<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1" n="1"><p rend="indent"><label xml:lang="lat">Cap. I.</label> Οὐκ ἄλλα μέν, ὦ Θρασύβουλε, παραχρῆμα περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα δὲ συγγράψασθαι τοῖσδε τοῖς ὑπομνήμασιν ἔχω· πάντως γάρ που γιγνώσκεις, ὡς ἀεί τε τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξέρχομαι καὶ ὡς εἰς οὐδὲν ἐπιχειρῶ λέγειν, ὧν οὔτε μέθοδον ἔμαθον οὔτ’ ἐγυμνασάμην πω κατ’ αὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως οὐ τούτῳ μόνῳ τῷ νῦν προκειμένῳ σκέμματι τὸ γνῶναι, τί || <milestone unit="Kühn_page" n="v5.p807" resp="Kühn"/> ποτ’ ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ γνῶναι διττόν ἐστιν· ἢ γὰρ τὴν ἔννοιαν μόνην τοῦ πράγματος ἢ καὶ τὴν οὐσίαν γιγνώσκομεν. ὅτῳ δ’ ἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ ἀποδείξεως, ἵναπερ καὶ τὰς ἄλλας ἁπάσας μεθόδους ἐκτιθέμεθα, γένοιτο δ’ ἂν καὶ νῦν δῆλον ἐξ αὐτῆς τῆς χρήσεως.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>