<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="17"><head rend="center"><label>ιζ′.</label> Νικίᾳ καὶ Μελεάγρῳ.</head><p rend="indent">Ἀφίγμεθα εἰς τὴν Κέρκυραν, ὥσπερ καὶ ἀναγόμενοι διεγνώκειμεν, ὅ τε πλοῦς εὐπετὴς ἡμῖν ἐγένετο καὶ πολὺ ἀφεῖλεν οὗ ἐπὶ Κυλλήνης κατεσχέθημεν χρόνου, καὶ ἔτι τήν τε ναῦν εὐθὺς ὑμῖν ἀπέπεμψα καὶ τοὺς πλείους τῶν οἰκετῶν, ὡς ἂν μὴ βαρύτερόν που διάγωμεν ἢ φυγάσι πρέπειν οἰόμεθα. Κερκυραῖοι δὲ οὐκ οἶδ’ ὅπως ἔχοντες διαδύονται· μεμνῆσθαι μὲν γὰρ τῆς ἡμετέρας ὁμολογοῦσιν εὐεργεσίας καὶ ὀφείλειν χάριτας οὐδαμῶς ἀρνοῦνται, καιρῷ δὲ αὐτὰς οὐκ ἀγαθῷ ἀπαιτεῖσθαί φασιν· αὐτοὶ γὰρ ἀσθενέστεροι τῶν ἡμᾶς διωκόντων εἶναι. ἀξιοῦσι δὲ μὴ σφᾶς ἀντὶ τῆς εἰς ἕνα εὐχαριστίας ἅπαντας διαφθαρῆναι ἀναγκάσαι, μηδ’ ὀνήσαντα τῇ εὐεργεσίᾳ ἀπολέσαι τῇ ἀμοιβῇ. ὥστε εὐπρεπῶς ἡμᾶς ἀποπέμπονται, καὶ δέδια μὴ μακροτέρας ταῦτα ἀρχὴ γένηται φυγῆς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>