<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="7"><head rend="center"><label>ζ′.</label> Φιλοστεφάνῳ.</head><p rend="indent">Ἧκέ μοι τὰς ἐπιστολὰς παρὰ σοῦ κομίζων εἰς Ἔφεσον, ὡς μὲν Ἀθηναῖοι λογίζονται βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, ὡς δὲ ὑμεῖς, πανήμου δεκάτῃ (ἡ δὲ ἡμέρα ἡ αὐτή) Μένυλλος ὁ Χαλκιδεὺς κυβερνήτης, ὁ καὶ τὴν παρὰ Γέλωνός ποτε τοῦ Συρακοσίου τὴν μεγάλην ἐκείνην ὁλκάδα τοῦ σίτου καταγαγὼν εἰς Πειραιᾶ. καὶ αὐτὸς μὲν ἀπὸ γλώσσης ᾐνίξατο πρός με εἰδότα οὐκ εἰδὼς ἅττα ᾐνίττετο, ἐγὼ δὲ ἐγνώριζον τοὺς πρός με σοὶ ξυντεθέντας συμβόλους. καὶ μέντοιγε καὶ τὸ ἔγγραφον ἀπεδίδου, ἔνθα δυσφοροῦντι μὲν καὶ μεγάλως ἀσχάλλοντι ἐῴκεις, οὐκ ἀξιῶν ὅλως μὲν οὐδ’ εἰς ἄλλον ἀνθρώπων οὐδένα πρὸς ἡμῶν ὑποτιμηθῆναι ἄπιστος ἂν καὶ ἀπεχθὴς γενέσθαι, τῷ παντὶ μέντοι μᾶλλον ἢ εἰς ἐμέ. ἔπειτα δὲ καὶ περὶ τῶν ἐμῶν χρημάτων ὑπηγόρευες, <pb facs="epistolographoih00hercuoft_0841"/> ἔχειν τε οὐκ ἐξαρνούμενος καὶ ὁπηνίκα ἂν καὶ οἷστισιν ἂν προστάττοιμεν ἀποδώσειν ὑπισχνούμενος, τά τε περὶ τοῦ Μείδωνος καὶ τοῦ Παμφίλου διεδήλους ὅτι ἠγνόουν ἃ χρή, περί τε Τιβίου ὅτι ἠγνωμόνει οὑπίτριπτος. 
    ἐγὼ δὲ αἰδοῦμαι μέν, ὦ Φιλοστέφανε, ὁμολογεῖν ὅτι τοιαῦτα σοῦ φρονοῦντος μὴ τοῖς τετταράκοντα μᾶλλον ταλάντοις ἢ τῷ μὴ διεσφάλθαι τῶν ὑπὲρ σοῦ ἐλπίδων ἡδόμεθα· εὖ μέντοι οὔπω ἴσθι τὰ τετταράκοντα ταῦτα τάλαντα ἀποδώσειν ἡμῖν ἔμελλες. οὐδὲ γὰρ εἰλήφεις πω αὐτά, καὶ τοῦ λαβεῖν οὐ ταῦτα μόνον ἀλλὰ καὶ πρὸς τούτοις ἄλλα τριάκοντα ἄξιος ἡμῖν ἐδόκεις εἶναι· ἑβδομήκοντα γὰρ τὰ πλεῖστα τῶν ἡμετέρων παρὰ σοὶ ἐγένετο. οἱ δὲ πολὺ πλειόνων ἢ τούτων σε προτιμῶντες οὐκ ἄν πως δεόντως, εἰ τούτων σε τῶν ἐλαττόνων φαίημεν προτιμᾶν, ἀπιστοίμεθα. ἀλλὰ μὴν καὶ περὶ μὲν τοῦ διαγανακτεῖν ἐμαυτὸν ἑτοιμότερον καὶ προχειρότερον, ἀπιστῆσαι δὲ ὡς ὑπὲρ ἀνδρὸς φίλου καὶ μὴ ταχέως οὕτως ἐπιδραμεῖν σου τῇ διαβολῇ, ἐκεῖνο λέξας τἀληθέστατον ἂν εἴποιμι, ὦ Φιλοστέφανε, διότι θορυβεῖσθαι μὲν ἡμᾶς ἐποίησε τοῖς ὑπὲρ σοῦ ὁ μαστιγίας Τίβιος, πιστεῦσαι δὲ ἐκείνῳ ἡμὴ τύχη. καὶ ὑπὲρ μὲν τούτων τοσαῦτα· τὸ δὲ ἀργύριον νῦν μὲν ἔστω σοι παρὰ σοί, ἐπειδὰν δὲ ὑπὲρ τῶν καθόλου διαφερόντων εἰς ἐμαυτὸν διαγνῶ καὶ βουλεύσωμαι βεβαιότερον, ἐπιστελῶ σοι τηνικαῦτα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>