<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="20"><head rend="center"><label>κ′.</label> Πολυγνώτῳ.</head><p rend="indent">Ταῦτ’ ἔστιν, ὦ Πολύγνωτε, τὰ συμβάντα ἡμῖν μετὰ τὴν ἐξ Ἄργους φυγήν, ἃ παρεκάλεις γραφῆναί σοι καὶ ἐγὼ γέγραφα. τοῦ γὰρ ἀγγέλου κατὰ σπουδὴν ἐλθόντος, ὅνπερ ἔστειλας ἡμῖν τά τε ἄλλα καὶ φεύγειν ἀγγελοῦντα, ἄρας αὐτίκα ἀπ’ Ἄργους (συνήραντο δέ μοι καὶ τῶν ξένων Νικίας καὶ Μελέαγρος) κατῆλθον ἐπὶ Κυλλήνην τὸ Ἡλείων ἐπίνειον. ἐκεῖθι δὲ ἐκινδυνεύσαμεν ὑπὸ χειμῶνος ἀναμεῖναι τοὺς διώκοντας ἡμᾶς· πλεῖν γὰρ ἐπὶ Κέρκυραν ὡρμημένοι, χάριτος ἡμῖν ἐς Κερκυραίους προϋπηργμένης, τρεῖς ὅλας κατειχόμεθ’ ἡμέρας, καὶ οὐκ ἐδόκει ὅτι φεύγομεν ἔτι Λακεδαιμονίοις ἄδηλον εἶναι. τετάρτῃ δὲ ἡμέρᾳ πλοῦς σφόδρα ἀγαθὸς ἡμῖν γίγνεται, κἀγὼ τοὺς μὲν ξένους ἀπέλυσα ἐπαινέσας (ἔτι γὰρ ἡμῖν καὶ πορρωτέρω ἠξίουν συμφεύγειν), νῆα δέ, ἣν παρέσχοντό μοι, ἀφεὶς ἐπὶ Κέρκυραν εὐπετῶς διεκομίσθην. Κερκυραῖοι δὲ οὐκ εὐχάριστοι μᾶλλον ἢ ἀκίνδυνοι ἐβούλοντο εἶναι καὶ ἀμοιβὴν ὧν εὐεργετοῦντο ἀπαιτούμενοι εὐεργεσίαν ᾐτοῦντο μὴ ἐπὶ Κερκύρᾳ τὴν φυγὴν καταλύειν, ὥστε ἡμῖν ὅ τι δράσωμεν ἠπόρει ἡ γνώμη. ἤδη δὲ καὶ τὴν ναῦν τοῖς ξένοις ἀπεπεπόμφειν τοῖς Ἀργείοις, οἰκέται τέ μοι ἐλάσσονες ὧν ἀπέλυσα ἐλείποντο. ἐπεὶ δὲ Κερκυραῖοι καὶ τραχύτερα ἤδη ἐφθέγγοντο καὶ προδώσειν ἐῴκεσαν πολὺ μᾶλλον ἢ μαχεῖσθαι ὑπὲρ ἡμῶν, ἔγνων ἐπὶ Σικελίαν τε καὶ πρὸς Γέλωνα πλεῖν. Γέλων γὰρ δὴ τότε Συρακοσίων ἐμονάρχει καὶ ἤρτητο οὐ παρέργως ἡμῶν καὶ οὐκ ἔμελλεν Ἀθηναίοις πεισθήσεσθαι. 
νῆα δὴ σκέπτομαι ἀνδρῶν Λευκαδίων, οἳ τῇ ἐπιούσῃ ἡμέρᾳ ἔμελλον εἰς τὸ Αὐσόνιον ἐμβάλλειν. καί με ἀπέστρεψεν κομισθεῖσα ἀγγελία· ἐτεθνήκει γὰρ ἤδη Γελῶν καὶ πολλὴ περιειστήκει ταραχὴ Ἱέρωνα τὸν ἀδελφὸν αὐτοῦ ἄρτι εἰς τὴν μοναρχίαν καθιστάμενον, καὶ ἐγώ, ὥσπερ εἶχον, τῇ αὐτῇ νηὶ ἐπί τε Ἤπειρον πλέω, καὶ ἀποβὰς εἰς Μολοσσοὺς ἔρχομαι καὶ ἐπὶ τῇ ἑστίᾳ τῇ Ἀδμήτου ἐκαθεζόμην. Ἀδμήτῳ δὲ τότε ὑπήκουε τὸ Μολοσσῶν ἔθνος, καὶ ἐδόκει μάλιστα αὐτῷ δι’ εὐσέβειαν ἡ βασιλεία ηὐξῆσθαι, καὶ οὐκ ἐφαίνετο περιόψεσθαι ἡμᾶς ἱκέτας γενομένους. τῶν δ’ Ἀθηναίων καὶ Λακεδαιμονίων οἱ πεμφθέντες ὅπως βίᾳ πάντοθέν <pb facs="epistolographoih00hercuoft_0853"/> με ἀγάγωσι, τῇ ἐπιούσῃ ἡμέρᾳ καταπλεύσαντες ἐς Μολοσσοὺς ἀφικνοῦνται, καὶ καταλαβόντες με αὐτόθι ἐχάρησαν καὶ ἄξειν προύλεγον, καταστάντες τε Ἀδμήτῳ τοιαῦτα ἔλεγον. 
<q>προδότην, ὦ Ἄδμητε, ἐλάνθανες οἴκῳ τε τῷ σῷ καὶ ἑστίᾳ δεξάμενος. οὗτος δὲ ἧσσον οὐδὲν ἢ σὲ καὶ Μολυσσοὺς προεδίδου, καὶ εἰ κατώρθωσεν, ἡμεῖς, ὦ Ἄδμητε, ἱκέται τῆς Μήδων ἐγενόμεθ’ ἂν ἑστίας, οὕτος δ’ ἂν ἴσως καὶ ἀντὶ σοῦ ἐβασίλευε Θεσπρωτῶν. νῦν δὲ ἄδικοι ἄρα ἐς Παυσανίαν ἐγενόμεθα· τῶν γὰρ αὐτῶν ἕνεκα βουλευμάτων ὃ μὲν τετιμώρηται ἤδη, ὃ δὲ σεσῶσθαι προσδοκᾷ καὶ σὲ τοῦ ἀδίκου βοηθὸν ποιεῖται, Παυσανίᾳ δὲ οὐδ’ ἡ Χαλκίοικος ἐπήρκεσεν. ἀλλὰ τοῦτον μὲν ἀνίστασθαι κέλευε καὶ παυσάσθω γε διαβάλλων καὶ τὴν σὴν μιαίνων ἑστίαν, φίλοι δέ σοι ἔστωσαν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι ἐνθ’ ἑνὸς προδότου καὶ φυγάδος.</q> 
    ταῦτα εἰποῦσιν αὐτοῖς ἐγὼ ἔμελλον ἀντιλέγειν ὑφ’ ὧν ᾤμην αἰσχυνθέντας αὐτοὺς ἀπελαθήσεσθαι, ἀλλὰ φθάνει Ἄδμητος εἰπών <q>οὗτος μὲν ὁ καιρός, ὦ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, τὴν ἱκετείαν μόνον τὴν Θεμιστοκλέους δικάσει· εἰ δὲ καὶ τὴν προδοσίαν ἐδίκαζον μήτε Ἀθηναίους μήτε Λακεδαιμονίους εὖ ποιῶν, ἀπέλυον ἂν Θεμιστοκλέα. καί μοι ταῦτ’ ἔδοξεν ἂν τήν τε ἐπ’ Ἀρτεμισίῳ ναυμαχίαν κελεύειν καὶ τὴν ἐν Σαλαμῖνι, τήν τε Παυσανίου προδοσίαν, ἥτις ὑμῖν, κἂν ἐπὶ Θεμιστοκλέα διαιρῆτε αὐτήν, ἀεὶ μόνου ἔσται Παυσανίου. καὶ ταῦθ’ ὑμεῖς τε ἐμὲ ἀγνοεῖν ἐδόξατε, ἐγώ τε ὡς ταῦτα ἀγνοῶν τὰ τῆς ἱκετείας δικάζω. ἄνδρα τῆς ἐμῆς ἁψάμενον ἑστίας καὶ δεδιότα μὲν ἀνθρώπους, τοῖς δ’ ἐν Ἠπείρῳ θεοῖς πιστεύοντα σῶν τε φυλάσσω καὶ ἱκέτην ἀπήμαντον καὶ ἀβλαβῆ, καὶ οὐκ ἀνθρώπων τίσιν ἀπεύχομαι, ἀλλὰ θεοὺς δεδιέναι οὐκ ἀρνοῦμαι, θυσιῶν τε ἡγοῦμαι ἁπασῶν χάριν ἀμείνῳ εἶναι θεῷ ἱκέτην φυλασσόμενον.</q> 
οὕτω μὲν δὴ ἐκεῖνοι κατηφήσαντες ἐκ Μολοσσῶν ἐχώρουν, ἐγὼ δὲ εἰς Μακεδονίαν ὑπὸ Ἀδμήτου πεμφθεὶς καὶ εἰς Πύδναν ἐλθὼν πρὸς Ἀλέξανδρον Μακεδόνων ἄρχοντα, πέμπομαι ὑπ’ Ἀλεξάνδρου ἐπὶ τὴν ἐκεῖ θάλασσαν. καὶ ἐπιτυχὼν ὁλκάδος εἰς Ἰωνίαν πλεούσης ἐμβὰς ἐκομιζόμην· ταύτῃ γάρ τοι, βασιλέως δὴ μάλιστα ᾐσθημένου ὧν εἰργασάμεθα αὐτὸν κακῶν, ῥᾷστα ἐμέλλομεν εἰ δίκαια πεπόνθαμεν γνώσεσθαι. πλέοντας δ’ οὐκέθ’ ἡμᾶς εὔπλοια ἦγεν, ὑφ’ ἧς καὶ ἀναχθῆναι ἐπείσθημεν, ἀλλ’ ἤδη καὶ ἰσχυρῷ χειμῶνι ἐχρώμεθα. 
καὶ οὐκέθ’ ὁ χειμὼν ἐμὲ τοσοῦτον ἐλύπει, ἀλλ’ ὅτι ἐπὶ Μάξον κατεφερόμεθα· Βάξον δὲ Ἀθηναῖοι τότε ἐπόρθουν, καὶ ἐπὶ τὸ στρατόπεδον αὐτῶν κατε ἐγὼ δὲ ἐν πολλῇ ἀμηχανίᾳ ἐκείμην καὶ ἤδη ἐνόμιζον ἱκετείας τε ἀνωφελεῖς ἱκετεῦσαι καὶ ὀλεθρίου ἅψασθαι φυγῆς· ἀκμητὶ γὰρ ἔμελλον ἁλώσεσθαι Ἀθηναίοις πρὸς τοὺς διώκοντας ὁ φεύγων ἐληλυθώς. ἀλλ’ ἐπὶ τοῖς μὲν ἐν τῇ νηὶ ἁγνῶς ἅπασιν εἶναι ἐδόκουν, τοῖς δὲ ἐν τῷ στρατοπέδῳ ἐπιγνωσθῆναι δεδίειν, οὐκ ἐξέλειπον τὴν ναῦν, οἱ σύμπλοι δ’ <pb facs="epistolographoih00hercuoft_0854"/> ὕποπτοι ἐγίγνοντο, καί τι κακὸν αὐτοῖς γίγνεσθαι ἐδόκουν και οὐκ ἐπιτήδειος εἶναι ἐν τῷ πλεῖν, ὥστε καὶ ἐκβάλλειν με τῆς νεὼς ἐβούλοντο. ἐν τούτῳ δέ μοι κινδύνου ἑστῶτι Διοπείθης ἀνὴρ τῶν συμπλεόντων ἡμῖν, γένος Βαργυλιήτης, καὶ πρότερον ἐνορῶν τέ μοι πολλάκις καὶ θαυμάζοντι ἐοικὼς ἔτι μᾶλλον τότε ἐσκέπτετο, καὶ τούτῳ ἰσχυρῶς ὅνπερ ᾤετο αὐτὸς ὢν ἐφάνην. καί μοι μόνος ἔγγιστα ἐλθὼν ὀλίγῃ τῇ φωνῇ ἔλεγεν <q>ἀκλεῶς ἐνυβρίζει σοι τὸ δαιμόνιον, ὦ Θεμιστόκλεις, εἴ σοι ἐν μόνῳ τῷ ἀγνοηθῆναι Θεμιστοκλεῖ ὄντι τὸ σώζεσθαι κεῖται. 
ἀλλ’ ἔγωγε καὶ ἔγνωκά σε καὶ τοῦτο μάλισθ’ ὡς ὀλέθριον δεδιότι σωτηρίαν ἴσως ἐργάσομαι. ἐγὼ γάρ τοι εἰμὶ ἐκεῖνος, ὃν σὺ ἐρρύσω ὅτε με εἰς Ἀρτεμίσιον ἔμπορον καταπλεύσαντα ἀνδρὸς Ἑστιαιέως ἐχθροῦ ἰδίου ἕνεκα ἀποθανεῖν ὡς παρὰ βασιλέως πλέοντα ἠξίουν. σὺ δέ, ὅπερ ἦν, ἀπιστήσας αὐτοῖς ἔτι καὶ ἐκάκισας τῆς ἐπιχειρήσεως, καὶ οὔτε εὖ ἐπεπόνθεις ὑφ’ ἡμῶν πρότερον, οὔτε πείσεσθαι προσεδόκας· ἡγεμὼν γὰρ ἦς βασιλεῖ ἀντίπαλος καὶ ἄλλοις εὐεργεσίας παρείχου. καὶ ἐγὼ ἀπεγνώκειν ἐκείνης τῆς χάριτος ἀμείψασθαι Θεμιστοκλέα καὶ οὐδὲ ἐβουλόμην· οὐ γάρ σε ὧδε πράξειν ὥστε καὶ ἡμῶν δηθῆναι ἠλπίσαμεν.</q> <q>ἀλλ’ ὦ φέριστε</q> ἔφην ἐγώ, <q>οὐδ’ ἐμοὶ τοῦτο νῦν ἀτύχημα γέγονεν, εἰ καὶ ἐπὶ τὸ παρὰ σοῦ λαχεῖν ἀμοιβῆς ἀφῖγμαι καὶ δύναταί με ταῦτ’ ὠφελεῖν. σὺ δὲ χαῖρέ τέ μοι καὶ εὐτύχημα ἔσται, εἴ σοι δύναμις ὧδε ἔχει ὥστε σῶσαι Θεμιστοκλέα.</q> 
αὐτίκα οὖν ἄγει τε πρός με τὸν δεσπότην τῆς νεὼς ἑταῖρον ὄντα αὐτῷ, καὶ κοινωσάμενος ἐδεῖτο φεύγειν ἀπὸ τῆς Νάξου κατὰ τάχος· ὃ δὲ ἠγανάκτει καὶ ὥρμησεν ὡς εἶχεν ἐξελθὼν μηνύειν εἰς τὸ στρατόπεδον. καὶ ἐγὼ δεήσει μὲν οὐδεμιᾷ ἐχρησάμην, ἀπειλὴν δὲ αὐτῷ τίθεμαι ἐρεῖν εἰς Ἀθηναίους ὅτι με οὐκ ἀγνοῶν ἀλλὰ χρήμασι διαφθαρεὶς σώζει ἐκ τῆς Ἑλλάδος. καὶ ὅ τε ἄνθρωπος ἔδεισε καὶ μεταβαλόμενος δωρεὰν τοῦ ἔργου ᾐτεῖτο, ἐγώ θ’ ὑπεσχόμην, καὶ νύκτωρ ἀναχθέντες ἐκομίσθημεν εἰς Ἔφεσον. ἐκεῖ δὲ Περσῶν τινὰς καταλαμβάνω φύλακας Καρίας ὑπ’ Ἀρταβάζου καθεζομένους· καὶ Ξέρξῃ μὲν ἤδη ἀδεῶς εἶχον ὅστις εἴην λέγειν, καὶ τό τε ὄνομα ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως τε ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως οἶκον ἐλήλυθα, οἳ δὲ τήν τε ἐπαγγελίαν τοῦ λόγου πρὸς Ἀρτάβαζον ἐκόμιζον, ἐμέ τε ἦγον εἰς Φρύγας· ἦν γὰρ Ἀρτάβαζος ἐν Φρυγίᾳ. 
ὃ δὲ ἐπεὶ τά τε ἄλλα ἐξ ἐμοῦ καὶ ὡς διέγνωκα πρὸς βασιλέα βαδίζειν ἤσθετο, ἐπῄνει τε καὶ ἔπεμπεν εὐθύς, καί μοι ἵππους δύο καὶ τοὺς ἴσους οἰκέτας δωρεῖται, καὶ τρισκαίδεκα δὲ ἄλλους Περσῶν συνέπεμψεν, οἷς ἥ τε ὁδὸς καὶ τὰ ἐπιτήδεια ἔμελεν· αὐτοὶ δὲ καμήλοις ἐχρῶντο. ὁδεύων δὲ ὄρη μὲν ὀλίγα κοίλην δὲ διῆλθον οὐχ ὑψηλήν, πεδία δὲ ἐθεασάμην τε καὶ διώδευσα μεγάλα καὶ οὐδαμῇ ἀνώμαλα. ᾠκεῖτο δὲ καὶ εἰργάζετο κάλλιστ’ αὐτῶν τὰ πλεῖστα, ἡ δὲ ἔρημος θηρία τε καὶ ζώων ἄλλων ἔβοσκεν ἀγέλας. καὶ ποταμοὺς ἔπλευσα πολλοὺς <pb facs="epistolographoih00hercuoft_0855"/> καὶ ἔθνεσι παντοίοις ἐμίγην. ἤδη δὲ ἀπὸ τῶν συνόδων καὶ τῆς Περσίδος φωνῆς ἀντελαμβανόμην καί με οὐκέτι ἡ ὁδὸς χαλεπῶς ἔτριβεν ὑπὸ τοῦ ἔθους καὶ ἥ τε ὁδὸς ἡμῖν ἐτελεύτα, καὶ παρὰ βασιλεῖ, ὅποιπερ ὡρμώμεθα, ἦμεν. ἐπεὶ δὲ ἐκομίσθη πρὸς αὐτὸν ἀγγελία παρεῖναι ἐπὶ τὰς θύρας αὐτοῦ Θεμιστοκλέα τὸν Ἀθηναῖον, ἄγομαί τε ἐγγὺς αὐτοῦ καὶ ἀχθεὶς ἄντικρυς τοῦ θρόνου ἀδεῶς εἰστήκειν, ὁ δ’ ἠγανάκτει καὶ παραθεασάμενος ὧδ’ ἔλεγεν. 
<q>ὦ ξένε Ἀθηναῖε, λόγος μὲν ἤδη περὶ σοῦ πολὺς ἐν ἡμετέρῳ ἐφέρετο οἴκῳ, καὶ σύ τε ἅμα καὶ Μήδων ἡ ἐν Σαλαμῖνι συμφορὰ παντὶ ἀνὰ στόμα ἦτε. σὺ δὲ λέγοις ἂν πρὸς ἡμᾶς, πῶς θράσος ἔσχες ὄψει τε ἐμῇ ὀφθῆναι καὶ φωνῆς ἀκοῦσαι. καὶ σὺ Θεμιστοκλῆς ἐκεῖνος ἐλήλυθας, ὃν Μῆδοι λέγουσιν αἴτιον ἐμοὶ γενέσθαι καὶ πατρὶ ἐμῷ μὴ ἄρχειν Ἑλληνων; ἀλλ’ ἄμεινον μὲν ἐμοὶ ἢν Ἕλληνας ἔχειν ἢ σὲ τιμωρεῖσθαι, σὺ δὲ τοῦτό γε ἀντ’ ἐκείνου παρέσχησαι ἡμῖν, ὥστε σε ἐπαινέσαντες κολάσομεν.</q> ταῦτ’ εἰπόντος αὐτοῦ παρίσταταί μοι ὑπ’ ἀνάγκης ἐπαινέσαι τὴν ἀπάτην, ἣν καιρός τις ποιεῖ ἀγαθήν, χρῶμαί τε αὐτῇ καὶ ἔλεγον <q>κόλασιν, ὦ βασιλεῦ, φεύγοντες ἐπὶ σὲ βοηθὸν ἀφίγμεθα· κολάζειν γὰρ ἔμελλον ἡμᾶς οἱ Ἕλληνες ἀντὶ τῆς εἰς πατέρα τὸν σὸν εὐεργεσίας, ὅτι ὑμῖν φίλα ἐνθυμούμενοι τόν τε ἐπὶ Σαλαμῖνα πλοῦν κατὰ τάχος ποιεῖσθαι ἠγγείλαμεν, διεστῶτος τότε καὶ τεταραγμένου τοῦ Ἑλληνικοῦ καὶ μέλλοντος ἐπὶ Πελοποννήσου φεύγειν καὶ καιρὸν χρηστὸν ἐπιχειρήσεως παρέχοντος, τό τε ζεῦγμα λύειν ἐθέλοντας ἐκωλύσαμεν. καὶ σοὶ Μῆδοι μὲν διὰ τοῦτο μάλιστα ἀπενόστησαν ἐκ τῆς Εὐρώπης, ἐγὼ δὲ διὰ ταῦτα ἐπὶ τιμωρίαν ἠγόμην. 
ἔφθην δὲ φυγὰς γενόμενος, ὡς ἂν σέ τι ὀνήσω καὶ ἐμαυτῷ δίκας εὕρωμαι. καὶ ταῦτα ποιήσειν ἐπαγγέλλεται Ἐρινύς, μεθ’ ἧς ἐγὼ πλείω κακὰ ἐργάσομαι τοὺς Ἕλληηνας ἢ ἐδόκουν μετ’ ἐκείνων ἐργάσασθαι.</q> ὃ δ’ εἶπεν <q>ἐπειδὴ ἀποδώσεις ἡμῖν τὴν Ἑλλάδα, ἣν διὰ σὲ ἀφῃρῆσθαι οἰόμεθα, χαῖρέ τε καὶ οὐδενὸς χρηστοῦ ἀτυχήσεις, καί σου τοὺς λόγους πείρᾳ τε καὶ ἔργῳ δώσομεν.</q> ἐκ τούτου, ὦ Πολύγνωτε, ἐνέτριβον ἐν τοῖς βασιλείοις τιμῆς τε λαγχάνων καὶ ἀεὶ τὰ περὶ Ἑλλήνων ἐξεταζόμενος. καί μοι βασιλεὺς αὐτός, ἐπεὶ καὶ τῇ Περσῶν αὐτὸν ἤδη φωνῇ πολλὰ ἠμειβόμην, χρυσοῦν τε δωρεῖται ἀκινάκην καὶ Περσικὴν ἐσθῆτα χρυσῆν ὑφαντήν ἐδωροῦντο δ’ αὐτίκα καὶ οἱ περὶ αὐτόν, ἐπεὶ τάχιστα ἤρξατο ἐκεῖνος. καί μου ἤδη Ἀρτάβαζον ἧσσον ἐνόμιζε πιστὸν καὶ ἐπὶ θάλαττάν με κατέπεμπεν ἐπὶ τὴν ἐκείνου σπρατηγίαν, καὶ οὐκ ἐσθῆτας ἔτι ἡμῖν οὐδὲ χρυσόν, ἀλλὰ πόλεις τε ἤδη καὶ πολλὴν γῆν ἐχαρίζετο· ἀφελὼν γὰρ τῆς ἑαυτοῦ βασιλείας Μυοῦντα καὶ Λάμψακόν τε καὶ τὴν ἐπὶ Μαιάνδρῳ Μαγνησίαν ἐμοὶ δίδωσι. 
καὶ Λάμψακον μὲν ἠλευθέρωσα καὶ πολλῶ φόρῳ βαρυνομένην ἅπαντος ἀφῆκα, Μυοῦντα δὲ τὴν ἐν Μαγνησίᾳ καὶ αὐτὴν Μαγνησίαν καρποῦμαι. ἀλλ’ οὔτε τῆς ἐξουσίας οὔτε τῶν χρημάτων μετά τινος τέρψεως ἀσθανόμεθα, <pb facs="epistolographoih00hercuoft_0856"/> ἀλλὰ χρημάτων μὲν ἅλις εἶναί μοι καὶ ὅσα ἐνεργῆ τὴν φυγὴν μόνον ἡμῶν ἔσωζεν· (τῆς γὰρ νῦν παρούσης ἀφθονίας οὐδ’ οἱ φίλοι ὑμεῖς ἀπολαύετε), ἐξουσίαν δὲ τοιαύτην πῶς δυναίμεθ’ ἂν Ἕλληνες ὄντες ἀγαπᾶν; ὥστε περίστασιν ἐγὼ καὶ ἀνάγκην τὰ παρόντα μᾶλλον ἢ εὐτυχίαν ἡγοῦμαι. νῦν δὲ δὴ καὶ μᾶλλον ὑπὸ συμφορᾶς καταλαμβανόμεθα· μέμηνε γὰρ καὶ ἐγείρει τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν βασιλεύς, καὶ ταῦτα ὑπὸ δευτέρας ἤδη κεκόμισται ἀγγελίας. καὶ ἡμᾶς ἄρα τοῦ στρατοῦ προβαλεῖται ἡγεμόνας καὶ Μήδους ὑποτάξει Θεμιστοκλεῖ, καὶ στατεύσομαι ἐπ’ Ἀθήνας ἐγὼ καὶ τῷ Ἀθηναίων ναυαρχήσοντι μαχοῦμαι; πολλὰ ἄλλα ἔσται, τοῦτο δὲ οὐδέποτε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>