<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="2"><head rend="center"><label>β′.</label> Παυσανίᾳ.</head><p rend="indent">Ἐξωστρακίσμεθα, ὦ Παυσανία, ὑπ’ Ἀθηναίων, καὶ νῦν ἐν Ἄργει ἐσμέν, ὡς μή τι κακὸν ὑφ’ ἡμῶν Ἀθηναῖοι πάθοιεν· ἐδόξαζον γὰρ ὅτι πείσονται. καὶ οὐδέν τι μέλλων ἐγώ (ὥσπερ οὐδὲ ἐξῆν ἔτι μέλλειν ) μετέστην ἐξ Ἀθηνῶν καὶ ἀπέλυσα αὐτοὺς τοῦ φόβου. Ἀργεῖοι δὲ πλέον ἢ κατὰ φυγάδας προσάγονται ἡμῖν, καὶ ὧν Ἀθηναῖοι εὖ ἔπαθον, οὗτοι ἀμείβεσθαι θέλουσιν, ὥστε καὶ στρατηγίας ἀξιοῦσιν ἡμᾶς ἀναλαμβάνειν καὶ ἐπιστάτας ὅλου Ἄργους γενέσθαι, καὶ οὐ μικρὰ ἀδικοῦσιν οὐκ ἐῶντες ἡμᾶς εἶναι φυγάδας, ὡς ἠθέλησαν Ἀθηναῖοι. ἐγὼ δὲ καὶ ἀτιμάζειν αὐτῶν τὴν προθυμίαν αἰδοῦμαι καὶ ἔτι μᾶλλον λαβεῖν ἃ διδόασιν οὐχ ὑπομένω· ἦ γὰρ ἂν τὰ τοιαῦτα ἐγὼ διώκων εἰκότως ἂν <pb facs="epistolographoih00hercuoft_0836"/> ἐξωστρακίσθα δοκοίην. καταγνώσεώς τε ἐγγὺς εἶναι μετασταθέντα με ὑπὸ Ἀθηναίων ὡς ἄρχειν ὀρεγόμενον ἐξ Ἄργους φεύγειν ὅτι ἄρχειν ἀναγκάζομαι. ἀλλ’ ἐμοὶ μέν, ὦ Παυσανία, κουφότατον, εἰ κρείσσω παραιτήσεως τὴν σπουδὴν ποιοῖντο, μεταβάντι εἰς ἄλλην πόλιν διάγειν, ὡς ὅπῃ ἂν φύγω, πάντῃ μοι φυλάσσεται ἴσον τὸ μὴ ἐν Ἀθήναις εἶναι. σοὶ δὲ οὐκ οἶδα ἐπὶ μέγα προχωροῦντι εἰ μὴ νῦν μάλιστα συνάχθεσθαι δεῖ καὶ δεδιέναι περὶ σοῦ· τοῦ τε γὰρ Ἑλλησπόντου σε ἅπαντος ἄχρι Βοσπόρου σχεδὸν ἄρχειν ἀκούω, πειρᾶσθαί τέ σε καὶ τοῦ Ἰωνικοῦ καὶ ἤδη καὶ παρὰ βασιλεῖ τὸ σὸν ἀκούεσθαι ὄνομα, ὥστε οἱ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ πολύ σε βουλοίμεθα ἂν τῶν νῦν ἐλάσσονα εἶναι. καὶ σὺ δέ, ὦ Παυσανία, ἄνες τῆς εὐτυχίας, καὶ μὴ ἀγνόει ὅτι ἀτεχνῶς τοῖς ἀνθρώποις τὰ ἀτυχήματα τρέφουσιν αἱ εὐπραγίαι, καὶ ὅτι τοῦτο ἐν πᾶσι μὲν ἀεὶ νενίκηκε ταύτῃ ἔχειν, μάλιστα δ’ ἐν τοῖς ἐπὶ νόμοις τε καὶ δήμοις κειμένοις· δοῦλοι γὰρ τοῦ πλήθους ὄντες, ὦ Παυσανία, ἀρχὴν λαμβάνομεν, ἄρχοντες δὲ τοῖς δοῦσιν ἐπίφθονοι γινόμεθα. ἔπειτα οὐκ ἐπὶ τὴν αὐτὴν ἡμᾶς ἀπολύουσι χώραν, ἐν ᾗ καὶ πρὶν ἄρχειν ἦμεν, ἀλλὰ δοκιμάζοντες ἄρα τὴν ἑαυτῶν ἐξουσίαν καὶ συλλαμβανόμενοι τῷ σάλῳ τῆς τύχης εἰς φυγὰς καὶ θανάτους καταλύουσι τοὺς ἄρχοντας. δεῖ ἄρα ἐν πόλει τοὺς εὖ πράσσειν θέλοντας τούτου αὐτοῦ φείδεσθαι μάλιστα. σκόπει οὖν, ὦ Παυσανία, ὅπως ἥκιστα ἐκ τῶν παρόντων μεγάλη σε δέξεται μεταβολή· ἡμεῖς μὲν γὰρ ὧδε ἔχοντες οὐκέτι τὴν εὐτυχίαν διώξομεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>