<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:80-99</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:80-99</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="80"><p> διόπερ, ὦ ἄνδρες δικασταί, ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς πάντες οἱ Ἕλληνες, ὅτʼ ἔμελλον παραταξάμενοι μάχεσθαι πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρʼ αὑτῶν εὑρόντες, ἀλλὰ μιμησάμενοι τὸν παρʼ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγμένων ὅμως ἱκανῶς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἱκανῶς</foreign> Coraes: <foreign xml:lang="grc">ἰσχνῶς</foreign> codd.: <foreign xml:lang="grc">ἴχνος</foreign> M. Haupt et mox <foreign xml:lang="grc">τῆς ἐκείνων ἀρετῆς.</foreign></note> ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τὴν ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="81"><p><quote rend="blockquote"><label>Ὅρκος.</label><note anchored="true" resp="editor" xml:lang="lat">Huius iurisiurandi formulam, aliquanto breviorem, tradit <bibl n="Diod. 11.29" xml:lang="eng">Dio. Sic. 11.29</bibl>.</note>—Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ ἐγκαταλείψω<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ ἐγκαταλείψω</foreign> Sauppe: <foreign xml:lang="grc">οὐδὲ καταλείψω</foreign> codd.</note> τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="82"><p rend="align(indent)">οὕτω τοίνυν, ὦ ἄνδρες, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάντες ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθʼ ἑαυτῶν ἔσχον βοηθόν, καὶ πάντων <add>τῶν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> add. Baiter et Sauppe.</note> Ἑλλήνων ἀνδρῶν ἀγαθῶν γενομένων πρὸς τὸν κίνδυνον, μάλιστα ἡ πόλις ὑμῶν εὐδοκίμησεν. ὃ καὶ πάντων ἂν εἴη δεινότατον, τοὺς μὲν προγόνους ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδοξεῖν, ὑμᾶς δὲ μὴ κολάζειν τοὺς καταισχύναντας αὐτήν, ἀλλὰ περιορᾶν τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνειλεγμένην εὔκλειαν, ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν πονηρίαν καταλυομένην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="83"><p rend="align(indent)">καίτοι, ὦ ἄνδρες, μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν οὐδὲν τούτων περιιδεῖν. βούλομαι δὲ μικρὰ τῶν παλαιῶν ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε. τοῦτο γὰρ ἔχει μέγιστον ἡ πόλις ὑμῶν ἀγαθόν, ὅτι τῶν καλῶν ἔργων παράδειγμα τοῖς Ἕλλησι γέγονεν· ὅσον γὰρ τῷ χρόνῳ πασῶν ἐστιν ἀρχαιοτάτη, τοσοῦτον οἱ πρόγονοι ἡμῶν τῶν ἄλλων ἀνθρώπων ἀρετῇ διενηνόχασιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="84"><p><note anchored="true" resp="editor" xml:lang="lat">Suidas (s.v. <foreign xml:lang="grc">Εὐγενέστερος)</foreign> multa ex hac narratione citat.</note> ἐπὶ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ</foreign> om. Suidas.</note> Κόδρου γὰρ βασιλεύοντος Πελοποννησίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν αὐτῶν<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">αὐτῶν</lem></app><foreign xml:lang="grc">πᾶσαν</foreign> Suidas.</note> ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμασθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες τὸν θεὸν ἐπηρώτων εἰ λήψονται<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λήψονται</foreign> Suidas: <foreign xml:lang="grc">ἐπιλήψονται</foreign> codd.</note> τὰς Ἀθήνας· ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστράτευον ἐπὶ τὰς Ἀθήνας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="85"><p rend="align(indent)">Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθόμενος τὸ χρηστήριον διʼ ἀπορρήτων ἐξήγγειλε<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξήγγειλε</foreign> Bekker: <foreign xml:lang="grc">ἐξήγγελλε</foreign> Α.</note> τοῖς Ἀθηναίοις· οὕτως οἱ πρόγονοι ἡμῶν, ὡς ἔοικε, καὶ τοὺς ἔξωθεν ἀνθρώπους εὔνους ἔχοντες διετέλουν. ἐμβαλόντων δὲ τῶν Πελοποννησίων εἰς τὴν Ἀττικήν, τί ποιοῦσιν οἱ πρόγονοι ἡμῶν,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῶν</foreign> Bekker: <foreign xml:lang="grc">ὑμῶν</foreign> codd.</note> ὦ ἄνδρες δικασταί; οὐ καταλιπόντες τὴν χώραν ὥσπερ Δεωκράτης ᾤχοντο οὐδʼ ἔκδοτον τὴν θρεψαμένην καὶ τὰ ἱερὰ τοῖς πολεμίοις παρέδοσαν, ἀλλʼ ὀλίγοι ὄντες κατακλῃσθέντες<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατακλῃσθέντες</foreign> Es: <foreign xml:lang="grc">κατακλεισθέντες</foreign> codd.</note> ἐπολιορκοῦντο καὶ διεκαρτέρουν εἰς τὴν πατρίδα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="86"><p> καὶ οὕτως ἦσαν, ὦ ἄνδρες, γενναῖοι οἱ τότε βασιλεύοντες ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ τῆς τῶν ἀρχομένων σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν μεταλλάξαι<note anchored="true" resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">μεταλλάξαι</foreign> habent <foreign xml:lang="grc">τὴν</foreign> codd., del. Budaeus: <foreign xml:lang="grc">τινα</foreign> Reiske.</note> χώραν. φασὶ γοῦν τὸν Κόδρον παραγγείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ τοὺς πολεμίους, κατὰ τὰς πύλας ὑποδύντα φρύγανα συλλέγειν πρὸ τῆς πόλεως, προσελθόντων δʼ αὐτῷ δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ δρεπάνω παίσαντα<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παίσαντα</foreign> Blass: <foreign xml:lang="grc">πεσόντα</foreign> A pr.: <foreign xml:lang="grc">προσπεσόντα</foreign> A corr. (2): <foreign xml:lang="grc">πλήξαντα</foreign> Suidas.</note> τὸν δὲ περιλελειμμένον, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="87"><p> παροξυνθέντα τῷ Κόδρῳ καὶ νομίσαντα πτωχὸν εἶναι, σπασάμενον τὸ ξίφος ἀποκτεῖναι τὸν Κόδρον. τούτων δὲ γενομένων οἱ μὲν Ἀθηναῖοι κήρυκα πέμψαντες ἠξίουν δοῦναι τὸν βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν· οἱ δὲ Πελοποννήσιοι τοῦτον μὲν ἀπέδοσαν, γνόντες δʼ ὡς οὐκέτι δυνατὸν αὐτοῖς τὴν χώραν κατασχεῖν ἀπεχώρησαν. τῷ δὲ Κλεομάντει τῷ Δελφῷ ἡ πόλις αὐτῷ τε καὶ ἐκγόνοις ἐν πρυτανείῳ ἀίδιον σίτησιν ἔδοσαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="88"><p> ἆρά γʼ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἆρά γʼ</foreign> Coraes: <foreign xml:lang="grc">ὁρᾶτε</foreign> codd.</note> ὁμοίως ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες, οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄσκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς σωτηρίας ἀντικαταλλάττεσθαι; τοιγαροῦν μονώτατοι ἐπώνυμοι τῆς χώρας εἰσὶν ἰσοθέων τιμῶν τετυχηκότες, εἰκότως· ὑπὲρ ἧς γὰρ οὕτω σφόδρα ἐσπούδαζον, δικαίως ταύτης<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταύτης</foreign> Es: <foreign xml:lang="grc">ταύτην</foreign> codd.</note> καὶ τεθνεῶτες ἐκληρονόμουν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="89"><p> ἀλλὰ Λεωκράτης οὔτε ζῶν οὔτε τεθνεὼς δικαίως ἂν αὐτῆς μετάσχοι, μονώτατος <add>δʼ</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign> add. Ald.</note> ἂν προσηκόντως ἐξορισθείη τῆς χώρας, ἣν ἐγκαταλιπὼν τοῖς πολεμίοις ᾤχετο· οὐδὲ γὰρ καλὸν τὴν αὐτὴν καλύπτειν τοὺς τῇ ἀρετῇ διαφέροντας καὶ τὸν κάκιστον πάντων ἀνθρώπων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="90"><p rend="align(indent)">καίτοι γʼ ἐπεχείρησεν εἰπεῖν, ὃ καὶ νῦν ἴσως ἐρεῖ πρὸς ὑμᾶς, ὡς οὐκ ἄν ποτε ὑπέμεινε<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπέμεινε</foreign> Schaub: <foreign xml:lang="grc">ὑπομεῖναι</foreign> codd.</note> τὸν ἀγῶνα τοῦτον συνειδὼς ἑαυτῷ τοιοῦτόν τι διαπεπραγμένῳ· ὥσπερ οὐ πάντας καὶ τοὺς κλέπτοντας καὶ ἱεροσυλοῦντας τούτῳ τῷ τεκμηρίῳ χρωμένους. οὐ γὰρ τοῦ πράγματός ἐστι σημεῖον ὡς οὐ πεποιήκασιν, ἀλλὰ τῆς ἀναιδείας ἣν ἔχουσιν. οὐ γὰρ τοῦτο δεῖ λέγειν, ἀλλʼ ὡς οὐκ ἐξέπλευσεν, οὐδὲ τὴν πόλιν ἐγκατέλιπεν, οὐδʼ ἐν Μεγάροις κατῴκησε· ταῦτά ἐστι τεκμήρια τοῦ πράγματος, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="91"><p> ἐπεὶ τό γʼ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τό γʼ</foreign> Coraes: <foreign xml:lang="grc">γε τὸ</foreign> codd.</note> ἐλθεῖν τοῦτον, οἶμαι θεόν τινα αὐτὸν ἐπʼ αὐτὴν ἀγαγεῖν τὴν τιμωρίαν, ἵνʼ ἐπειδὴ τὸν εὐκλεᾶ κίνδυνον ἔφυγε, τοῦ ἀκλεοῦς καὶ ἀδόξου θανάτου τύχοι, καὶ οὓς προὔδωκε, τούτοις ὑποχείριον αὑτὸν καταστήσειεν. ἑτέρωθι μὲν γὰρ ἀτυχῶν οὔπω δῆλον εἰ διὰ ταῦτα δίκην δίδωσιν ἐνταῦθα δὲ παρʼ οἷς προὔδωκε φανερόν ἐστιν ὅτι τῶν αὑτοῦ παρανομημάτων ὑπέχει ταύτην τὴν τιμωρίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="92"><p> οἱ γὰρ θεοὶ οὐδὲν πρότερον ποιοῦσιν<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">ποιοῦσιν</lem></app> del. Bekker.</note> ἢ τῶν πονηρῶν ἀνθρώπων τὴν διάνοιαν παράγουσι· καὶ μοι δοκοῦσι τῶν ἀρχαίων τινὲς ποιητῶν ὥσπερ χρησμοὺς γράψαντες τοῖς ἐπιγιγνομένοις<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιγιγνομένοις</foreign> Bekker: <foreign xml:lang="grc">ἐπιγενομένοις</foreign> codd.</note> τάδε τὰ ἰαμβεῖα καταλιπεῖν·
  <quote rend="blockquote" n="verse"><l met="iambic">ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, </l><l>τοῦτʼ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξαφαιρεῖται</foreign> Ald.: <foreign xml:lang="grc">ἐξαιρεῖται</foreign> codd.</note> φρενῶν </l><l>τὸν νοῦν τὸν ἐσθλόν, εἰς δὲ τὴν χείρω τρέπει </l><l>γνώμην, ἵνʼ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει.</l></quote><bibl xml:lang="eng">unknown</bibl> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="93"><p>τίς γὰρ οὐ μέμνηται τῶν πρεσβυτέρων ἢ τῶν νεωτέρων οὐκ ἀκήκοε Καλλίστρατον, οὗ θάνατον ἡ πόλις κατέγνω, τοῦτον φυγόντα καὶ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἀκούσαντα ὅτι ἂν ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων, ἀφικόμενον καὶ ἐπὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν καταφυγόντα, καὶ οὐδὲν ἧττον ὑπὸ τῆς πόλεως ἀποθανόντα; δικαίως· τὸ γὰρ τῶν νόμων τοῖς ἠδικηκόσι τυχεῖν τιμωρία ἐστίν. ὁ δέ γε θεὸς ὀρθῶς ἀπέδωκε τοῖς ἠδικημένοις κολάσαι τὸν αἴτιον· δεινὸν γὰρ ἂν εἴη, εἰ ταὐτὰ σημεῖα τοῖς εὐσεβέσι καὶ τοῖς κακούργοις φαίνοιτο.<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φαίνοιτο</foreign> Heinrich: <foreign xml:lang="grc">φαίνονται</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="94"><p rend="align(indent)">ἡγοῦμαι δʼ ἔγωγʼ, ὦ ἄνδρες, τὴν τῶν θεῶν ἐπιμέλειαν πάσας μὲν τὰς ἀνθρωπίνας πράξεις ἐπισκοπεῖν, μάλιστα δὲ τὴν περὶ τοὺς γονέας καὶ τοὺς τετελευτηκότας καὶ τὴν πρὸς αὑτοὺς εὐσέβειαν, εἰκότως· παρʼ ὧν γὰρ τὴν ἀρχὴν τοῦ ζῆν εἰλήφαμεν καὶ πλεῖστα ἀγαθὰ πεπόνθαμεν, εἰς τούτους μὴ ὅτι ἁμαρτεῖν, ἀλλὰ μὴ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ μὴ</foreign> Bekker: <foreign xml:lang="grc">ἀλλʼ ὅτι μὴ</foreign> codd.</note> εὐεργετοῦντας τὸν αὑτῶν βίον καταναλῶσαι μέγιστον ἀσέβημά ἐστι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="95"><p>λέγεται γοῦν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γοῦν</foreign> Maetzner: <foreign xml:lang="grc">οὖν</foreign> codd.</note> ἐν Σικελίᾳ (εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλʼ ἁρμόσει καὶ ὑμῖν ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι· τοῦτον δὲ ῥεῖν φασιν ἐπί <add>τε</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add. Baiter.</note> τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς πόλιν τινὰ τῶν ἐκεῖ κατοικουμένων. τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγὴν τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν ἀλλὰ ἐγκαταλαμβανόμενον, ἀράμενον φέρειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="96"><p>φορτίου δʼ οἶμαι προσγενομένου καὶ αὐτὸς ἐγκατελήφθη. ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς εὐμενῶς ἔχει. λέγεται γὰρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιρρυῆναι</foreign> Es: <foreign xml:lang="grc">περιρρεῦσαι</foreign> codd.</note> τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, ἀφʼ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσαγορεύεσθαι</foreign> Reiske: <foreign xml:lang="grc">προσαγορεῦσαι</foreign> codd.</note> τῶν εὐσεβῶν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐσεβῶν</foreign> Ald.: <foreign xml:lang="grc">ἀσεβῶν</foreign> codd.</note> χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γονέας</foreign> hic et in 97 Es: <foreign xml:lang="grc">γονεῖς</foreign> codd.</note> ἐγκαταλιπόντας ἅπαντας<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐγκαταλιπόντας ἅπαντας</foreign> Pinzger: <foreign xml:lang="grc">ἅπαντας ἐγκαταλιπόντας</foreign> codd.</note> ἀπολέσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="97"><p> ὥστε καὶ ὑμᾶς δεῖν τὴν παρὰ <add>τῶν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> add. Sauppe.</note> θεῶν ἔχοντας μαρτυρίαν ὁμογνωμόνως τοῦτον κολάζειν, τὸν ἅπασι τοῖς μεγίστοις ἀδικήμασιν ἔνοχον ὄντα κατὰ τὸ ἑαυτοῦ μέρος. τοὺς μὲν γὰρ θεοὺς τὰς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰς</foreign> Reiske: <foreign xml:lang="grc">τοὺς</foreign> codd.</note> πατρίους τιμὰς ἀπεστέρησε,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπεστέρησε</foreign> Blass: <foreign xml:lang="grc">ἀπεστέρηκε</foreign> codd.</note> τοὺς δὲ γονέας τοῖς πολεμίοις ἐγκατάλιπε, τοὺς δὲ τετελευτηκότας τῶν νομίμων οὐκ εἴασε τυχεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="98"><p rend="align(indent)">καίτοι σκέψασθε, ὦ ἄνδρες· οὐ γὰρ ἀποστήσομαι τῶν παλαιῶν· ἐφʼ οἷς γὰρ ἐκεῖνοι ποιοῦντες ἐφιλοτιμοῦντο, ταῦτα δικαίως ἂν ὑμεῖς ἀκούσαντες ἀποδέχοισθε. φασὶ γὰρ Εὔμολπον τὸν Ποσειδῶνος<note anchored="true" resp="editor" xml:lang="lat">A verbis <foreign xml:lang="grc">τὸν Ποσειδῶνος</foreign> rursus incipit N.</note> καὶ Χιόνης μετὰ Θρᾳκῶν ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατʼ ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα, γυναῖκα ἔχοντα Πραξιθέαν τὴν Κηφισοῦ θυγατέρα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="99"><p> μεγάλου δὲ στρατοπέδου μέλλοντος αὐτοῖς εἰσβάλλειν εἰς τὴν χώραν, εἰς Δελφοὺς ἰὼν ἠρώτα τὸν θεὸν τί ποιῶν ἂν νίκην λάβοι παρὰ τῶν πολεμίων. χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ, τὴν θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὼ στρατοπέδω</foreign> Taylor: <foreign xml:lang="grc">τῷ στρατοπέδῳ</foreign> codd.</note> κρατήσειν τῶν πολεμίων, ὁ δὲ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ δὲ</foreign> Ald.: <foreign xml:lang="grc">ὡς δὲ</foreign> codd.</note> τῷ θεῷ πειθόμενος τοῦτʼ ἔπραξε, καὶ τοὺς ἐπιστρατευομένους ἐκ τῆς χώρας ἐξέβαλε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>