<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="4"><head rend="center"><label>δ′.</label> Ἁβρωνίχῳ.</head><p rend="indent">Οὐ τὸ παθεῖν Ἀθήνησιν ἀδίκως καὶ ἀναξίως, ὦ Ἁβρώνιχε, καινὸν εἶναί μοι φαίνεται (ἐπεὶ αὐτὸ μὲν τοῦτ’ ἐστὶ τὸ μὴ παθεῖν τι καινότερον), ἀλλ’ ὅτι τέως μὲν ὀλιγοχρόνιός τις ἦν ὁ φθόνος καὶ ταχὺν ἴσχων τὸν μετάμελον ἐν τῇ πόλει ἡμῶν, μᾶλλον δὲ ἐν τῇ ὑμετέρᾳ πόλει (ἐμοὶ μὲν γὰρ ὡς περὶ ἀλλοτρίας ἤδη οἱ λόγοι), τὰ νῦν δέ (ὁρᾷς γὰρ ὅσον ἐφ’ ἡμῶν τούτων ἐπιδίδωσι τοὐπιχώριον πάθος), ἐξωστρακισμένων ἡμῶν κατεψηφίσαντο, τὸ καινόν γε τοῦτο ποιοῦντες, ἐκ τῆς φυγῆς φυγαδεύοντες. μὰ Δί’ ἀλλ’ οὐδὲ φεύγειν ἐῶσιν, εὖ οἶδ’ ὅτι φήσεις. καὶ γὰρ ἔγωγε πέπυσμαι διότι ἡ φυγὴ μὲν ὀλίγον τι ἔδοξεν αὐτοῖς εἶναι τιμώρημα ἐπ’ ἄνδρα τοσαῦτα καὶ τηλικαῦτα κατειργασμένον αὐτῶν τοὺς πολεμίους, θανάτῳ μέντοι δεδόχθαι σφίσιν αὐτοῖς κολάζειν ἡμᾶς. αὐτοῦ γε τούτου ἕνεκα καὶ μαστῆρες Ἀθηναίων εἰς Ἄργος ἴασιν σκοποῦντες, ἕπονται δὲ αὐτοῖς καὶ Λακεδαιμόνιοι. ἐμὲ δ’ οὐκ Ἀθηναίοις ἐλύπουν, ὦ Ἁβρώνιχε, ἑπόμενοι Λακεδαιμόνιοι, Ἀθηναῖοι δέ με ἀνιῶσι Σπαρτιάταις ἑπόμενοι. καίτοι οὐκ Ἀθηναίοις διαβάλλουσι πιστεύοντες οἱ τῶν Λακεδαιμονίων ἔφοροι Παυσανίαν ἐκόλαζον, ἀλλ’ οὐδὲ τοῖς φίλοις τοῖς Παυσανίου καὶ συνειδόσιν ἐκείνῳ τοὔργον ἅπαν, μόλις δ’ αὐτῷ τῷ Παυσανίᾳ ὁμολογοῦντι. 
        οἱ δ’ ὑμέτεροι οὐδενὶ τῶν ἀλλοτρίων, οὐδ’ εἰ πολέμιος εἴη, ἐπὶ τοῖς ἰδίοις ἀπιστοῦσιν. τὸ δ’ αἴτιον οἶμαι τούτου, διότι ἥδιον οὗτοι τοῖς φίλοις φθονοῦσιν ἤπερ ἄλλοι τοὺς ἐχθροὺς μισοῦσιν. ἀλλ’ οὐκ Ἀθηναίους γὰρ ἐλέγχειν ἐπιχειρῶν ἔγωγε λανθάνοντας τουτὶ γράφω (εἰ γὰρ, ὦ θεοὶ φίλοι, ἐλάνθανον μόνον· νῦν δὲ τοῖς ἐπαινοῦσιν αὐτοὺς μᾶλλον ἄπορος ἡ συνηγορία ἢ τοῖς ψέγουσιν ἀναγκαῖος ὁ ἔλεγχος), ἀλλὰ προσοδύρασθαί τί μοι ἔδοξεν ἀνδρὶ ἑταίρῳ ἐμαυτοῦ καὶ φίλῳ, ἔτι δὲ καὶ ὑπομνῆσαι τῶν οἰκείων, περὶ ὧν εὐλαβεῖσθαι ἔοικε μᾶλλον, ὅτι Λακεδαιμονίους ὁρῶμεν Ἀθηναίων ἄρχοντας καὶ ψηφιζομένους Ἀθήνησι κατὰ τῶν ἰδίων ἐχθρῶν ψηφίσματα. ἡ δὲ τῆς ὀργῆς αὐτῶν αἰτία οἶσθα, ὦ τᾶν, ὅτι ὁμοία μὲν ἐφ’ ὑμᾶς ὁμοία δὲ ἐπ’ ἐμέ, ἐπείπερ ἄμφω τὸ στρατήγημα τῆς περιτειχίσεως τοῦ ἄστεος παρ’ αὐτοὺς ἐπρεσβεύσαμεν. τῷ μὲν γὰρ συμπρεσβευτῇ ἡμῶν ἅτε ἀνδρὶ δικαίῳ καὶ δεόντως τοῦτο τοὔνομα εἰς τοὺς Ἕλληνας φερομένῳ ἁρπαγὴν ἔοικε διάλυσις εἶναι πρὸς Λακεδαιμονίους ἡ σὺν αὐτοῖς ἐφ’ ἡμᾶς ὁμοφροσύνη. ἀλλ’ ἐκεῖνος μὲν ἐρρώσθω ἐπίκοτος ὢν ἀεὶ καὶ δυσμενὴς καὶ φθονερὸς καί, ὥσπερ ποτὲ ἔφη Κάλλαισχρος ἐπ’ αὐτοῦ, μᾶλλον τῷ τρόπῳ Ἀλωπεκῆθεν ἢ τῷ δήμῳ· σὺ δ’ οὖν, Ἁβρώνιχε, τὰ παρόντα εὖ τίθεσο καὶ περὶ τῶν μελλόντων ἐκ τοῦ μηκίστου εὐλαβοῦ, καὶ δέδιθι Ἀθηναίοις πολλοῦ ἄξιος εἶναι. εἰ δὲ καὶ πεφύκοις, ὥσπερ πέφυκας, ἀλλ’ ἀποκρύπτου τὰ πλείω καὶ ἀγάπα λανθάνων. 
        ταυτὶ μέν, ὦ βέλτιστε, περὶ σοῦ πρὸς σέ, τῶν δὲ ἐμῶν <pb facs="epistolographoih00hercuoft_0838"/> τὰ μὲν ἐνθάδε ἐμοὶ μελήσει δῆλον ὅτι, καὶ διαφευξόμεθα τούς τε οἴκοθεν ἐπὶ τὴν θήραν ἡμῶν ὡρμημένους κυνηγέτας καὶ τοὺς Λακωνικοὺς κύνας, οὐδὲ ἐπιχωρήσομεν Ἀθηναίοις μὲν ἐναγέσι γενέσθαι τοῦ ἡμετέρου μύσους καὶ παλαμναῖον ἢ ἀλιτήριον προστρῖψαι τῇ πόλει οὐκ ἀκεστὸν οὐδὲ χαλκοῖς ἀνδριάσιν ἀποδιοπομπησόμενον, οἷα περὶ Παυσανίου Σπαρτιάταις ὁ θεὸς ἔχρησεν, ἀλλ’ ἐνεργῆ τινὰ καὶ ἄφυκτον καὶ τοῦ Κυλωνείου πέρα, τοῖς γε μὴν Λακεδαιμονίοις διπλῇ, μᾶλλον δὲ τριπλῇ ἡσθῆναι ἡμᾶς μὲν ἀποτισαμένοις ἀνθ’ ὧν ὑπὲρ τῆς πρεσβείας τῆς μετὰ σοῦ δι’ ἔχθους ἡμῖν ἐγένοντο, ἀπάτην εἶναι λέγοντες ἡμετέραν τὴν κωλύμην αὐτῶν τῆς ἀδικίας, ἀλάστορα δὲ ἀκέραιον καὶ ποίνιμον εἰς τὰς κεφαλὰς τῶν Ἀθηναίων ἐξομορξαμένοις ἀνοσίως ἐμοῦ μιαιφονηθέντος ὑπ’ αὐτῶν, τὴν δὲ εἰς τοὺς Ἕλληνας αἰσχύνην, ἐπεὶ προυδίδω σφᾶς ὁ βασιλεὺς τῆς Λακεδαίμονος, ἐπικουφιεῖν οἰομένοις, εἰ καὶ πρὸς Ἀθηναίων ὁ στρατηγὸς αὐτῶν ἐγὼ προδότου δίκην ὁμοίως φαινοίμην κεκολασμένος. 
        τούτων μὲν οὖν ἵνα μηδὲν γένηται ἐγὼ προμηθήσομαι, ὥσπερ ἔφην, κατὰ τὸ δυνατόν, καὶ τὰ δεινὰ ὡς ἐν ἀνθρωπίνῳ λογισμῷ ἐξευλαβησόμεθα, καὶ τὸ λοιπόν, ἐπειδὰν τελείως ἅπαντα ἐν ἀσφαλεῖ γένηται, πεύσῃ περὶ πάντων καὶ καθ’ ἕκαστα ἐπιστελοῦμέν σοι· τὰ δὲ αὐτόθι ἀντιβολοῦμέν σε καὶ ἱκετεύομεν, ὦ κράτιστε ἑταίρων, καὶ συλλαμβάνειν, ὡς ἂν οἷός τε ᾖς, καὶ βοηθεῖν ἡμῖν ἄντικρυς, τὰ μὲν χρήματα μὴ φυλάττοντα ἐμοὶ μηδὲ τοῖς ἐμοῖς παισίν, ἀλλὰ καιρίως ταῦτα καὶ δεξιῶς ὑπὲρ τῶν παίδων καὶ τῆς μητρὸς αὐτῶν ἀναλοῦντα, αὐτὸ δὲ τοῦτο σκοπούμενον ὁσημέραι, ὅπως τὸν Κλεόφαντον ἡμῖν καὶ τὰς ἀδελφὰς αὐτοῦ καὶ τὴν μητέρα περισώσεις· ὕπεισι δέ σοι ἡ πρὸς αὐτοὺς εὔνοια δι’ ἡμᾶς ἴσως, ᾗ σὺ θαρρεῖς, καὶ διὰ Λυσικλέα δὲ τὸν υἱόν σου σοί τε αὐτῷ στερκτέα καὶ ἐκείνῳ οὐκ ἀμελητέα, εἰ μὲν ἀξιωθησόμεθα κηδεσταὶ ὑμῶν γενέσθαι, ὅτι σοὶ μὲν υἱός ἐστιν, ἐκείνῳ δὲ γυνή, εἰ δὲ μή, ὅτι ἐμέλλησέ τε καὶ ἠλπίσθη ποτέ. καὶ οἶμαι μὲν οὔτε τοὺς Ἀθηναίους αὐτούς, εἰ καὶ πάνυ ἐπιδοίη καὶ μέγας γένοιτο ὁ τῶν μισούντων ἡμᾶς φθόνος, εἰς γύναιον ἢ εἰς παιδάρια παροινεῖν ἐπιχειρήσειν, οὔθ’ ἑτέροις ἐπιτρέψειν· εἰ δ’ αὖ λεπτὴ τις ἐλπὶς μόνον, μᾶλλον δ’ ἀμυδρὰ εἴη ὑποψία χεῖρον αὐτοῖς ἔσεσθαι μένουσι, καὶ δὴ γενέσθω αὐτίκα δὴ βοήθεια τὸ δέος. 
        τὸ δὲ ὅπη πεμπτέον αὐτοὺς καὶ ὅπως τὴν ἀπάλλαξιν στελουμένους, τὸν παιδαγωγὸν οἶσθα τοῦ Κλεοφάντου, ὃς κἀμέ ποτε ἐθεράπευε· Σίκιννος αὐτῷ τοὔνομα. ἐκείνῳ μόνον τὸ χρῆναι μὴ μένειν ὑπόθου, τὰ δὲ ἄλλα ἐπίσταται καὶ δράσει αὐτός. ἀλλὰ γὰρ οὐχ οὕτως ἤδη μισητέον Ἀθηναίους ἡμῖν, ὥστε καὶ τοιαῦτά τινα περὶ αὐτῶν ὑπολαμβάνειν οἷα οὐδὲ ἐγένετο πώποθ’ ὑπ’ αὐτῶν, οἶμαι δὲ ὅτι οὔτε ἔστιν οὔτε ἂν γένοιτο οὐδὲν γὰρ περιττὸν πάλιν ἐν τοῖς οὕτως ἀναγκαίοις. δεδήλωκά σοι τὸ χρεὼν ὑπὸ σοῦ πραχθῆναι, καὶ σὺ ποιήσεις δῆλον ὅτι ὥσπερ ἐγὼ ἐπισκήπτω. ταῦτα <pb facs="epistolographoih00hercuoft_0839"/> μὲν νῦν ἐπείγουσιν ἡμῖν ἐδόκει γράφειν παρὰ σέ, μετὰ ταῦτα δέ, ὅταν τὰ μετὰ ταῦτα γένηται, γράψομεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>