<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:74-84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:74-84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="74"><p> καίτοι οἴεσθʼ ἄν, εἰ τῇ Λεωκράτους διανοίᾳ χρησάμενοι πάντες ἔφυγον, τούτων ἄν τι γενέσθαι τῶν καλῶν ἔργων, ἢ ταύτην ἂν ἔτι τὴν χώραν κατοικεῖν ὑμᾶς; χρὴ τοίνυν, ὦ ἄνδρες, ὥσπερ τοὺς ἀγαθοὺς ἐπαινεῖτε καὶ τιμᾶτε, οὕτω καὶ τοὺς κακοὺς μισεῖν τε καὶ κολάζειν, ἄλλως τε καὶ Λεωκράτην, ὃς οὔτε ἔδεισεν οὔτε ᾐσχύνθη ὑμᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="75"><p rend="align(indent)">καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων, οἷς ἂν προσέχητε, τὰ δίκαια ποιήσετε καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ καὶ ἄξιοι τῆς πόλεως δόξετʼ εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="76"><p> ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταισχυνεῖν <gap reason="ellipsis" rend=" . . . "/> ἀμυνεῖν</foreign> Stephanus: <foreign xml:lang="grc">καταισχύνειν <gap reason="ellipsis" rend=" . . . "/> ἀμύνειν</foreign> codd.</note> μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε Λεωκράτης, φανερῶς ἐπιώρκηκε, καὶ οὐ μόνον ὑμᾶς ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκεν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἠσέβηκεν</foreign> Ald.: <foreign xml:lang="grc">ἠσέβησεν</foreign> Α.</note>. εἰ δὲ μὴ ὀμώμοκεν εὐθὺς δῆλός ἐστι παρασκευασάμενος<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρασκευασάμενος</foreign> A pr.: <foreign xml:lang="grc">παρεσκευασμένος</foreign> cett.</note> <add>ὡς</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> add. Es.</note> οὐδὲν ποιήσων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποιήσων</foreign> Frohberger: <foreign xml:lang="grc">ποιήσειν</foreign> codd.</note> τῶν δεόντων, ἀνθʼ ὧν δικαίως ἂν αὐτὸν καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε.<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τιμωρήσαισθε</foreign> Ducas: <foreign xml:lang="grc">τιμωρήσεσθε</foreign> A pr.: <foreign xml:lang="grc">τιμωρήσοισθε</foreign> A corr.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="77"><p> βούλομαι δʼ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου. λέγε, γραμματεῦ.
  <quote rend="blockquote"><label>Ὅρκος.</label><note anchored="true" resp="editor" xml:lang="lat">Iurisiurandi formulam, quam om. codd., addidi ex inscriptione saec. iv A.C. Acharnis inventa. Cf. Stobaeum, Florileg. xliii. 48 et *pollucem viii, 105 sq.</note>—<add>Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα, οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν στοιχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων καὶ οὐκ ἐλάττω παραδώσω τὴν πατρίδα, πλείω δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων, καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως. καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται ἐμφρόνως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐπιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια. ἴστορες θεοὶ Ἄγραυλος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος, Ἄρης καὶ Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη, Ἡρακλῆς, ὅροι τῆς πατρίδος, πυροί, κριθαί, ἄμπελοι, ἐλάαι, συκαῖ <gap reason="lost" rend=" . . . "/> </add></quote></p><p rend="align(indent)">καλός γʼ, ὦ ἄνδρες, καὶ ὅσιος ὁ ὅρκος. παρὰ τοῦτον τοίνυν ἅπαντα πεποίηκε Λεωκράτης. καίτοι πῶς ἂν ἄνθρωπος γένοιτο ἀνοσιώτερος ἢ μᾶλλον προδότης τῆς πατρίδος; τίνα δʼ ἂν τρόπον ὅπλα καταισχύνειέ τις μᾶλλον ἢ εἰ λαβεῖν μὴ θέλοι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θέλοι</foreign> Ald.: <foreign xml:lang="grc">θέλῃ</foreign> A pr.: <foreign xml:lang="grc">θέλει</foreign> A corr.</note> καὶ τοὺς πολεμίους ἀμύνασθαι; πῶς δʼ οὐ καὶ τὸν παραστάτην καὶ τὴν τάξιν λέλοιπεν ὁ μηδὲ τάξαι τὸ σῶμα παρασχών; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="78"><p> ποῦ δʼ ὑπὲρ ὁσίων καὶ ἱερῶν ἤμυνεν ἂν ὁ μηδένα κίνδυνον ὑπομείνας; τίνι δʼ ἂν τὴν πατρίδα προὔδωκε μείζονι<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">προὔδωκε μείζονι</lem></app><foreign xml:lang="grc">παρέδωκε μείζονα</foreign> Wesseling.</note> προδοσίᾳ; τὸ γὰρ τούτου μέρος ἐκλελειμμένη τοῖς πολεμίοις ὑποχείριός ἐστιν. εἶτα τοῦτον οὐκ ἀποκτενεῖτε τὸν ἁπάσαις ταῖς ἀδικίαις ἔνοχον ὄντα; τίνας οὖν τιμωρήσεσθε; τοὺς ἕν τι τούτων ἡμαρτηκότας; ῥᾴδιον ἔσται παρʼ ὑμῖν ἄρα μεγάλα ἀδικεῖν, εἰ φανεῖσθε ἐπὶ τοῖς μικροῖς μᾶλλον ὀργιζόμενοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="79"><p rend="align(indent)">καὶ μήν, ὦ ἄνδρες, καὶ τοῦθʼ ὑμᾶς δεῖ μαθεῖν, ὅτι τὸ συνέχον τὴν δημοκρατίαν ὅρκος ἐστί. τρία γάρ ἐστιν ἐξ ὧν ἡ πολιτεία συνέστηκεν, ὁ ἄρχων, ὁ δικαστής, ὁ ἰδιώτης. τούτων τοίνυν ἕκαστος ταύτην πίστιν δίδωσιν, εἰκότως· τοὺς μὲν γὰρ ἀνθρώπους πολλοὶ ἤδη ἐξαπατήσαντες καὶ διαλαθόντες οὐ μόνον τῶν παρόντων κινδύνων ἀπελύθησαν, ἀλλὰ καὶ τὸν ἄλλον χρόνον ἀθῷοι τῶν ἀδικημάτων τούτων εἰσί· τοὺς δὲ θεοὺς οὔτʼ ἂν ἐπιορκήσας τις λάθοι οὔτʼ ἂν ἐκφύγοι τὴν ἀπʼ αὐτῶν τιμωρίαν, ἀλλʼ εἰ μὴ αὐτός, οἱ παῖδές γε καὶ τὸ γένος ἅπαν τὸ τοῦ ἐπιορκήσαντος μεγάλοις ἀτυχήμασι περιπίπτει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="80"><p> διόπερ, ὦ ἄνδρες δικασταί, ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς πάντες οἱ Ἕλληνες, ὅτʼ ἔμελλον παραταξάμενοι μάχεσθαι πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρʼ αὑτῶν εὑρόντες, ἀλλὰ μιμησάμενοι τὸν παρʼ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγμένων ὅμως ἱκανῶς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἱκανῶς</foreign> Coraes: <foreign xml:lang="grc">ἰσχνῶς</foreign> codd.: <foreign xml:lang="grc">ἴχνος</foreign> M. Haupt et mox <foreign xml:lang="grc">τῆς ἐκείνων ἀρετῆς.</foreign></note> ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τὴν ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="81"><p><quote rend="blockquote"><label>Ὅρκος.</label><note anchored="true" resp="editor" xml:lang="lat">Huius iurisiurandi formulam, aliquanto breviorem, tradit <bibl n="Diod. 11.29" xml:lang="eng">Dio. Sic. 11.29</bibl>.</note>—Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ ἐγκαταλείψω<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ ἐγκαταλείψω</foreign> Sauppe: <foreign xml:lang="grc">οὐδὲ καταλείψω</foreign> codd.</note> τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="82"><p rend="align(indent)">οὕτω τοίνυν, ὦ ἄνδρες, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάντες ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθʼ ἑαυτῶν ἔσχον βοηθόν, καὶ πάντων <add>τῶν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> add. Baiter et Sauppe.</note> Ἑλλήνων ἀνδρῶν ἀγαθῶν γενομένων πρὸς τὸν κίνδυνον, μάλιστα ἡ πόλις ὑμῶν εὐδοκίμησεν. ὃ καὶ πάντων ἂν εἴη δεινότατον, τοὺς μὲν προγόνους ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδοξεῖν, ὑμᾶς δὲ μὴ κολάζειν τοὺς καταισχύναντας αὐτήν, ἀλλὰ περιορᾶν τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνειλεγμένην εὔκλειαν, ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν πονηρίαν καταλυομένην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="83"><p rend="align(indent)">καίτοι, ὦ ἄνδρες, μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν οὐδὲν τούτων περιιδεῖν. βούλομαι δὲ μικρὰ τῶν παλαιῶν ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε. τοῦτο γὰρ ἔχει μέγιστον ἡ πόλις ὑμῶν ἀγαθόν, ὅτι τῶν καλῶν ἔργων παράδειγμα τοῖς Ἕλλησι γέγονεν· ὅσον γὰρ τῷ χρόνῳ πασῶν ἐστιν ἀρχαιοτάτη, τοσοῦτον οἱ πρόγονοι ἡμῶν τῶν ἄλλων ἀνθρώπων ἀρετῇ διενηνόχασιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="84"><p><note anchored="true" resp="editor" xml:lang="lat">Suidas (s.v. <foreign xml:lang="grc">Εὐγενέστερος)</foreign> multa ex hac narratione citat.</note> ἐπὶ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ</foreign> om. Suidas.</note> Κόδρου γὰρ βασιλεύοντος Πελοποννησίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν αὐτῶν<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">αὐτῶν</lem></app><foreign xml:lang="grc">πᾶσαν</foreign> Suidas.</note> ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμασθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες τὸν θεὸν ἐπηρώτων εἰ λήψονται<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λήψονται</foreign> Suidas: <foreign xml:lang="grc">ἐπιλήψονται</foreign> codd.</note> τὰς Ἀθήνας· ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστράτευον ἐπὶ τὰς Ἀθήνας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>