<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="11"><head rend="center"><label>ια′.</label> Ἀμεινίᾳ.</head><p rend="indent">Εἰ καὶ μὴ κεχρήμεθα ἀλλήλοις πολὺν χρόνον, ἀλλ’ ἐοίκαμεν ἀλλήλοις πάντα τὸν βίον, αἵ τε χρεῖαί μου κεκοινώνηνται, μεγάλαι δέ, ὥστε ἀποχρῆναι ἡμῖν τὴν ἡμέραν ᾗ ἐναυμαχοῦμεν ἐν ταὐτῷ, οὐ στρατιᾶς μέρος ὄντες, ἀλλ’ ἐγὼ μὲν ὃν σὺ οἶσθα καὶ οἱ πλείους τῶν νῦν ὄντων ἀνθρώπων, σὺ δὲ τριήραρχος ὢν τοῦ παντὸς ἀριστεύων ναυτικοῦ· ἥπερ μείζων καὶ βεβαιοτέρα φιλία ἢ συναριστῶσι καὶ συνδειπνοῦσιν ὁσημέραι ἀνθρώποις, εἰ καὶ δοίης τὸ Τιθωνοῦ δὴ λεγόμενον γῆρας, διὰ τὸν χρόνον ἂν γένοιτο. πρός γε μὴν οὕτως ἀνδρεῖον ὄντα σε καὶ δίκαιον οὐδὲ ἀμνήμονα εἶναι πείθομαι ὧν χρεὼν μεμνῆσθαι, ἀλλὰ τὸν καιρὸν ὁρᾶν ἐκεῖνον οἴεσθαι παρόντα, ἐν ᾧ σὺ μὲν ἐπιβόητος εἰς πάντας ἐγένου δι’ ἡμᾶς, ἡμεῖς μέντοι διὰ σὲ πολλοῖς καὶ δυνατοῖς οὐκ Ἀθηναίων μόνον ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων προσεκρούσαμεν. 
ἢ πῶς οὐ δεινὸν ἂν γένοιτο Ἀλκιβιάδην μὲν καὶ Στράτιππον καὶ Λακρατίδην καὶ Ἑρμοκλέα τοὺς Ἀθηναίους, τὸν Αἰγινήτην δὲ Ἀριστείδην καὶ Δόρκωνα τὸν Ἐπιδαύριον καὶ Μόλωνα τὸν Τροιζήνιον καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων προδοσίαν τῆς ἐμῆς στρατηγίας καταδικάζειν, δι’ ἣν αὐτὸ τοῦτο ὧν ἕκαστος βούλεται τοῖς ἄρχουσιν ὑπάρχει τὰς οἰκείας οἰκεῖν πατρίδας, ἀρκουμένοις ὅτι περὶ σοῦ μοι δι’ ἀπεχθείας ἐγένοντο; καὶ ἐδικάσαντο ὀρθὴν τὴν ὑπὲρ τῶν ἀριστείων δίκην, ἐνεμέσησάν σε δὲ δι’ ὃν ὑπ’ ἐκείνων καὶ ἄλλων πολλῶν καὶ ἄγομαι καὶ φέρομαι, μὴ οὐχὶ τὸ ἑαυτοῦ τε καὶ τὸ ἀντὶ πάντων ἐκείνων εἶναί μοι φίλον. 
καὶ ἐρρωμενέστερον τῷ παντὶ τῆς εὐχαριστίας μετὰ τοῦ δικαίου ἡμῖν ὑπάρξει ἡ μετὰ τοῦ ἀδίκου μνησικακία, καὶ μεῖζον ἐκεῖνοι δυνήσονται κακοῦντες ἡμᾶς ἀδίκως ἢ σὺ δικαίως εὖ ποιῶν; ἀλλ’ οὐ γὰρ πείθομαι ταῦτα ὑπὲρ Ἀμεινίου τοῦ Εὐφορίωνος, ἀνδρὸς οὐ τὴν πατρῴαν μόνον εὐγένειαν γενναίου ἀλλὰ καὶ τὴν τῶν συγγενῶν, Κυνεγείρου μὲν ἐν τῷ Μαραθωνιακῷ πολέμῳ διενεγκόντος τὰ πολεμικά, Αἰσχύλου δὲ ἐν παντὶ τῷ βίῳ κατὰ <pb facs="epistolographoih00hercuoft_0846"/> παιδείαν καὶ σωφροσύνην διαφέροντος. ἀλλὰ καὶ μιμήσῃ αὐτὸς ἑαυτὸν καὶ τοῖς ἀδελφοῖς ὅμοιος ἔσῃ καὶ τῶ σεαυτοῦ ναυάρχῳ βοηθήσεις. ἡ δὲ βοήθεια ἀρίστη ἀντέχειν ἔν ταῖς ἐκκλησίαις ἑκάστοτε. καὶ ἐν μὲν τοῖς δημοσίοις συλλόγοις εἴ τι καινότερον ἐφ’ ἡμῖν ῥάπτοιτο καὶ μηχανῷτο ὑπὸ τῶν ἐξελασάντων ἡμᾶς ἢ κατὰ τῆς ἀθλίας μου γυναικός, εἰ καὶ σὺ τῶν ἡμετέρων ἐπαγγέλλοιο συλλαμβάνειν καὶ ὑπουργεῖν τὰ μετρία, εὖ ποιήσεις· εἰ δὲ ἐπαγγέλλοιο, οὐδέν σε ὀχλήσει πλὴν ἐπιμελείας καὶ ἐπαχθοῦς φροντίδος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>