<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="16"><head rend="center"><label>ιϛ′.</label> Ἀλκέτᾳ.</head><p rend="indent">Εἰώθεις, ὦ Ἀλκέτα, ἅμα τὴν ἐμὴν ὀδυρόμενος φυγὴν μακαρίσαι τὴν Παυσανίου τύχην, καὶ πολλάκις ἔγραψας σύ γε ὡς ἀποδρᾶσα ἡμῶν ἡ δαίμων ἑαυτὴν προσθείη Παυσανίᾳ. οἴχεταί σοι μετ’ αὐτῆς ἀνὴρ ἐκεῖνος, ὦ Ἀλκέτα· οἴχεται μὲν ἡ ἐφ’ Ἑλλησπόντῳ ἀρχὴ τοσαύτη οὖσα, οἴχεται δὲ ὁ πλοῦτος καὶ τὸ ἄχρι βασιλέως ὄνομα, καὶ οὐδὲ ταφῆναι αὐτῷ τελευτήσαντι ἕτοιμον γέγονεν. οἱ δὲ μάλιστα θαυμάσαντες Παυσανίαν νῦν καὶ τοῦ ὀνόματος αὐτοῦ ἀπέχονται πολλῶν τοὺς ἀκουσομένους κακῶν ἀναπλήσοντος. ὥστε σοι ὥρα μήτε μακαρίζειν ἔτι τοῦ μεγέθους Παυσανίαν, μήτε μὴν ὀδύρεσθαι τῆς νῦν καταστροφῆς· δίκαια γὰρ νῦν δὴ πέπονθε καὶ ἐπαινοῦμεν αὐτοῦ τὴν τιμωρίαν. καὶ εἰ σφόδρα ἐκπέπληξαι τὸ ἄμετρον τῆς μεταβολῆς ἐννοούμενος, ἀπολύσομέν σε τῆς ἐκπλήξεως φήσαντες οἵοις καὶ ἡμᾶς ἀπέλυσε θάμβους ἀνὴρ ἐλθὼν εἰλώτης. 
καὶ μεταβαλλόμενος θαύμαζε, ὅτι τοιοῦτος ὢν περιῆν ἐκεῖνος καὶ εὐτύχει ποτὲ καὶ χρόνου πολλοῦ τῆς προδοσίας ἀπέλαυεν. ἐπώλου Παυσανίας βασιλεῖ τὴν Ἐλλάδα καὶ Μήδους ἐφίλει καὶ ἐμιμεῖτο, καὶ ἤχθετο ὅτι Ἕλλην εἴη καὶ οὐ τῶν ἐπὶ τὴν Ἑλλάδα ἐλθόντων. καὶ ἐπεὶ ἐδόκει ἀπολελογῆσθαι τῷ ἐν Πλαταιαῖς ἔργῳ μὴ κακὸς εἶναι, πιστεύεται τὴν ἐφ’ Ἑλλησπόντῳ στρατηγίαν. καὶ αὐτίκα διὰ τῆς στρατηγίας ἀπελογεῖτο Μήδοις ὅτι οὐδ’ ἐν Πλαταιαῖς ἑκὼν ἀγαθὸς ἐγένετο· ποινὴν δὲ ἐκείνου τοῦ ἔργου ἀντεδίδου τὴν Ἑλλάδα αὐτοῖς καὶ Ἀρταβάζῳ συνετίθετο ὄντι σατράπῃ βασιλέως ἐπὶ τοῖς πρὸς θαλάσσῃ ἔθνεσιν, αὐτῷ τε βασιλεῖ ταῦτα ἤγγελλε καὶ αὐτὸς ἤδη Μῆδος ἦν καὶ γνώμη καὶ διαίταις, καὶ οὐδὲ ἡ ἐσθὴς αὐτὸν ἔτι Ἕλληνα ἐποίει. ταῦτα δ’, ὥς που καὶ αὐτὸς ἔγνωκας, ὀλίγη τὸ πρῶτον εἰς Λακεδαιμονίους ἐκόμισεν ἀγγελία, καὶ αὐτίκα ἐκίνησε μέν, καίπερ ὀλίγη οὖσα, πλέον δ’ οὐδέν· ἐπεὶ δὲ μετεκλήθη, ἀπέτισε Παυσανίας καὶ ἀφαιρεθεὶς τὴν ἀρχὴν ἰδιώτης ἀντὶ στρατηγοῦ γίνεται. 
εὐθὺς γὰρ εἰς τὴν Ἀσίαν κομισθεὶς καὶ ὀργῇ τε καὶ ἀμύνῃ φέρων τὴν ἀφαίρεσιν τῆς στρατηγίας θερμότερον ἥπτετο τῶν πραγμάτων. κρύφα δὲ ἀκμὴν ἔπρασσεν, οὐκ αἰσχυνόμενος ἐπ’ αὐτοῖς εἰ μὴ λανθάνοι, ἀλλὰ φοβούμενος εἰ ἐκπέσοι ἀποτυχεῖν. αὐτίκα γὰρ ἅπασαν συνθεὶς τὴν προδοσίαν ἔμελλεν ἀναφανδὸν μεταστήσεσθαι πρὸς βασιλέα. τὸ δ’ οὖν μηχάνημα τῆς κρυφίου διαπέμψεως τοιοῦτον <pb facs="epistolographoih00hercuoft_0850"/> αὐτῷ κατεσκεύαστο, ὑφ’ οὗ δὴ μάλιστα καὶ ἐσώθη χρόνον τινὰ καὶ αὖθις ἀπώλετο. ἄγγελον τὸν ἀεὶ πεμπόμενον ὑπὸ Παυσανίου θάνατος παρὰ Ἀρταβάζῳ ἐδέχετο· ἐπέστελλε γὰρ δὴ Παυσανίας οὐδενὸς ἀμελέστερον τῶν τῆς προδοσίας κατακτείνειν τὸν ἄγγελον, ὡς μηδαμῇ λόγος σωθείη τῶν ὑπ’ αὐτοῦ πρασσομένων. 
καὶ αὐτῷ ἄχρι μὲν τριῶν καὶ τεσσάρων ἀπωλείας ἀγγέλων τὸ μηχάνημα εὐτύχει, ἐν τῷ πέμπτῳ δε ἔστη λανθάνουσα ἡ ἐπιχείρησις· δέος γὰρ ἔλαβε τοὺς ὑπηρετοῦντας τοῦ Παυσανίου καὶ μᾶλλον τὸ μηδένα ἀπονοστῆσαι τῶν πεμπομένων φοβερωτέρα μήνυσις ἐγένετο τοῖς μήπω ἀπεσταλμένοις. καὶ ἐπεὶ τὸ δεύτερον κληθεὶς εἰς Λακεδαίμονα ἀφίκετο Παυσανίας, καὶ μᾶλλον, ὅτε ἐν αἰτίαις ὢν ἔπεμπε πρὸς βασιλέα ἀγγέλους, ἔδεισεν ὁ τελευταῖος τῶν πεμπομένων καὶ ἐν νῷ βάλλεται τὴν ἑαυτοῦ ἀπώλειαν, καὶ πρὶν μαθεῖν οὐκ ἀξιῶν αὐτῷ τῷ φόβῳ πιστεύειν, ἀπομάσσεται τὴν σφραγῖδα τοῦ Παυσανίου, ὅπως ἔχοι σημήνασθαι ψευσθείς. λύσας δὲ τὰς ἐπιστολὰς καὶ τὰ πολλὰ περὶ καταυδουλώσεως τῶν Ἑλλήνων καὶ ἔσχατον περὶ τῆς ἑαυτοῦ ἀπωλείας ἀναγνοὺς φέρων ἐπιδείκνυσι τοῖς ἐφόροις. οἱ δὲ τοῖς γράμμασι καὶ τοῖς ἄλλοις κατὰ Παυσανίου λόγοις ποιούμενοι τεκμήριον ἔτι καὶ γυμνὴν κατανοῆσαι τὴν ἀλήθειαν ἐξειργάσαντο. καὶ καθίζουσι τὸν ἄνθρωπον ὡς ἱκέτην ἄγοντες παρὰ Ταίναρον, ἄνδρας ἐξ αὑτῶν κρύφα ἀποστείλαντες. 
ὡς δ’ ἀφικόμενος ὁ Παυσανίας ἐξήταζεν ὑφ’ ἧς αἰτίας ἱκέτης γέγονεν ὃν αὐτὸς ἄγγελον εἰς τὴν Ἀσίαν ἐπεπόμφει, αὐτίκα ὁ ἄνθρωπος μάρτυρά τε αὐτὸν ποιεῖται Παυσανίαν οὐδὲν παρ’ αὐτῷ θανάτου ποτὲ ἄξιον ἐργάσασθαι, προύφερέ τε ὡς ἀπεστέλλετο ἀπολούμενος. καὶ τῆς μὲν τῶν Ἑλλήνων δουλώσεως ὀλίγον ἑαυτῷ μέλειν ἔφασκεν (οὐδὲ γὰρ νῦν ἀδεῶς ἐλεύθερον εἶναι), ἑαυτὸν δὲ πρότερον ἀπολελύσθαι ἠξίου. Παυσανίας δὲ πιστοῦταί τε αὐτὸν περὶ τῆς ἀπωλείας καὶ κατέσχειν ἅπερ ἔγνω δεηθεὶς ἀναστήσας εἰς Λακεδαίμονα ᾔει, καὶ εἴποντο οἱ ἄνδρες οὐδενὸς ἀνήκοοι γεγονότες. ὡς δὲ τάχιστα πάντες οἱ ἔφοροι ταῦτα μαθόντες ἐφάνησαν αὐτὸν συλληψόμενοι, φθάνει εἰσπεσὼν εἰς τὸ ἱερὸν τῆς Χαλκιοίκου Ἀθηνᾶς καὶ ἱκέτης ἔν τινι οἴκῳ τοῦ τεμένους ἐκαθέζετο, οἳ δὲ ἀνοικοδομήσαντες τὴν εἴσοδον καὶ ἀφελόντες τὴν ὀροφὴν τοῦ οἴκου ὑπὸ ἐνδείας αὐτῷ παρέσχον ἱκέτῃ μένοντι ἀπολέσθαι, καὶ ἐπεὶ ἀποψύχοντα ἔγνωσαν, ἐξεκόμισαν τοῦ τεμένους καὶ ἐν βουλῇ ᾖσαν εἴτε δοῖεν αὐτῷ ταφῆναι εἴτε μή. 
τοιαῦτα, ὦ Ἀλκέτα, τὰ τῆς εὐτυχίας πέρατα Παυσανίαν κατέλαβε, καί σοι ἀποδέδωκα πάντα τὸν λόγον τοῦ εἰλώτου ἀνδρός. καὶ μηκέτι ἡμᾶς ὀδύρου τῆς φυγῆς· τρισόλβιοι γὰρ ἡμεῖς ἄρα, οἳ φθόνω ἐμετρήθημεν καὶ οὐκ ἐλάσσονες φθόνου ἐγενόμεθα, ἀλλὰ τὴν ἀρετὴν τῶν παρόντων ἔχομεν αἰτιᾶσθαι καὶ τοῦ πέρατος οὗ ἐτύχομεν τῆς ἐν δημοκρατίᾳ εὐπραγίας. ἀλλ’ εἴ που ἄρα αὐτοῖς, ὅτι καὶ ταπεινοὶ ἤδη γεγόναμεν, ἔλεος καὶ μεταμέλεια τὸ πάθος ἀντὶ φθόνου γίγνεται, μανθάνων <pb facs="epistolographoih00hercuoft_0851"/> ἐπίστελλε, ὦ Ἀλκέτα, καὶ τάχα ἂν ἤδη καὶ Αὐτολύκῳ ταὐτὰ ἐπιστέλλοντι πειθοίμεθα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>