὴν, τὴν ἐδωδὴν αὐτῷ τῷ παιδὶ <lb/>γενέσθαι
						δυναμένην ἀδεῶς, οὐ χαλεπὸν ἦν τεκμήρασθαι, <lb/>ἀλλὰ καὶ ὅτι κατακέκρυπταί τι καὶ τὸ
						κατακεκρυμμένον <lb/>ἐδώδιμόν ἐστιν, ὁ μὲν σφυγμὸς οὐκ ἤγγειλέ μοι· τεταραγμένον <lb/>δ᾿
						αὐτὸν θεασάμενος ἐνόησα, καθάπερ ἐπὶ τῆς ἐρώσης <lb/>γυναικὸς καὶ τοῦ φοβουμένου δούλου
						τὴν ταραχὴν ἐπὶ <lb/>ψυχικῷ τινι πάθει γενέσθαι, ἀπυρέτου τελέως γε ὄντος <lb/>τοῦ
						παιδός. ἐρωτήσεις οὖν ἴσως ἐκ τίνος ἐτεκμηράμην ἐδώδιμον <lb/>εἶναι τὸ κατακεκρυμμένον·
						ἄκουε δὴ καὶ περὶ τούτου <lb/>τὴν ταραχὴν τῆς ψυχῆς. οὔτε δίκην μέλλων ἐρεῖν ὁ παῖς
						<lb/>οὔτε παλαίειν, ἢ παγκρατιάζειν, ἢ ὅλως ἐπιδείκνυσθαι πλεονέκτημά <lb/>τι σωματικὸν,
						ἢ ψυχικὸν, οὐχ ὅλως ἐγκαλούμενός <lb/>τι διαμένουσιν ἴσχειν. ἀκούσας οὖν ὁ Βοηθὸς ταῦτα,
						νὴ τοὺς <lb/>θεοὺς ἔφη θαυμάζειν, εἰ οὕτως εὔγνωστα φάρμακα τῶν <lb/>ἰατρῶν οὐδεὶς
						οἶδεν. εὔδηλον γὰρ ὅτι μήτ᾿ αὐτοὶ τοιοῦτον <lb/>ἔργον ἐπεδείξαντο πώποτε, καὶ δὲ πάντα
						μᾶλλον ἢ ἐξ ἰατρικῆς <lb/>αὐτὰ πράττειν φασίν. ἐοίκασι δ᾿, ἔφη, μὴ μόνον ἀγνοεῖν
						<lb/>ὁποῖός ἐστι τῶν ἀγωνιώντων ὁ σφυγμὸς, ἀλλὰ μηδ᾿ εἴπερ <pb n="641"/> ἔγνω τις αὐτῶν
						κατὰ τύχην ἃ προσελογίσω, προσεπιλογίσασθαι <lb/>δύνασθαι. διὰ τὸ μήτε φῦναι συνετοὶ
						μήτε μαθήσει <lb/>γεγυμνάσθαι τὸν λογισμόν. ἀλλά γε τῆς κακοηθείας ἔφην <lb/>ἔργα
						γεγυμνασμένοι τέ εἰσι καὶ σοφοί. </p></div><div type="textpart" subtype="chapter" n="8"><p>[Τὴν γυναῖκα τοῦ Βοηθοῦ τῷ γυναικείῳ <lb/>ῥῷ περιπεσοῦσαν ἰᾶται παρὰ τὴν ἄλλων δόξαν.]
						Τούτων <lb/>μὲν οὖν, ὦ Ἐπίγενες, αὐτὸν ἔχω μάρτυρά σε, πολλῶν δ᾿ <lb/>ἄλλων ἑτέρους
						ἁπάντων τῶν πραχθέντων μοι κατὰ τὴν <lb/>πρώτην ἐπιδημίαν. ἤκουες δ᾿ αὐτὸ παρ᾿ αὐτῶν τῶν
						ὑπ᾿ ἐμοῦ <lb/>θεραπευθέντων. ἓν οὖν ὄντως θαυμάσιον πραχθὲν, ὃ οὐ <lb/>μόνον με
						παραδοξολόγον ὡς ἔμπροσθεν οἱ πολλοὶ τῶν ἰατρῶν <lb/>ὠνόμαζον, ἀλλὰ καὶ παραδοξοποιὸν
						ἐποίησε κληθῆναι <lb/>σιωπήσω. ἡ γὰρ τοῦ Βοηθοῦ γυνὴ τῷ καλουμένῳ ῥῷ <lb/>γυναικείῳ
						περιπεσοῦσα κατ᾿ ἀρχὰς μὲν <milestone unit="ed2page" n="843"/>αἰδουμένη <lb/>τοὺς
						ἀξιολόγους ἰατροὺς, ὦν εἶς ἤδη κᾀγὼ πᾶσιν ἐδόκουν <lb/>εἶναι, ταῖς συνήθεσι μαίαις
						ἀρίσταις οὔσαις τῶν κατὰ τὴν <lb/>πόλιν ἑαυτὴν ἐπέτρεπεν. ὡς δ᾿ οὐδὲν ὠφελεῖτο, πάντας
						ἡμᾶς <lb/>ὁ Βοηθὸς ἀθροίσας ἐπεσκοπεῖτο τί χρὴ ποιεῖν. ὡς δὲ συνωμολογήθη, <pb n="642"/>
						κατὰ τὴν γεγραμμένην ὑφ᾿ Ἱπποκράτους τε καὶ τῶν <lb/>ἀρίστων μετ᾿ αὐτὸν ἰατρῶν
						θεραπείαν, ἅπαντα πράττειν <lb/>ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς
						ὑπηρετούσαις <lb/>αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος <lb/>βοηθημάτων πρὸς
						τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κεφάλαιον <lb/>ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας
						τὰ <lb/>χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμμάτων <lb/>στυφόντων τοῖς
						γυναικείοις τόποις, ἐποίουν οὕτως. <lb/>ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ
						διάθεσις ἀποτελουμένη, <lb/>κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζητοῦσιν
						<lb/>ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ᾿ ἣν μεταβῶμεν, οὔτ᾿ ἐκ <lb/>λογισμοῦ τις εὕρισκεν οὔτ᾿
						ἐκ πείρας ἀνεμιμνήσκετο βέλτιον <lb/>τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ
						<lb/>δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ <lb/>γινομένῳ ταῖς κυούσαις,
						ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν <lb/>γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν
						τῶν <lb/>γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρίσματα <lb/>ὄντα τοῦ ῥοῦ
						τοῦ γυναικείου καθ᾿ ἑκάστην ἡμέραν <pb n="643"/> ἀντιμαρτυρήσει τῇ δόξῃ ταύτῃ. τῆς
						φυλαττούσης οὖν αὐτὴν, <lb/>ἣν ἐπεπιστεύκειμεν ἀρίστην εἶναι, τά τ᾿ ἄλλα πραττούσης ὡς
						<lb/>ἐπὶ κυούσης λουούσης τε καθ᾿ ἑκάστην ἡμέραν, συνέβη κατὰ τὸν <lb/>πρῶτον οἶκον τοῦ
						βαλανείου σφοδροτάτης ὠδίνης γενομένης, <lb/>οἶαι ταῖς τικτούσαις εἰώθασι συμπίπτειν,
						ὑδατῶδες ὑγρὸν <lb/>ἐκκενωθῆναι τοσοῦτον ὡς λειποθυμήσασαν ἐξενεχθῆναι τοῦ
						<lb/>βαλανείου τὴν γυναῖκα. καλουσῶν δὲ καὶ κεκραγυιῶν τῶν <lb/>ἀμφ᾿ αὐτὴν, οὐδεμιᾶς δὲ
							<milestone unit="ed1page" n="458"/>οὐδὲ πόδας οὐδὲ χεῖρας <lb/>οὐδὲ τὸ στόμα τῆς
						γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσι <lb/>κατὰ τὸ σύνηθες, ἀνατριβούσης, ἐγὼ κατὰ τύχην
						ἑστὼς πρὸ <lb/>τῆς ἔξω θύρας τοῦ βαλανείου, κραυγῆς ἀκούσας, εἰσεπήδησα <lb/>καὶ
						θεασάμενος ἀπεψυγμένην αὐτὴν, εἰς χεῖρας λαβὼν ναρδίνου <lb/>μύρου τὸν στόμαχον
						ἀνατρίβειν ἐγκελευσάμενος ταῖς <lb/>παρούσαις, μὴ μάτην ἑστάναι κεκραγυίας, ἀλλὰ τὰς μὲν
						<lb/>τοὺς πόδας ἐκθερμαίνειν, τὰς δὲ τὰς χεῖρας, ἐνίας δ᾿ ὀσφραντὰ <lb/>προσφέρειν τῇ
						ῥινί· τότε μὲν ἀνεκτησάμεθα ταχέως αὐτήν. <lb/>ἥδετο δὲ μεγάλως ἡ μαῖα, προσταλείσης ἐπὶ
						τῇ κενώσει <lb/>τῆς γαστρὸς, οὐχ οὕτως ἐπὶ τῷ σφαλῆναι ἐπὶ τῇ τοῦ τίκτειν ﻿<pb n="644"/>
						δόξῃ, ἀλλ᾿ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν, <lb/>ὡς ἐπιστημονικῶς εἰδυῖα
						τὸ πρᾶγμα. ἀποροῦντος δ᾿ ἑκάστου <lb/>ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ
						πρόσθεν <lb/>ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ᾿ ἕτερον μεταβῆναι, <lb/>φροντίζοντι
						νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας <lb/>αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς
						γυναῖκας εἶπον <lb/>οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον
						<lb/>νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ <lb/>τὸ ὑποχόνδριον
						παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον <lb/>ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν
						ὑποχονδρίων μυῶν, <lb/>ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνωκότα,
						<lb/>φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην <lb/>τι μόριον, ἀποστῆναι τοῦ
						βιαίου. ὡς γὰρ ἄν τις ἄκρως <lb/>εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς
						<lb/>τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ <lb/>τὸ ὑποχόνδριον
						ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμετρον <lb/>ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ
						πάντες <lb/>ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως, <pb n="645"/>
						<milestone unit="ed2page" n="844"/>οὐ διὰ ξηραινούσης ὕλης μόνον, ἀλλὰ καὶ θερμαινούσης,
						<lb/>ὅπως μὴ τήκοιτο τὸ σῶμα, ψυχρᾶς κράσεως ἀμέτρως <lb/>ὑπάρχον· καὶ μάλιστ᾿ ἐπειδὴ
						θέρους ὥρᾳ κατ᾿ ἐκεῖνον <lb/>τὸν καιρὸν ἡμεῖς τοὐναντίον ἐπράττομεν, ἐν θαλαττίᾳ ψάμμῳ
						<lb/>θερμῇ κατακλίναντες αὐτήν· λογισάμενος δέ τι καὶ ἄλλο <lb/>κοινότερον ἁμάρτημα κατὰ
						τὰ πλεῖστα τῶν παθῶν ἑκάστοτε <lb/>γιγνόμενον ὑπὸ τῶν ἰατρῶν κενούντων μὲν τὸ περιττὸν,
						<lb/>ὅπως δὲ μὴ γεννῷτο παραπλήσιον τῷ κενωθέντι παραλειπόντων, <lb/>ἐνενόησα τὸν σκοπὸν
						τῆς διαίτης ποιήσασθαι διά <lb/>τε πόματος ἐλαχίστου καὶ τρίψεως ὅλου τοῦ σώματος, ἔτι
						<lb/>τε χρίσεως οὕτω σκευαζομένης, οὐ διὰ πίττης τε καὶ ῥητίνης, <lb/>ἀλλὰ διὰ μέλιτος
						μόνου μέχρι πλείονος μὲν ἑψηθέντος, <lb/>ἀποψυχθέντος δ᾿ εἰς τοσοῦτον, ὡς τούτῳ δὴ τῷ
						κατὰ τὰς <lb/>κρήνας ὕδατι θέρους ὥρᾳ παραπλήσιον εἶναι. καθάπερ δὲ <lb/>διὰ τοῦ
						δέρματος ἔγνων ἄμεινον εἶναι διαφορεῖν τὴν περιττὴν <lb/>ὑγρότητα, τὸν αὐτὸν τρόπον
						οὐρητικοῖς τε φαρμάκοις <lb/>ἐπὶ τὴν κύστιν αὐτὴν ποδηγεῖν· ἐπιμελεῖσθαι δὲ τοῦ καὶ
						<lb/>διὰ κάτω γαστρὸς ὑπάγεσθαι. πειραθεὶς δ᾿ ἐν ταῖς μετὰ <pb n="646"/> τὴν ἀθρόαν
						ἔκκρισιν ἡμέραις ἐφεξῆς ὡς ἑπτὰ, καθ᾿ ἃς ὁ <lb/>μὲν Βοηθὸς ἅπαντας ἡμᾶς ἰδίᾳ τε καὶ
						κοινῇ παρεκάλει σκοπεῖσθαί <lb/>τινα θεραπείας τρόπον, ἀπαγαγὼν αὐτὸν ἀπὸ τῶν
						<lb/>παρόντων οἰκετῶν τε καὶ φίλων ἰδίᾳ ἐπὶ τῆς οἰκίας διελέχθην, <lb/>οὐδὲν, εἰπὼν,
						ἄχρι τήμερον οὐδὲ καθ᾿ ἕν με σφαλέντα <lb/>τῶν ἰατρικῶν ἔργων ἐπιστάμενος ἐπίσκεψαι κατὰ
						<lb/>σαυτὸν εἰ συγχωρεῖς δέκα ταῖς πάσαις ἡμέραις, ὡς βούλομαι <lb/>πρᾶξαι περὶ τὴν
						γυναῖκά σου· κᾂν μὲν ἄμεινον ἴσχειν <lb/>ἑκάστοτε φαίνηται, μετὰ ταῦτα ἄλλαις τοσαύταις
						ἐπιτρέψεις <lb/>μοι πράττειν τι περὶ αὐτήν· εἰ δὲ μὴ, τότε κᾀγὼ χωρισθήσομαι <lb/>τελέως
						αὐτῆς. ἑτοίμως δέ μοι συγχωρήσαντος <lb/>αὐτοῦ, πρῶτον μὲν ὑδραγωγῷ φαρμάκῳ διὰ τῆς κάτω
						γαστρὸς <lb/>ἐκένωσα, μετὰ ταῦτα δὲ πίνειν ὕδωρ ἐναφεψηθέντος <lb/>ἀσάρου τε καὶ
						σελίνου. ἐπεὶ δὲ ταῖς πρώταις ἡμέραις δύο <lb/>τούτων γενομένων οὐδὲν ἐφάνη τοῦ ῥοῦ,
						κατὰ τὴν τρίτην <lb/>ἔδωκα πάλιν οὐ πολὺ τοῦ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦντος <lb/>τὸ
						ῥέπον ἔμπροσθεν εἰς τὴν μήτραν, οὐ μόνον δι᾿ οὔρων, <lb/>ἀλλὰ καὶ διὰ τῆς κάτω γαστρὸς
						παροχετεύειν βουλόμενος. <pb n="647"/> καὶ μετ᾿ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ᾿ ἑκάστην
						ἡμέραν, <lb/>ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων <lb/>μαλακωτάτων, εἶτα διὰ
						σκληροτάτων· ἐδίδουν τε κρέα τῶν <lb/>ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ
						τούτων <lb/>ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως <lb/>ἐφάνη τοῦ
						πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ <lb/>κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως
						ἐκθεραπεῦσαι <lb/>τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν <lb/>χρόνον,
						ὅπως μηκέθ᾿ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος <lb/>τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς,
						ὡς μηδὲν ἀποδεῖν ἀκριβῶς <lb/>τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπεφάνη,
						<lb/>τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν <lb/>φθόνον τούτων τῶν γενναίων
						ἰατρῶν ἐφ᾿ οἷς ἐτύγχανεν <lb/>ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε
						<lb/>Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ᾿ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥωμαίων <lb/>πόλιν ὄντι Μάρκῳ
						Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι. <lb/>Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ
						πολέμου <lb/>γενηθέντος ὑπὸ Βολογέσου. </p></div><pb n="648"/><div type="textpart" subtype="chapter" n="9"><p>[Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ <lb/>πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.]
						Κἀγὼ θεασάμενος <lb/>αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι <lb/>πρᾶξαι κωλυθῶ τῆς
						ἐς Ἀσίαν ἐπανόδου <milestone unit="ed2page" n="845"/>, παρεκάλεσα <lb/>βραχὺν ἐπισχεῖν
						χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς <lb/>τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι.
						καὶ τοίνυν <lb/>ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων <lb/>πόλεως
						ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα <lb/>καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν
						οἴκησιν· ᾧ <lb/>προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, <lb/>ἡμέρᾳ μιᾷ τῶν
						ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα <lb/>τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν
						τε παραχρῆμα <lb/>καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν <lb/>εἰς τὴν πατρίδα
						παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον <lb/>ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος,
						εἶτ᾿ ἐκεῖθεν <lb/>ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα <lb/>κατὰ τὴν
						πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον <lb/>εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι,
						διαπεραιωθῆναι· δεδιὼς μή ﻿<pb n="649"/> τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ
						αὐτοκράτωρ <lb/>γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην <lb/>εἰς Ῥώμην
						ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως <lb/>μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα.
						ζητοῦντες <lb/>δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου
						<lb/>πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ <lb/>διατρίβειν με, τὸ μὲν
						πρῶτον ὑπώπτευον τὸ γεγονός· <lb/>προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν
						ἄνθρωπον <lb/>ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα· <lb/>καὶ τότε μόγις
						ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν <lb/>ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν
						Ῥώμην, <lb/>ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿ <lb/>οὐ πολὺν
						ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου <lb/>τοῦ <milestone unit="ed1page" n="459"/>πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει. <lb/>γενομένου δὲ λόγου περὶ τῶν
						ἔργοις, οὐ λόγοις <lb/>ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν
						<lb/>περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες <lb/>οὖν ἤδη τῆς πόλεως, ὡς
						ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ <pb n="650"/> χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι,
						παρεσκευακότες τε καὶ συγκροτοῦντες <lb/>τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν
						<lb/>ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος <lb/>εἰς θεοὺς ὁ
						ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην <lb/>τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς
						ἐπὶ <lb/>τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. <lb/>χρηστὸν δ᾿ ὄντα καὶ
						φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα, <lb/>πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ
						ταχέων <lb/>ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ <lb/>μεμνημένος τῆς
						συνήθους κακοηθείας τῶν κατὰ τὴν <lb/>πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν
						αὐτῆς <lb/>ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος, <lb/>ὑπὸ Πειθολάῳ
						τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ <lb/>τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν
						ἐπιμέλειαν <lb/>ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ <lb/>χρονίσαντος
						ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ <lb/>χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους
						τε καὶ ἰατρικὰς, <lb/>ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην <lb/>αἰτήσασι τοῖς
						φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας <pb n="651"/> αὐτὰς ἔσεσθαι. ὡς εἴ γε
						ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς <lb/>ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους
						ὅσοι <lb/>μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν <lb/>ἀνάγνωσιν ἥκουσιν,
						ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν <lb/>ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία
						πᾶσα γέγραπται <lb/>τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν <lb/>ἅλλων προγνωστικῶν
						σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην <lb/>ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν
						βουληθέντι <lb/>σοι μαθεῖν <milestone unit="ed2page" n="846"/>ἐκ τίνος θεωρίας ἐγένετο,
						ῥᾳδία <lb/>καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι, <lb/>γεγυμνασμένῳ
						τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ <lb/>τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις
						ἰατροῖς, <lb/>ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς <lb/>πανουργίαν δ᾿
						ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν, <lb/>οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων
						δύνανται οὔτε <lb/>ἀκουσθῆναι. </p></div><div type="textpart" subtype="chapter" n="10"><p>[Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις <lb/>αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου
						υἱὸς ἤρξατο <lb/>μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν <pb n="652"/>
						ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς <lb/>ἐστι, διὰ τῶν περὶ κρίσεως
						ὑπομνημάτων γέγραπται, δι᾿ ὧν <lb/>καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ
						περιμείνασα <lb/>τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ <lb/>Ἕξστῳ
						δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς <lb/>προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ
						κοιτωνίτῃ ὅ τι θεσπίζοιμι <lb/>περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό
						<lb/>μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων <lb/>εἶναι προειρηκότος.
						ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς <lb/>μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν
						τὸ νόσημα· <lb/>κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. <lb/>ἑκταῖον μὲν οὖν
						κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ <lb/>βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν
						κρίσιν ἐξ <lb/>ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως <lb/>γε ἐκρίθη,
						φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ <lb/>ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο
						μὲν καθ᾿ ἑκάστην <lb/>ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν <lb/>χυλοῦ
						πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις <pb n="653"/> δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν
						ὕδατι βρέξας ἠρκεῖτο μόνον. <lb/>ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ᾿
						<lb/>αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν <lb/>τρισκαιδεκάτην ἡμέραν
						τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ <lb/>τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ
						ποιήσασθαι <lb/>τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ <lb/>κατά τε τὴν ἑξῆς
						ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην <lb/>οὖσαν ἀρξάμενος πυρέττειν
						ἐκέλευσε μηδένα <lb/>μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν <lb/>μηδὲ
						πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης <lb/>τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον
						ἐφαιδρύνετο, Κλαύδιος <lb/>Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν
						<lb/>τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν, <lb/>εὑρών τε σφοδρῶς
						ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο <lb/>τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου
						πυρετοῦ <lb/>νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ᾿ αὐτοῦ <lb/>τὸ ἀληθὲς, ὡς διὰ
						φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα <lb/>πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν
						ἐπίσκεψιν τοῦ <lb/>Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων ﻿<pb n="654"/>
						γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς <lb/>τοῦ νοσήματος. ἀπεκρινάμην
						οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ <lb/>προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν
						<lb/>ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· <lb/>εἶτα κριθησομένου κατὰ
						τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς <lb/>ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει
						γενησομένην <lb/>λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι, <lb/>τοῦτο
						καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν <lb/>σφαλείην ὑπὲρ τοῦ <milestone unit="ed2page" n="847"/>σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ <lb/>μοι· τὸ δὲ τῆς ἡμέρας ἐν
						ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ <lb/>νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ
						<lb/>περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον <lb/>ὑπὲρ τῶν εἰς τετάρτην
						ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως <lb/>διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν
						Ἕξστου <lb/>περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην <lb/>ἐπίσκεψιν. ὡς δὲ
						θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς <lb/>αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ
						διαμενεῖς ἐπὶ τῶν <lb/>αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι <pb n="655"/> τὰ αὐτὰ, μετ᾿ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ <lb/>βεβαίως εἴην πεπεισμένος
						Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν <lb/>οὖν παρ᾿ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ
						<lb/>καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι <lb/>τὴν αὐτὴν γνώμην ἐπὶ
						τοῖς προειρημένοις, ἤ τι καὶ μετακινοῖμι <lb/>τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων
						κινεῖν, <lb/>προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο <lb/>τί τοῦτό
						ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης <lb/>ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ
						δευτέραν ὥραν <lb/>νυκτερινήν. ἆρ᾿ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ᾿ εἶπας; εἰρηκέναι <lb/>τε
						ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν <lb/>σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ.
						πάντως οὖν ἔφη <lb/>καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην, <lb/>οὗτος
						ἔφη· ἐμοὶ δ᾿ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης, <lb/>οὐ γὰρ περιέρχομαι κηρύττων τὰς
						ἐμὰς προγνώσεις τε καὶ <lb/>θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι,
						<lb/>γόητά τε καὶ μάντιν ἕτερά τε κατ᾿ ἐμοῦ τοιαῦτα <lb/>θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις
						ὅσοι κατεγνώκατε <pb n="656"/>
						<milestone unit="ed1page" n="460"/>τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας,
						ἐπιδείκνυμι <lb/>τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς <lb/>δὲ ἰατροὺς
						τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους <lb/>φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου
						βέλτιον βιοῦντες <lb/>ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα <lb/>μὲν
						εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν <lb/>τῶν ἰατρῶν σχεδὸν ἁπάντων
						εὐχομένων φανερῶς <lb/>ἀποτυχεῖν με πεμπόντων τε δι᾿ ὅλης ἡμέρας τοὺς γνωσομένους
						<lb/>τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν <lb/>με τῷ Σεβήρῳ καὶ
						Πειθολάῳ προειρηκότα δείλης <lb/>ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ
						τὴν <lb/>ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες <lb/>καὶ φανερῶς
						ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν <lb/>ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ
						Γαληνοῦ <lb/>κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως, <lb/>ὡς προειρήκειν
						κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην <lb/>ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ
						ταῦτα <lb/>τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι <pb n="657"/> διά τε
						τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν <lb/>περὶ τῶν κρίσεων πραγματείαν.
						τούτοις μέντοι τοῖς ἰατροῖς, <lb/>οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς,
						<lb/>ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ <lb/>μάλιστα ἐὰν ἀπύρετος
						γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς <lb/>πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν
						ἐπιδημιῶν <lb/>βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ <lb/>τῶν ἀῤῥώστων ἄχρι
						τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ <lb/>τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄.
						τύχῃ γεγενημένη. <lb/>αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ <lb/>τοῖς
						πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿ <lb/>ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ
						μετὰ γνώσεως τῶν ἐνεστώτων <lb/>θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν
						<lb/>ἐκείνου γενομένη. </p></div><div type="textpart" subtype="chapter" n="11"><p><milestone unit="ed2page" n="848"/>[Διάγνωσις τῆς κοιλίας παθούσης <lb/>ὑπὸ τῆς εἰσβολῆς
						τοῦ πυρετοῦ.] Θαυμαστὴ δ᾿ ὄντως ἡ <lb/>νῦν ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν
						καὶ <pb n="658"/> αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν <lb/>αὐτῷ,
						παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων <lb/>δὲ πάντων καὶ τῆς δευτέρας καὶ
						τρίτης ἡμέρας ἕωθεν καὶ <lb/>περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ
						<lb/>τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηριακῆς, <lb/>ὡς ἔθος ἦν αὐτῷ καθ᾿
						ἑκάστην ἡμέραν προσφέρεσθαι, <lb/>καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα
						λουσαμένου <lb/>περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενομένων <lb/>ὅλης τῆς
						νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γαστρὸς <lb/>κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ,
						καὶ τῶν <lb/>ἀμφ᾿ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων, <lb/>εἶτα ῥοφήματι
						θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ <lb/>ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ
						κοιμηθείην, <lb/>ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ <lb/>αὐτοκράτορος
						στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν <lb/>τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν,
						ἁψαμένων τε δυοῖν <lb/>τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο,
						<lb/>σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο, ﻿<pb n="659"/> διὰ τί τῶν
						ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον <lb/>οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων,
						ἤδη δὲ ἴσως καὶ <lb/>κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμένης <lb/>τῇ
						πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐτοὺς <lb/>ἐλπίζω διαγινώσκεσθαι τὴν
						ἐνεστῶσαν ἄρτι διάθεσιν. <lb/>ὡς δ᾿ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος
						ἅψασθαι, <lb/>φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον <lb/>ἁπάσης ἡλικίας τε καὶ
						φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος <lb/>ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν
						οὐδεμίαν εἶναι <lb/>πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημμένης
						<lb/>τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως, <lb/>ἐμφαινούσης δ᾿ ἔπαινόν τινα τῆς
						διαγνώσεως αὐτῇ λέξει τῇδε, <lb/>τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν.
						αἰσθάνομαι <lb/>γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ <lb/>ἤρετο τί ποιεῖν χρή.
						ἐγὼ δ᾿ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ <lb/>ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ
						διακείμενος <lb/>οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως
						<lb/>ἐπιπάσας. ἐφ᾿ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοηθήμασιν <pb n="660"/> εἰωθότων
						χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ <lb/>μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ
						στόματος <lb/>τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν <lb/>ποτὲ μέμψηται τὸν
						στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ <lb/>τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας
						τε Πειθολάῳ <lb/>πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ᾿ αὐτοῦ <lb/>καὶ τῶν ποδῶν
						ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων <lb/>θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ
						πεπέρεως <lb/>ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς <lb/>ἰατρὸν ἔχων ἕνα
						καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε <lb/>περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ,
						τῶν μὲν ἰατρῶν <lb/>πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο <lb/>γὰρ ἤδη
						πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλονείκων <lb/>καὶ φιλοδόξων καὶ φθονερῶν καὶ
						κακοήθων. ὅπερ <lb/>οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην <lb/>ἡγοῦμαί μοι
						γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ <lb/>ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς
						τέχνην ἀσκήσασιν, <lb/>ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπισημασίας, <pb n="661"/>
						<milestone unit="ed2page" n="849"/>καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρτηρίαν
						<lb/>συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως <lb/>αἰσθητὴν εἶναι τὴν
						συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο <lb/>φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ
						μικρὸν ἐν τοῖς <lb/>σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰατρῶν
						<lb/>ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς <lb/>τὸ βαλανεῖον ἐκπέμπειν, ἢ
						τραφῆναι κελεύειν ἐκώλυσα. <lb/>διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος
						<lb/>ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ᾿ ἐτόλμησα <lb/>βασιλεῖ
						διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην, <lb/>ἐναντίαν ἀπόφασιν ἦς αὐτός τε καθ᾿ ἑαυτὸν
						ἐδόξαζε καὶ <lb/>τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί <lb/>τι
						μέγιστον, τῇ δ᾿ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε. </p></div><div type="textpart" subtype="chapter" n="12"><p>[Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγμονὴν <lb/>τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ
						ἀπαλλαγέντος <lb/>αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκανῶς <lb/>πυρετός·
						ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν <lb/>τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ
						Πειθόλαος θαυμάζειν <pb n="662"/> ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν
						<lb/>ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαίνει· <lb/>κᾀν τούτῳ
						διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεάσασθαι. <lb/>φανέντων δὲ τόπων τραχέων καὶ λίαν
						ἐρυθρῶν, οὐ <lb/>μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ <lb/>ἀνατρίψας
						εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρμοζούσης <lb/>τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ
						φάντος ἑαυτὸν <lb/>εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ, <lb/>μεταβῆναι
						μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων <milestone unit="ed1page" n="461"/>ῥόδων <lb/>ἐκέλευσα
						καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ <lb/>τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα
						τῇ μετ᾿ αὐτὴν <lb/>νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς <lb/>φλεγμονῆς
						ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ <lb/>παῖς. ἔπεισα δ᾿ οὖν τὸν Πειθόλαον εἰς
						βαλανεῖον ἐγγὺς ὂν <lb/>τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ᾿ οὖ πολὺ τῷ κατὰ τὴν πύελον
						<lb/>ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλλων <lb/>μορίων, μόνης δὲ τῆς
						κεφαλῆς καταντλουμένης δαψιλῶς. <lb/>τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη
							<pb n="663"/> συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι <lb/>δευτεραῖον
						αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι <lb/>περὶ τοῦ γενομένου πυρετοῦ· καὶ
						τούτοις ἔτι προσετίθει <lb/>δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην,
						<lb/>καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος, <lb/>πῶς δὲ οὐ μέλλομεν
						ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν <lb/>διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος
						ἕωθεν <lb/>ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ <lb/>λούειν αὖθις ἑσπέρας
						ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν <lb/>ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι
						χρόνου <lb/>αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ <lb/>συνεξήγαγεν,
						ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν <lb/>παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι
						μὴ λόγοις, <lb/>ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη <lb/>πολλοὺς
						τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου <lb/>πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν
						πρώτην, ἐνίους τῇ τρίτῃ <lb/>τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες
						<lb/>ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες, ﻿<pb n="664"/> ὑπερβάλλειν
						τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάττεσθαι. <lb/>καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης
						βέβαιον ἐπιδείκνυται, <lb/>βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς <lb/>πρώταις
						δύο πυρέξαντος σφοδρῶς, <milestone unit="ed2page" n="850"/>ὡς καὶ ὑμεῖς χθὲς
						<lb/>ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς <lb/>ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην
						ὥραν ἀναμείνας, ἀλλ᾿ ἤδη λούσας <lb/>τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος
						ἀκριβέστατος <lb/>ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν <lb/>αὐτοῦ, διὰ τὸ
						προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπείσθη <lb/>καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ
						μὲν τοιαῦτα <lb/>ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελλούσης <lb/>αὐτῆς
						ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποίησάς <lb/>με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν
						ἰατρῶν μισεῖσθαι. <lb/>χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ <lb/>ὅτι
						διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγματείας, <lb/>μίαν μὲν τὴν περὶ τὰς
						διαφορὰς τῶν πυρετῶν, <lb/>ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν
						<lb/>περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ᾿ Ἱπποκράτους γεγράφθαι <lb/>τὴν θεωρίαν, ἐφ᾿ ἧς ἄν
						τις προγινώσκοι τὰ γενησόμενα περὶ <pb n="665"/> τοὺς ἀῤῥώστους. οἱ δ᾿ οὕτως εἰσὶν
						ἀφυεῖς, ὥστε μηδὲ μετὰ <lb/>τῆς ἐμῆς ἐξηγήσεως δύνασθαι αὐτὰ μαθεῖν. αὐτὸς γὰρ σὺ,
						<lb/>Ἐπίγενες φίλτατε, τὰ γεγραμμένα μοι περὶ τούτων ἁπάντων <lb/>ὧν ἐθεάσω με
						προλέγοντα γινώσκεις ἐπιδεδειγμένα πρὸς <lb/>Ἱπποκράτους εἰρῆσθαι, μόνην αὐτοῖς
						προσθέντος τὴν περὶ <lb/>τοὺς σφυγμοὺς θεωρίαν, ἥνπερ καὶ μόνην οὐκ ἐξειργάσατο,
						<lb/>καθάπερ οἱ μετ᾿ αὐτὸν ἄλλος ἄλλο τι προσθεὶς αὐτῇ μέχρι <lb/>τοῦ καθ᾿ ἡμᾶς χρόνου
						ἐπεκόσμησαν. καὶ γὰρ ἡ γνῶσις τῶν <lb/>τοῦ σώματος διαθέσεων ἐκ θεωρίας γίνεται, ὥσπερ
						ἐκ <lb/>τούτων ἀκριβοῦς γνώσεως, ἡ τῶν μελλόντων ἔσεσθαι <lb/>πρόγνωσις. </p></div><div type="textpart" subtype="chapter" n="13"><p>[Πρόγνωσις τῆς ἐσομένης κρίσεως διὰ τῆς <lb/>κατὰ τοὺς μυκτῆρας αἱμοῤῥαγίας.] Καὶ τό γε
						σοῦ παρόντος <lb/>γενόμενον, ἡνίκα περὶ φλεβοτομίας ἐσκέπτοντο τῶν <lb/>ἐν Ῥώμῃ
						πρωτευόντων ἔνιοι, διὰ τῶν ὑπομνημάτων ὧν <lb/>ἐποίησα δείκνυται, δεδειγμένων ὑφ᾿
						Ἱπποκράτους τελεώτατα. <lb/>πέμπτην γὰρ ἡμέραν ἦγε τοῦ νοσήματος ὁ νεανίσκος, ἐφαίνετο
						<lb/>δὲ παραλελεῖφθαι τὸ τῆς φλεβοτομίας βοήθημα, δεομένου <pb n="666"/> τοῦ πάθους ἐν
						ἀρχῇ γεγονέναι περὶ δευτέραν, ἢ τρίτην, <lb/>ἤ πάντως γε τὴν τετάρτην ἡμέραν αὐτήν. εἶτ᾿
						ἐπειδὴ <lb/>μήθ᾿ ἡ ὥρα τοῦ ἔτους, μήθ᾿ ἡλικία τοῦ κάμνοντος, ὥσπερ <lb/>γε μήθ᾿ ἡ κατὰ
						τὴν ζωτικὴν δύναμιν ἀσθένεια μήθ᾿ ἡ <lb/>προγεγενημένη δίαιτα τοῦ νοσήματος
						ἀντεδείκνυτο, πάντα <lb/>δ᾿ ἀλλήλοις ὡμολόγει τὴν φλεβοτομίαν ἐνδεικνύμενα,
						συνεβούλευσαν <lb/>οἱ ἰατροὶ τέμνειν τὴν φλέβα, προσηκόντως φρονοῦντες. <lb/>ἐγὼ δὲ
						περινοήσας ἀκριβῶς ἅπαντα τὰ φαινόμενα, <lb/>τὰ πρὸς Ἱπποκράτους εἰρημένα τῶν
						αἱμοῤῥαγήσειν μελλόντων <lb/>σημεῖα, καλῶς μὲν ἔφην αὐτοὺς ὁρίζειν τὴν ἀφαίρεσιν
						<lb/>τοῦ αἵματος, ἔρχεσθαι δὲ ἐπὶ τοῦτο καὶ τὴν φύσιν. ἐπειγομένην <lb/>ἀποκρῖναι τὸ
						βαρῦνον αὐτήν· καὶ τοῦτο αὐτίκα <lb/>μάλα γενήσεσθαι, κᾂν ἡμεῖς μὴ ποιῶμεν. οἱ μὲν
						<lb/>οὖν ἰατροὶ ταῦτ᾿ ἀκούσαντες ἐθαύμαζον δῆθεν. ἐξαναστάντος <lb/>δ᾿ ἐπὶ τῆς κλίνης
						τοῦ νοσοῦντος, ὡς ἀναπηδῆσαι θέλοντος, <lb/>ἐρωτηθέντος δὲ, τίνος ἕνεκεν ἀνεπήδησε
						μηδενὸς <lb/>φοβεροῦ παρόντος, φάντος δὲ τὸν ἐρυθρὸν ὄφιν ἐξέρποντα <pb n="667"/> τῆς
						ὀροφῆς θεασάμενον αὐτὸν δεῖσθαι, μή πως ἀποσφαλεὶς <lb/>ἐπ᾿ αὐτὸν κατενεχθείη, καὶ διὰ
						τοῦτο φυγεῖν τὸν τόπον, ἐν <lb/>ᾧ κατέκειτο. τοῖς μέντοι οὐδέν τι συντελεῖν ἐδόκει τοῦτο
						<lb/>πρὸς τὴν μέλλουσαν αἱμοῤῥαγίαν. ἐμοὶ δὲ τά τ᾿ ἄλλα διασκεψαμένῳ <lb/>πάντα καὶ τὸ
						κατὰ τὸ δεξιὸν μέρος τῆς ῥινὸς <lb/>ἄχρι τοῦ μήλου θεασαμένῳ τὴν τέως ἀμυδρὰν ἐρυθρότητα
						<lb/>πολὺ δή τι νῦν ἐμφανέστερον γενομένην, ἐπίδοξον ὅσον <lb/>οὔπω κατὰ τὸν δεξιὸν
						μυκτῆρα τὸ τῆς αἱμοῤῥαγίας ἔσεσθαι <lb/>
						<milestone unit="ed2page" n="851"/>σαφῶς ἐφαίνετο. καί τινι τῶν παρόντων οἰκετῶν
						<lb/>τοῦ κάμνοντος ἠρέμα διαλεχθεὶς, ἀγγεῖον ἔχειν ἕτοιμον ὑπὸ <lb/>τὴν ἐφεστρίδα τῶν
						ἐπιτηδείων δέξασθαι τὸ αἷμα, κᾄπειτα <lb/>φθεγξάμενος εἰς ἐπήκοον πάντων ἰατρῶν, ἐὰν
						βραχύτατον <lb/>προσμείνωσι, θεάσεσθαι τὸν ἄνθρωπον ἐκ δεξιοῦ μυκτῆρος
						<lb/>αἱμοῤῥαγοῦντα. τῶν δὲ γελασάντων ἐν τῷ προειρῆσθαι προσκεῖσθαι <lb/>κατὰ τὸν λόγον
						τὸν δεξιὸν μυκτῆρα, καὶ μὴν, <lb/>ἔφην, ἢ ἀμφότερα δεῖ γενέσθαι, ἢ περὶ θάτερά με
						σφαλῆναι. <lb/>ὑπὸ γὰρ τῆς θεωρίας ἀμφότερα τὴν πρόγνωσιν ἔχει, <lb/>τό θ᾿ αἱμοῤῥαγῆσαι
						τὸν νοσοῦντα, τό τ᾿ ἐκ δεξιοῦ μυκτῆρος, <pb n="668"/> ἐφ᾿ ᾦ τεκμήρασθαι προσέχειν
						ἠξίωσα. θεασάμενος οὖν <lb/>τὸν νοσοῦντα δάκτυλον ὡς κνίζοντι τῷ μυκτῆρι ἐνερείδοντα,
						<lb/>προσέχειν ἠξίωσα τῷ γινομένῳ τὸν κρύπτοντα τὸ ἀγγεῖον, <lb/>ὅπως, ἐπειδὰν ἴδῃ τὸ
						αἷμα τοῦ μυκτῆρος ἐκχεόμενον, προσδραμὼν <lb/>ὑποθῇ τὸ σκεῦος. ἅμα τε οὖν ἔλεγον ταῦτα
						καὶ τὸν <lb/>δάκτυλον ᾑμαγμένον ἐξείλκυσεν, ὅ τε οἰκέτης προσδραμὼν <lb/>ὑπέθηκεν αὐτῷ
						τὸ ἀγγεῖον, ἐφ᾿ ᾦ μεγίστης κραυγῆς, ὡς <lb/>οἶσθα, γενομένης οἱ μὲν ἰατροὶ πάντες
						ἔφυγον, ἐγὼ δ᾿ ἐρομένῳ <lb/>σοι τὴν θεωρίαν τῆς προγνώσεως ἐδήλωσα πᾶσαν ἐκ <lb/>τῶν ὑφ᾿
						Ἱπποκράτους εἰρημένων δεδιδαγμένος· ἔτι δὲ καὶ <lb/>τοῦτο προσέθηκα, σφοδρὰν ἔσεσθαι
						προσδοκᾷν τὴν αἱμοῤῥαγίαν. <lb/>ἥ τε γὰρ ὁρμὴ τῆς φύσεως ἐστὶν ἰσχυρὰ καὶ ἡ νόσος
						<lb/>ἄπεπτος· εἰώθασι δὲ τοῖς τοιούτοις αἰτίοις ἄμετροι <lb/>κενώσεις γίγνεσθαι. διὸ καὶ
						παραμεῖναι ὀλίγον χρόνον τῷ <lb/>κάμνοντι κάλλιον εἶναι νομίσας ἔπεμψα τὸν ἀκόλουθόν μου
						<lb/>παῖδα κομίσαντα σικυίαν μεγάλην ἀφανῶς τοῖς πολλοῖς· ἐν <lb/>τάχει τε αἵματος
						πολλοῦ κατὰ τὸ ἀγγεῖον ἀθροισθέντος <milestone unit="ed1page" n="462"/>
						<lb/>ἕτερον αἰτήσας δεξάμενος τὸ αἷμα καὶ τὸν σταθμὸν ﻿a<pb n="669"/> ἰδὼν τοῦ
						κενουμένου λιτρῶν ὄντα δ΄. καὶ ἡμισείας ἀνάῤῥοπον <lb/>τε τὸν κάμνοντα σχηματίσας καὶ
						ψυχρὸν ὀξύκρατον ἀναῤῥοφεῖν <lb/>τῷ μυκτῆρι κελεύσας, ἐπιθείς τε τῷ μετώπῳ σπόγγον
						<lb/>ἐκ ψυχροῦ βεβρεγμένον μελικράτου καὶ τὰ κῶλα διαδήσας, <lb/>ὡς οὐδὲν ὅλως ἤνυσε
						ταῦτα, τὴν σικυίαν κατὰ τὸ δεξιὸν <lb/>ὑποχόνδριον ὑποβαλὼν εὐθέως ἔστησα τὴν
						αἱμοῤῥαγίαν· <lb/>ὅπερ ὅτι καὶ αὐτὸ τῆς Ἱπποκράτους ἐστὶ τέχνης, ἐδήλωσά <lb/>σοι· καί
						μοι διὰ τοῦτο καὶ ταῦτα καὶ τἄλλα πάνθ᾿ ὅσα διὰ <lb/>τῶν ἔργων ἐπεδειξάμην ἐγράφη. καὶ
						γὰρ ῥῖγος ἐσόμενον <lb/>ὅπως χρὴ προγινώσκειν ἔγραψα, καὶ διάῤῥοιαν γαστρὸς, <lb/>ἔμετόν
						τε καὶ πλῆθος οὔρων ἀμέτρων ἢ ἐπίσχεσιν, ἱδρῶτάς <lb/>τε καὶ παρωτίδας ἐσομένας,
						ἀποσκήμματά τε παραφροσύνην <lb/>τε καὶ παραφορὰν, ἅπαντά τ᾿ ἄλλα συμπτώματα. τινὰ
						<lb/>δὲ, ὡς ἔφην καὶ πρόσθεν, ὁ προμαθεὶς ταῦτα προσεπιλογίζεται <lb/>πρὸς ἑαυτοῦ,
						καθάπερ ἐπὶ τοῦ Βοηθοῦ παιδὸς προσεπελογισάμην <lb/>ἐγὼ, ἐπί τε τῆς ἐρώσης καὶ τοῦ διὰ
						φόβου <lb/>ἀθυμοῦντος. </p></div><div type="textpart" subtype="chapter" n="14"><p>[Διάγνωσις τοῦ διαλιπόντος μὲν, ἀλλά γε <lb/>κατὰ φύσιν σφυγμοῦ.] Ἔναγχος, ὡς οἶσθα,
						καὶ τοιόνδε τι <pb n="670"/> προειπόντος μου, τοὺς πολλοὺς ἐξέπλησσεν ἡ πρόγνωσις.
						<lb/>οἰκονόμος γάρ τις, ἅπαντα διοικῶν ὀρθῶς τὰ τοῦ δεσπότου <lb/>καὶ διὰ τοῦτο
						τιμώμενος, ἑτέρων αὐτὸν ἰατρῶν ἰωμένων, <lb/>ἐκρίθη μὲν ἑβδομαῖος ἱδρῶτι, τῇ δ᾿ ὑστεραίᾳ
						διαλείποντα <lb/>τὸν σφυγμὸν εὑρόντες αὐτοῦ κακοήθη διάθεσιν ἐν τῷ σώματι <lb/>φωλεύειν
						ἔδοξαν, σφαλέντες μεγάλως. εἶτα τῆς οἰκίας <lb/>ἐξελθόντος ἅμα τῷ δεσπότῃ τοῦ νεανίσκου,
						κατὰ τύχην <lb/>ἀπήντησάν μοι, διηγησάμενοι τὰ προγεγονότα καὶ τὰ παρόντα
						<lb/>συμπτώματα, τί ποτε σημαίνει τὸ κατὰ τὸν <milestone unit="ed2page" n="852"/>
						<lb/>σφυγμὸν ἀλόγως γεγονὸς, ἐδέοντο μαθεῖν. κᾀγὼ πυθόμενος <lb/>πλησίον εἶναι τὴν
						οἰκίαν, ἐν ᾗ κατέκειτο, συνῆλθον αὐτοῖς <lb/>ἁψάμενος τὸν σφυγμὸν τοῦ νεανίσκου. κατὰ
						γὰρ αὐτὴν τὴν <lb/>αἰσθητικὴν διάθεσιν, εἶπόν σοι, πολλάκις οὐκ ὀλίγα σφάλλονται
						<lb/>καὶ τῶν ἀξιολόγων ἰατρῶν ἔνιοι, μέγαν ἡγούμενοι <lb/>τὸν οὐ μέγαν σφυγμὸν, ὥσπερ γε
						ἐνίοτε καὶ ταχὺν τὸν οὐ <lb/>ταχὺν, ἢ βραδὺν τὸν μὴ βραδύν. ὡσαύτως δὲ περὶ τὴν τῶν
						<lb/>ἀμυδρῶν τε καὶ σφοδρῶν καὶ σκληρῶν καὶ μαλακῶν σφυγμῶν <lb/>διάγνωσιν σφάλλονται,
						καὶ μᾶλλον ἔτι περὶ τὴν τῶν <pb n="671"/> ἀτάκτων τε καὶ τεταγμένων, ὁμαλῶν τε καὶ
						ἀνωμάλων, ἐν <lb/>ἀθροίσματί τε καὶ κατὰ μίαν διαστολὴν, δι᾿ οὓς κᾀγὼ τέτταρα <lb/>περὶ
						τῆς διαγνώσεως τῶν σφυγμῶν ἔγραψα βιβλία, <lb/>προηγούμενα τεττάρων ἑτέρων, ἃ περὶ τῶν
						ἐν σφυγμοῖς αἰτιῶν <lb/>ἐπιγέγραπται. δεῖται γὰρ ἀμφοτέρᾳ τῶν πραγματειῶν <lb/>ἡ περὶ
						τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ἐν τέτρασί τε <lb/>καὶ αὐτὴ γεγραμμένη βιβλίοις, δι᾿ ἣν
						καὶ αἱ προειρημέναι <lb/>δύο τυγχάνουσιν οὖσαι. χρησιμωτάτης δὲ τῆς καθ᾿ ἕνα
						<lb/>σφυγμὸν ἀνωμαλίας οὔσης, γυμνασίας ἰσχυροτέρας δεομένης <lb/>εἰς διάγνωσιν, ὡς
						ἐπιδέδεικται, ὡς ἂν πολλὰς ἐχούσης διαφοράς. <lb/>ὅταν ὁ σφυγμὸς ὅ τε κατὰ μίαν
						ἐνέργειαν ὅ τε κατὰ <lb/>πλείους ἐφεξῆς ἀλλήλων μηδὲν ἔχῃ παρὰ φύσιν ἄλλο, <lb/>πλὴν
						τοῦτο μόνον, ὃ κατὰ διάλειψιν γίνεται. γινώσκειν οὖν <lb/>χρὴ τὸ τοιοῦτον ἐκ γενετῆς
						εἶναι σύμπτωμα, διαγινώσκεσθαι <lb/>δὲ χαλεπώτατόν ἐστιν, μᾶλλον δ᾿ ἀδύνατον ἄνευ τῶν
						πασῶν <lb/>τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἀκριβῶς αἰσθάνεσθαι. <lb/>θεασάμενος οὖν τὸν
						ἄνθρωπον οὕτως ἔχοντα, συνεβούλευσά <pb n="672"/> τε τοῖς ἰατροῖς ἀναληπτικῶς ἄγειν
						αὐτὸν ἀσφαλῶς <lb/>κεκριμένον, εἶθ᾿ ὅταν προέρχηται ἤδη καὶ τὰ συνήθη <lb/>πράττῃ, τότε
						τῶν σφυγμῶν ἁψάμενος αὐτοῦ διαλιπόντας <lb/>εὑρήσειν ἔφην, ὡς καὶ νῦν. τοῦτο γὰρ αὐτῷ
						φύσει συμβεβηκέναι, <lb/>οὐκ ἐξ ὑποπιπτούσης αἰτίας τινὸς νοσώδους. ἐκ <lb/>μὲν οὖν τοῦ
						παραχρῆμα τὸ ῥηθὲν αὐτοῖς ἄπιστον ἐφαίνετο· <lb/>κατὰ δὲ τὸν ἑξῆς λόγον ἅπαντα
						διαλιπόντα μίαν πληγὴν <lb/>τὸν σφυγμὸν εὑρίσκεσθαι ἄλλοτε κατ᾿ ἄλλον ἀριθμόν. ὕστερον
						<lb/>δέ ποτε προσελθόντες μοι παρεκάλουν ἀκοῦσαί μου, διὰ <lb/>τίνος σημείου τὴν φύσιν
						ἐγνώρισα τοῦ νεανίσκου τοιαύτην <lb/>οὖσαν. ἀπεκρινάμην οὖν αὐτοῖς, ὅπερ ἤκουσά ποτε
						εἰπεῖν <lb/>Ἰσοκράτην τὸν ῥήτορα τινὶ τῶν ἑταίρων πυνθανομένῳ περὶ <lb/>τριῶν ἐτῶν
						ἀσκήσεως, εἰ δυνήσεται καὶ ἀσκήσας ἐν τοσούτῳ <lb/>χρόνῳ ἕκαστον τῶν προβαλλομένων
						εἰπεῖν, ὡς ἑώρα <lb/>λέγοντα τὸν Ἰσοκράτην, φασὶ γὰρ ἀποκρίνασθαι τῷ μειρακίῳ <lb/>τὸν
						ἄνδρα· σὲ μὲν ἂν, ὦ παῖ, συνηυξάμην κᾂν ἐν <lb/>ἡμέρᾳ μιᾷ δύνασθαι μαθεῖν ὅπερ πυνθάνῃ·
						αὐτὸς δ᾿ ἂν <lb/>ἐμοὶ τοῦ κατὰ γνώμην ἀφυΐαν, ἔτεσι πολλοῖς ἀσκήσας αὐτόν. <pb n="673"/>
						γνώσεσθαι δὲ ἔφην ὅσαι παρὰ φύσιν εἰσὶν ἐν τοῖς σφυγμοῖς <lb/>διαφοραὶ, τουτὶ τὸ βιβλίον
						ἀναγνόντας. ἦν δὲ τὸ πρῶτον <lb/>περὶ τοῦ τὰς τῶν σφυγμῶν διαφορὰς ἁπάσας διαγινώσκειν,
						<lb/>ἐπαγομένων ἀσκήσεως τὴν ὁδὸν ἐν τέτταρσι γεγράφθαι βιβλίοις. <lb/>ἃ λαβεῖν ἔξεστιν
						ὑμῖν, ὅταν ἀπὸ στόματός μου τὰς <lb/>γεγραμμένας ἐν τῷδε τῷ βιβλίῳ διαφορὰς εἴπητε.
						τοῦτ᾿ οὖν, <lb/>ὦ Ἐπίγενες, ἀξιόλογον ἔργον ἰατρικῆς προγνώσεως ἐστὶν, <lb/>ὥσπερ καὶ τὸ
						κατὰ τὸν αὐτοκράτορα τῆς δοκούσης αὐτῷ <lb/>εἰσβολῆς γεγενῆσθαι τοῦ παροξυσμοῦ. τῶν δ᾿
						ἄλλων ὅσα <lb/>θαυμάζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐδὲν οὐδ᾿ ἐγγὺς ὅμοιόν <lb/>ἐστι. τοῖς
						δὲ θαυμαστὸν γὰρ εἶναι φαίνεται διὰ τὴν τῶν <lb/>πολλῶν ἄγνοιαν, οὐ δι᾿ ἑαυτὰ τοῖς
						νομίμως ἠσκηκόσι τὰ <lb/>κατὰ τὴν τέχνην, οὐκ ἔχοντα δύσκολον τὴν πρόγνωσιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>