<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="1"><head rend="center"><label>α′.</label> Αἰσχύλῳ.</head><p rend="indent">Ἀπερχόμενοι μὲν εἰς Δελφοὺς καταίρειν διεγνώκειμεν, ὡς ἐν Δελφοῖς, ἐφ’ ὅσον δοκεῖ Ἀθηναίοις, βιωσόμενοι· καθ’ ὁδὸν δὲ τῶν ἐξ Ἄργους μοι ξένων ἐντυγχάνουσι Νικίας καὶ Μελέαγρος, ὅ τε οὐ πρὸ πολλοῦ Ἀθήνησι διατρίψας Εὐκράτης. καὶ περιστάντες ὡς ᾔσθοντο πυνθανόμενοι τοῦ ἐξοστρακισμοῦ, ἠχθέσθησαν μὲν εὐθὺς καὶ πολλὰ Ἀθηναίοις ἐνεκάλουν· ἐπεὶ δὲ ἔγνωσαν ὅτι εἰς Δελφοὺς ὥρμημαι καταίρειν, παυσάμενοι τοῖς Ἀθηναίοις ἐγκαλεῖν ἐμὲ ἐκάκιζον, καὶ ἠτιμάσθαι μὲν ἑαυτοὺς ἔφασκον εἰ μὴ ἐπιτήδειοι ὑπελήφθησαν αὐτοὶ τὸ ἀτύχημα ἡμῶν ἐκδέξασθαι (ἐμαρτύροντο δὲ Νεοκλέα τὸν ἡμέτερον πατέρα ὡς ἐπὶ πλεῖστον βιώσειεν ἐν Ἄργει, ἐγὼ δὲ ἀμελοίην αὐτοῦ ἀγαπήσαντος Ἄργος τε καὶ τοὺς ἐν Ἄργει φίλους), οὐ μακρὰν δὲ ἦσαν καὶ ἐπαινεῖν Ἀθηναίους ὡς δίκαια τινόντων ἡμῶν. τελευτῶντες δὲ ἐδέοντο μὴ σφᾶς κατακρίνεσθαι τῆς ἐντυχίας μόνον τῆς ἡμετέρας αἰτίους γεγονέναι, μηδὲ ὑβρίσαι αὐτῶν τὸ εὐτύχημα τῆς ἀπαντήσεως, Νεοκλέα τε πάλιν προφέροντες καὶ ὡς ἄξιον εἴη πόλει τε τῇ αὐτῇ τῷ πατρὶ καὶ οἴκῳ ἐμβιῶναι. ὥστε ἀπῆγον ἡμᾶς ἔχοντες εἰς Ἄργος, Αἰσχύλε. καὶ νῦν ἐν Ἄργει τὴν φυγὴν ἀνεπαύσαμεν, καὶ πολλὰ πάσχομεν οὐδὲ ἄρχειν βουλόμενοι Ἀργείων · ἀγανακτοῦσι γὰρ ὡς ἀδικούμενοι, ἢν μὴ ἄρχωμεν. ἡμῖν δὲ ἀρέσκει μηδὲ μεγάλοις εἶναι δοκεῖν, οὐ μόνον ὅτι ἔβλαψεν ἡμᾶς ταῦτα, ἀλλὰ καὶ ὅτι ἀρκεῖ αὐτῶν ἐν δέοντι ἀπολελαυκέναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>