<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="13"><head rend="center"><label>ιγ′.</label> Πολυγνώτῳ.</head><p rend="indent">Ἦπου σύ γε, ὦ Πολύγνωτε, τὰς ναυμαχίας ἡμῶν καὶ τὰς στρατηγίας ἐννοούμενος ἐγκελεύῃ καὶ τὴν ἐκ τῆς πατρίδος μετάστασιν ἡμᾶς γενναίως φέρειν. ἡμεῖς δ’ ἀπιόντες μέν, ὅτε καὶ ἐν ὄψει εἴχομεν τὰ καταλειπόμενα, θρασύτερον αὑτοῖς ἐπηγγελλόμεθα καρτερήσειν τὴν ἀπουσίαν, καὶ αὐτοὶ τὰς ναυμαχίας ἐννοούμενοι καὶ ὅσα ἄλλα ὑπεμείναμεν ὅμοια ᾠόμεθα ὑπὸ γενναιότητος καὶ ταῦτα διενεγκεῖν, καὶ οἶσθα ὅτι οὐκ ἄγαν ὀδυρόμενοι μεθιστάμεθα. νῦν δ’ ἡμῖν ὁ χρόνος, ὦ Πολύγνωτε, οὐ λήθην ὧν ἀπελείπομεν παρέχει οὐδὲ συνήθειαν τῆς φυγῆς, ἀλλ’ ἡ μὲν φυγὴ κούφη ἂν ἦν μὴ μακρὰ οὖσα, τὰ δ’ ἀπολειφθέντα ἔτι ποθεινότερα ὑπὸ τοῦ χρόνου γίγνεται, καὶ οὐ παραμυθία τίς ἐστιν ὅτι πολλὰ καὶ ἄλλα γενναίως ὑπέμεινα ἐγὼ μαχόμενος <pb facs="epistolographoih00hercuoft_0847"/> τοῖς βαρβάροις καὶ κινδυνεύων, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ καὶ ταῦτα ἐναντία γίγνεται· δοκῶ γὰρ δὴ καρτερῆσαι καὶ ταῦτα, ὅπως μοι παρῇ ἀπολαύειν Ἀθηνῶν. 
καὶ ὑπὸ τούτου μᾶλλον, ὦ Πολύγνωτε, ἐπιδιδόασιν αἱ φροντίδες, εἰ πολλοῖς μὲν ἄλλοις μηδὲ θεαταῖς γενομένοις τῶν περὶ Εὔβοιαν ἢ ἐν Σαλαμῖνι ναυμαχιῶν ἔνεσται βιοῦν ἐν Ἀθήναις καὶ ἐκβάλλειν οὓς βούλονται καὶ μετακαλεῖν εἰ δόξειεν, ἡμῖν δὲ τοῖς εἰ καὶ βραχὺ συλλαβομένοις φυλαχθῆναι ταύτην Ἀθηναίσις τὴν ἐξουσίαν μόνοις οὔτε ταύτης οὔτ’ Ἀθηνῶν μέτεστιν, ἀλλὰ καλούμεθά τε ὃ τοῖς ἐχθίστοις ἥδιστον καλεῖν, φυγάδες, αὐτοί τε ὅτι τοῦτ’ ἐσμὲν αἰσθανόμεθα, ἔρημοι μὲν ὑμῶν τῶν φίλων, ἔρημοι δὲ οἴκων καὶ ἑστίας ἐφ’ ἧς τὰ κατὰ Μήδων ἐπινίκια ἐθύσαμεν, πάροικοι δ’ ἀλλοτρίας γῆς τε καὶ πόλεως, καὶ τάχα καὶ ἀποθανούμεθα φυγάδες ἀκμὴν μένοντες. ἦ μάλα γὰρ ἄψυχοι ἐμαχόμεθ’ ἂν τοῖς πολεμίοις, εἰ ταῦτά τις ἐλπὶς ἡμῖν προύφαινεν. ἢ μετεδιώκομεν ἂν ταῦτα φέρουσαν τὴν νίκην, εἰ μετὰ Μήδους παρὰ Λακεδαιμονίοις περὶ τῆς Ἀθηναίων πόλεως ἐκινδυνεύομεν; Ἀργεῖοι γὰρ ἀποδεινενειν καὶ Ἀργείοις τἀγαθὰ εὔχεσθαι καὶ ἄλλῃ τινί πως καὶ πάσῃ πόλει, ἐπείπερ πάσῃς ἡμῖν μέτεστιν ἔξω Ἀθηνῶν. ἀλλὰ σχέτλιά γε καὶ ταῦθ’ ὑπὸ τῆς φυγῆς ἠναγκάσμεθα εἰπεῖν ὥσπερ ὑπὸ μανίας. 
τί γὰρ ἡμᾶς Ἀθηναῖοι κακόν, ὦ Πολύγνωτε, τί δ’ οὐκ ἀγαθὸν εἰργάσαντο; ἢ πῶς οὐ ψευσόμεθα, καὶ οὗτοι οἱ λόγοι ἔργου ἐλθόντος ἀποδράσονται; οὐ γάρ, εἰ Μῆδοι πάλιν τῇ Ἀττικῇ ἐπιχειροῖεν, ἀκίνδυνος, ὅτι φυγάς εἰμι, δόξω εἶναι, οὐδὲ τῶν μὴ τοιαῦτα πεπονθότων τὸν ἀγῶνα ἡγήσομαι, ἀλλ’ εἰ καὶ μὴ ναύαρχος ἢ στρατηγός, ὦ Πολύγνωτε, φυγάς γε μαχοῦμαι, καὶ οὔθ’ ἱππάσασθαι παρὰ τοῦτο χεῖρον ἄν μοι γένοιτο οὔτε νηὶ χρήσασθαι, πολὺ δ’ ἂν καὶ εἰδείην νῦν ὑπ’ ἐμπειρίας ἄμεινον ἢ τότε μαχητὴς γενέσθαι. καὶ φυγάδας μὲν ἡμᾶς δύναιντ’ ἂν οἱ κάκιστοι Ἀθηναίων ποιεῖν, κακοὺς δὲ οὐδέποτε. ἔδει δὲ ἄρα ἡμᾶς καὶ ἐν ταῖς καθ’ ἡμῶν αὐτῶν κολάσεσιν αἰσθέσθαι ἧς Ἀθηναίοις ἐσώσαμεν ἐξουσίας. καὶ ταῦτα μὲν ἐνθυμεῖσθαί τε πολλάκις ἡμῖν ἔστι καὶ λόγων πληροῦσθαι μυρίων, καὶ ἀντιμάχεσθαι δοκῶ ταῖς φροντίσιν, ἡ δὲ παροῦσα ἐρημία δεινὴ ἀντίκειται μεθέλκουσα καὶ ἑαυτῆς ποιοῦσα τὸν νοῦν, καὶ δὴ καὶ ἀπάγει ἡμᾶς τῶν ἰσχυροτέρων λογισμῶν. καὶ οὐδὲ Ἀργείων οἱ πλεῖστοι παρόντες ἡμῖν ἀντεροῦσι μὴ ἐρημίαν εἶναι ταῦτα, ἀλλ’ ἅμα τῷ πλήθει τῷ τούτων καὶ ἡ τῶν φίλων τε καὶ οἰκείων ἀπουσία φαίνεται. ἀλλ’ εἰ μὲν ἔρρωται ἤδη σοι τὸ θυγάτριον, ἣν προυτείνου τῆς κατοχῆς αἰτίαν, ἀφικνοῦ πολλὰ τῶν λυπούντων ἡμᾶς ἀφαιρησόμενος· ὅ τι δ’ ἂν ᾖ τὸ κατέχον, ταῦτα μὲν λυθῆναι εὐχόμεθα, Μεγακλέα δὲ μᾶλλον ἔτι καὶ σὺ παρὼν αὐτῷ καὶ ἐγὼ γράφων ἀναπείθωμεν ἐκτελέσαι ποτὲ ἐλθόντα τὴν ἡμετέραν ἐλπίδα καὶ παύσασθαι ὑπισχνούμενον. <pb facs="epistolographoih00hercuoft_0848"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>