<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:48-55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:48-55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="48"><p> εἰκότως· ὥσπερ γὰρ πρὸς τοὺς φύσει γεννήσαντας καὶ τοὺς ποιητοὺς τῶν πατέρων οὐχ ὁμοίως ἔχουσιν ἅπαντες ταῖς εὐνοίαις, οὕτω καὶ πρὸς τὰς χώρας τὰς μὴ φύσει προσηκούσας, ἀλλʼ ὕστερον ἐπικτήτους γενομένας καταδεέστερον διάκεινται. τοιαύταις δὲ γνώμαις χρησάμενοι καὶ τοῖς ἀρίστοις ἀνδράσιν ἐξ ἴσου τῶν κινδύνων μετασχόντες, οὐχ ὁμοίως τῆς τύχης ἐκοινώνησαν· τῆς γὰρ ἀρετῆς οὐ ζῶντες ἀπολαύουσιν, ἀλλὰ τελευτήσαντες τὴν δόξαν καταλελοίπασιν,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταλελοίπασιν</foreign> Bekker: <foreign xml:lang="grc">ἐγκαταλελοίπασιν</foreign> codd.</note> οὐχ ἡττηθέντες, ἀλλʼ ἀποθανόντες ἔνθαπερ ἐτάχθησαν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔνθαπερ ἐτάχθησαν</foreign> Markland: <foreign xml:lang="grc">ἔνθα παρετάχθησαν</foreign> codd.</note> ὑπὲρ τῆς ἐλευθερίας ἀμύνοντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="49"><p> εἰ δὲ δεῖ καὶ παραδοξότατον μὲν εἰπεῖν, ἀληθὲς δέ, ἐκεῖνοι νικῶντες ἀπέθανον. ἃ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἃ <gap reason="ellipsis" rend=" . . . "/> ταῦτʼ ἀμφότερα</foreign> Coraes: <foreign xml:lang="grc">τὰ <gap reason="ellipsis" rend=" . . . "/> ταῦτα γὰρ ἀμφότερα</foreign> codd.: <foreign xml:lang="grc">τὰ γὰρ <gap reason="ellipsis" rend=" . . . "/> ταῦτʼ ἄρα</foreign> Rehdantz.</note> γὰρ ἆθλα τοῦ πολέμου τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστίν. ἐλευθερία καὶ ἀρετή, ταῦτʼ ἀμφότερα τοῖς τελευτήσασιν ὑπάρχει. ἔπειτα δʼ οὐδʼ οἷόν τʼ ἐστὶν εἰπεῖν ἡττῆσθαι τοὺς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡττῆσθαι τοὺς</foreign> Taylor: <foreign xml:lang="grc">ἥττης αἰτίους τοὺς</foreign> codd.</note> ταῖς διανοίαις μὴ πτήξαντας τὸν τῶν ἐπιόντων φόβον. μόνους γὰρ τοὺς ἐν τοῖς πολέμοις καλῶς ἀποθνῄσκοντας οὐδʼ ἂν εἷς ἡττῆσθαι δικαίως φήσειε· τὴν γὰρ δουλείαν φεύγοντες εὐκλεᾶ θάνατον αἱροῦνται. ἐδήλωσε δʼ ἡ </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="50"><p> τούτων τῶν ἀνδρῶν ἀρετή· μόνοι γὰρ τῶν ἁπάντων τὴν τῆς Ἑλλάδος ἐλευθερίαν ἐν τοῖς ἑαυτῶν σώμασιν εἶχον. ἅμα γὰρ οὗτοί τε τὸν βίον μετήλλαξαν καὶ τὰ τῆς Ἑλλάδος εἰς δουλείαν μετέπεσεν· συνετάφη γὰρ τοῖς τούτων σώμασιν ἡ τῶν ἄλλων Ἑλλήνων ἐλευθερία. ὅθεν καὶ φανερὸν πᾶσιν ἐποίησαν οὐκ ἰδίᾳ πολεμοῦντες ἀλλʼ ὑπὲρ κοινῆς ἐλευθερίας προκινδυνεύοντες. ὥστε, ὦ ἄνδρες, οὐκ <add>ἂν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> add. Bekker.</note> αἰσχυνθείην εἰπὼν στέφανον τῆς πατρίδος εἶναι τὰς ἐκείνων ψυχάς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="51"><p> καὶ διʼ ἃ οὐκ ἀλόγως<note anchored="true" resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">ἀλόγως</foreign> add. <foreign xml:lang="grc">ἀνδρείαν</foreign> Blass.</note> ἐπετήδευον ἐπίστασθε, ὦ Ἀθηναῖοι, μόνοι τῶν Ἑλλήνων τοὺς ἀγαθοὺς ἄνδρας τιμᾶν· εὑρήσετε δὲ παρὰ μὲν τοῖς ἄλλοις ἐν ταῖς ἀγοραῖς ἀθλητὰς ἀνακειμένους, παρʼ ὑμῖν δὲ στρατηγοὺς ἀγαθοὺς καὶ τοὺς τὸν τύραννον ἀποκτείναντας. καὶ τοιούτους μὲν ἄνδρας οὐδʼ ἐξ ἁπάσης τῆς Ἑλλάδος ὀλίγους εὑρεῖν ῥᾴδιον, τοὺς δὲ τοὺς στεφανίτας ἀγῶνας νενικηκότας εὐπετῶς πολλαχόθεν ἔστι γεγονότας ἰδεῖν. ὥσπερ τοίνυν τοῖς εὐεργέταις μεγίστας τιμὰς ἀπονέμετε, οὕτω δίκαιον<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">δίκαιον</lem></app><foreign xml:lang="grc">δίκαιοι</foreign> Blass, qui <foreign xml:lang="grc">καὶ</foreign> secl.</note> καὶ τοὺς τὴν πατρίδα καταισχύνοντας καὶ προδιδόντας ταῖς ἐσχάταις τιμωρίαις κολάζειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="52"><p rend="align(indent)">σκέψασθε δʼ, ὦ ἄνδρες, ὅτι οὐδʼ ἐν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ ἐν</foreign> Taylor: <foreign xml:lang="grc">οὐδὲν</foreign> codd.: <foreign xml:lang="grc">οὐδʼ ἐφʼ</foreign> Bekker.</note> ὑμῖν ἐστιν ἀποψηφίσασθαι Λεωκράτους τουτουί, τὰ δίκαια ποιοῦσι. τὸ γὰρ ἀδίκημα τοῦτο κεκριμένον ἐστὶ καὶ κατεγνωσμένον. ἡ μὲν γὰρ ἐν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign> Bekker: <foreign xml:lang="grc">ἐπʼ</foreign> codd.</note> Ἀρείῳ πάγῳ βουλή (καὶ μηδείς μοι θορυβήσῃ· ταύτην γὰρ ὑπολαμβάνω μεγίστην τότε γενέσθαι τῇ πόλει σωτηρίαν) τοὺς φυγόντας<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φυγόντας</foreign> A. G. Becker: <foreign xml:lang="grc">φεύγοντας</foreign> codd.</note> τὴν πατρίδα καὶ ἐγκαταλιπόντας τότε τοῖς πολεμίοις<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς πολεμίοις</foreign> Bekker: <foreign xml:lang="grc">τοὺς πολεμίους</foreign> codd.: <foreign xml:lang="grc">ὡς πολεμίους</foreign> Ald.</note> λαβοῦσα ἀπέκτεινε. καίτοι, ὦ ἄνδρες, μὴ νομίζετε τοὺς τὰ τῶν ἄλλων φονικὰ ἀδικήματα ὁσιώτατα δικάζοντας αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν τοιοῦτόν τι παρανομῆσαι. ἀλλὰ μὴν Αὐτολύκου μὲν<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">μὲν</lem></app><foreign xml:lang="grc">γε</foreign> Gebauer.</note> ὑμεῖς κατεψηφίσασθε, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="53"><p> μείναντος μὲν αὐτοῦ ἐν τοῖς κινδύνοις, ἔχοντος δʼ αἰτίαν τοὺς υἱεῖς καὶ τὴν γυναῖκα ὑπεκθέσθαι, καὶ ἐτιμωρήσασθε.<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">κα ἐτιμωρήσασθε</lem></app> del. Dobree.</note> καίτοι εἰ τὸν τοὺς ἀχρήστους εἰς τὸν πόλεμον ὑπεκθέσθαι αἰτίαν ἔχοντα ἐτιμωρήσασθε, τί δεῖ πάσχειν ὅστις ἀνὴρ ὢν οὐκ ἀπέδωκε τὰ τροφεῖα τῇ πατρίδι; ἔτι δὲ ὁ δῆμος δεινὸν ἡγησάμενος εἶναι τὸ γιγνόμενον ἐψηφίσατο ἐνόχους εἶναι τῇ προδοσίᾳ τοὺς φεύγοντας τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ἀξίους εἶναι νομίζων τῆς ἐσχάτης τιμωρίας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="54"><p> ἃ δὴ κατέγνωσται μὲν παρὰ τῷ δικαιοτάτῳ συνεδρίῳ, κατεψήφισται δʼ ὑφʼ ὑμῶν τῶν δικάζειν λαχόντων, ὁμολογεῖται δὲ παρὰ τῷ δήμῳ τῆς μεγίστης ἄξια εἶναι τιμωρίας, τούτοις ὑμεῖς ἐναντία ψηφιεῖσθε; πάντων ἄρʼ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄρʼ</foreign> Heinrich (coll. 27, 78): <foreign xml:lang="grc">γὰρ</foreign> codd.</note> ἀνθρώπων ἔσεσθε ἀγνωμονέστατοι καὶ ἐλαχίστους ἕξετε τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="55"><p rend="align(indent)">ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν, ὦ ἄνδρες, Λεωκράτης φανερόν ἐστι· πυνθάνομαι δʼ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευσε καὶ κατὰ ταύτην τὴν ἐργασίαν ἀπεδήμησεν εἰς Ῥόδον. ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθʼ ᾧ<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">ᾧ</lem></app><foreign xml:lang="grc">ὡς</foreign> Baiter.</note> ῥᾳδίως λήψεσθʼ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς ἀκτῆς κατὰ τὴν πυλίδα ἐμβαίνουσιν οἱ κατʼ ἐμπορίαν πλέοντες ἀλλʼ εἴσω<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἴσω</foreign> Sauppe: <foreign xml:lang="grc">εἰσὶ</foreign> codd.:<foreign xml:lang="grc"> ἐκ</foreign> Ald.</note> τοῦ λιμένος, ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀποστελλόμενοι· ἔπειτα οὐ μετὰ τῆς ἑταίρας καὶ τῶν θεραπαινῶν ἀλλὰ μόνοι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μόνοι</foreign> Ald.: <foreign xml:lang="grc">μόνος</foreign> codd.</note> μετὰ παιδὸς τοῦ διακονοῦντος. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>