<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:88-95</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:88-95</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="88"><p> ἆρά γʼ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἆρά γʼ</foreign> Coraes: <foreign xml:lang="grc">ὁρᾶτε</foreign> codd.</note> ὁμοίως ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες, οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄσκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς σωτηρίας ἀντικαταλλάττεσθαι; τοιγαροῦν μονώτατοι ἐπώνυμοι τῆς χώρας εἰσὶν ἰσοθέων τιμῶν τετυχηκότες, εἰκότως· ὑπὲρ ἧς γὰρ οὕτω σφόδρα ἐσπούδαζον, δικαίως ταύτης<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταύτης</foreign> Es: <foreign xml:lang="grc">ταύτην</foreign> codd.</note> καὶ τεθνεῶτες ἐκληρονόμουν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="89"><p> ἀλλὰ Λεωκράτης οὔτε ζῶν οὔτε τεθνεὼς δικαίως ἂν αὐτῆς μετάσχοι, μονώτατος <add>δʼ</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign> add. Ald.</note> ἂν προσηκόντως ἐξορισθείη τῆς χώρας, ἣν ἐγκαταλιπὼν τοῖς πολεμίοις ᾤχετο· οὐδὲ γὰρ καλὸν τὴν αὐτὴν καλύπτειν τοὺς τῇ ἀρετῇ διαφέροντας καὶ τὸν κάκιστον πάντων ἀνθρώπων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="90"><p rend="align(indent)">καίτοι γʼ ἐπεχείρησεν εἰπεῖν, ὃ καὶ νῦν ἴσως ἐρεῖ πρὸς ὑμᾶς, ὡς οὐκ ἄν ποτε ὑπέμεινε<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπέμεινε</foreign> Schaub: <foreign xml:lang="grc">ὑπομεῖναι</foreign> codd.</note> τὸν ἀγῶνα τοῦτον συνειδὼς ἑαυτῷ τοιοῦτόν τι διαπεπραγμένῳ· ὥσπερ οὐ πάντας καὶ τοὺς κλέπτοντας καὶ ἱεροσυλοῦντας τούτῳ τῷ τεκμηρίῳ χρωμένους. οὐ γὰρ τοῦ πράγματός ἐστι σημεῖον ὡς οὐ πεποιήκασιν, ἀλλὰ τῆς ἀναιδείας ἣν ἔχουσιν. οὐ γὰρ τοῦτο δεῖ λέγειν, ἀλλʼ ὡς οὐκ ἐξέπλευσεν, οὐδὲ τὴν πόλιν ἐγκατέλιπεν, οὐδʼ ἐν Μεγάροις κατῴκησε· ταῦτά ἐστι τεκμήρια τοῦ πράγματος, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="91"><p> ἐπεὶ τό γʼ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τό γʼ</foreign> Coraes: <foreign xml:lang="grc">γε τὸ</foreign> codd.</note> ἐλθεῖν τοῦτον, οἶμαι θεόν τινα αὐτὸν ἐπʼ αὐτὴν ἀγαγεῖν τὴν τιμωρίαν, ἵνʼ ἐπειδὴ τὸν εὐκλεᾶ κίνδυνον ἔφυγε, τοῦ ἀκλεοῦς καὶ ἀδόξου θανάτου τύχοι, καὶ οὓς προὔδωκε, τούτοις ὑποχείριον αὑτὸν καταστήσειεν. ἑτέρωθι μὲν γὰρ ἀτυχῶν οὔπω δῆλον εἰ διὰ ταῦτα δίκην δίδωσιν ἐνταῦθα δὲ παρʼ οἷς προὔδωκε φανερόν ἐστιν ὅτι τῶν αὑτοῦ παρανομημάτων ὑπέχει ταύτην τὴν τιμωρίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="92"><p> οἱ γὰρ θεοὶ οὐδὲν πρότερον ποιοῦσιν<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">ποιοῦσιν</lem></app> del. Bekker.</note> ἢ τῶν πονηρῶν ἀνθρώπων τὴν διάνοιαν παράγουσι· καὶ μοι δοκοῦσι τῶν ἀρχαίων τινὲς ποιητῶν ὥσπερ χρησμοὺς γράψαντες τοῖς ἐπιγιγνομένοις<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιγιγνομένοις</foreign> Bekker: <foreign xml:lang="grc">ἐπιγενομένοις</foreign> codd.</note> τάδε τὰ ἰαμβεῖα καταλιπεῖν·
  <quote rend="blockquote" n="verse"><l met="iambic">ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, </l><l>τοῦτʼ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξαφαιρεῖται</foreign> Ald.: <foreign xml:lang="grc">ἐξαιρεῖται</foreign> codd.</note> φρενῶν </l><l>τὸν νοῦν τὸν ἐσθλόν, εἰς δὲ τὴν χείρω τρέπει </l><l>γνώμην, ἵνʼ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει.</l></quote><bibl xml:lang="eng">unknown</bibl> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="93"><p>τίς γὰρ οὐ μέμνηται τῶν πρεσβυτέρων ἢ τῶν νεωτέρων οὐκ ἀκήκοε Καλλίστρατον, οὗ θάνατον ἡ πόλις κατέγνω, τοῦτον φυγόντα καὶ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἀκούσαντα ὅτι ἂν ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων, ἀφικόμενον καὶ ἐπὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν καταφυγόντα, καὶ οὐδὲν ἧττον ὑπὸ τῆς πόλεως ἀποθανόντα; δικαίως· τὸ γὰρ τῶν νόμων τοῖς ἠδικηκόσι τυχεῖν τιμωρία ἐστίν. ὁ δέ γε θεὸς ὀρθῶς ἀπέδωκε τοῖς ἠδικημένοις κολάσαι τὸν αἴτιον· δεινὸν γὰρ ἂν εἴη, εἰ ταὐτὰ σημεῖα τοῖς εὐσεβέσι καὶ τοῖς κακούργοις φαίνοιτο.<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φαίνοιτο</foreign> Heinrich: <foreign xml:lang="grc">φαίνονται</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="94"><p rend="align(indent)">ἡγοῦμαι δʼ ἔγωγʼ, ὦ ἄνδρες, τὴν τῶν θεῶν ἐπιμέλειαν πάσας μὲν τὰς ἀνθρωπίνας πράξεις ἐπισκοπεῖν, μάλιστα δὲ τὴν περὶ τοὺς γονέας καὶ τοὺς τετελευτηκότας καὶ τὴν πρὸς αὑτοὺς εὐσέβειαν, εἰκότως· παρʼ ὧν γὰρ τὴν ἀρχὴν τοῦ ζῆν εἰλήφαμεν καὶ πλεῖστα ἀγαθὰ πεπόνθαμεν, εἰς τούτους μὴ ὅτι ἁμαρτεῖν, ἀλλὰ μὴ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ μὴ</foreign> Bekker: <foreign xml:lang="grc">ἀλλʼ ὅτι μὴ</foreign> codd.</note> εὐεργετοῦντας τὸν αὑτῶν βίον καταναλῶσαι μέγιστον ἀσέβημά ἐστι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="95"><p>λέγεται γοῦν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γοῦν</foreign> Maetzner: <foreign xml:lang="grc">οὖν</foreign> codd.</note> ἐν Σικελίᾳ (εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλʼ ἁρμόσει καὶ ὑμῖν ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι· τοῦτον δὲ ῥεῖν φασιν ἐπί <add>τε</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add. Baiter.</note> τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς πόλιν τινὰ τῶν ἐκεῖ κατοικουμένων. τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγὴν τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν ἀλλὰ ἐγκαταλαμβανόμενον, ἀράμενον φέρειν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>