<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:129-139</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2:129-139</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="129"><p> καὶ πᾶσιν ἐπίσημον ἐποίησαν τὴν τιμωρίαν,<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">τὴν τιμωρίαν</lem></app> del. Heinrich: <foreign xml:lang="grc">τῇ τιμωρίᾳ</foreign> Morus.</note> ὅτι οὐδʼ αἱ παρὰ τῶν θεῶν ἐπικουρίαι τοῖς προδόταις βοηθοῦσιν, εἰκότως· οὐδὲν γὰρ πρότερον ἀδικοῦσιν<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">ἀδικοῦσιν</lem></app> del. Bekker.</note> ἢ περὶ τοὺς θεοὺς ἀσεβοῦσι τῶν πατρίων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πατρίων</foreign> Sauppe: <foreign xml:lang="grc">πατρῴων</foreign> codd.</note> νομίμων αὐτοὺς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὺς</foreign> Schulze: <foreign xml:lang="grc">ἑαυτοὺς</foreign> codd.</note> ἀποστεροῦντες. μέγιστον δὲ τῶν ἐκεῖ γεγενημένων τεκμήριόν ἐστιν ὃ μέλλω λέγειν· νόμον γὰρ ἔθεντο περὶ ἁπάντων τῶν μὴ ʼθελόντων ὑπὲρ τῆς πατρίδος κινδυνεύειν, διαρρήδην λέγοντα ἀποθνῄσκειν, εἰς αὐτὸ τοῦτο τὴν τιμωρίαν τάξαντες, εἰς ὃ μάλιστα φοβούμενοι τυγχάνουσι, καὶ τὴν ἐκ τοῦ πολέμου σωτηρίαν ὑπεύθυνον ἐποίησαν κινδύνῳ μετʼ αἰσχύνης. ἵνα δʼ εἰδῆτε ὅτι οὐ λόγον ἀναπόδεικτον εἴρηκα, ἀλλὰ μετʼ ἀληθείας<note anchored="true" resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">ἀληθείας</foreign> add. <foreign xml:lang="grc">ὑμῖν</foreign> Ν.</note> παραδείγματα, φέρε αὐτοῖς τὸν νόμον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="130"><p rend="align(center)"><label>Νόμος Λακεδαιμονίων</label></p><p rend="align(indent)">ἐνθυμεῖσθε δὴ ὡς καλὸς ὁ νόμος, ὦ ἄνδρες, καὶ σύμφορος οὐ μόνον ἐκείνοις ἀλλὰ καὶ τοῖς ἄλλοις ἀνθρώποις. ὁ γὰρ παρὰ τῶν πολιτῶν φόβος ἰσχυρὸς ὢν ἀναγκάσει τοὺς πρὸς τοὺς πολεμίους κινδύνους ὑπομένειν· τίς γὰρ ὁρῶν θανάτῳ ζημιούμενον τὸν προδότην ἐν τοῖς κινδύνοις ἐκλείψει τὴν πατρίδα; ἢ τίς παρὰ τὸ συμφέρον τῆς πόλεως φιλοψυχήσει, εἰδὼς ὑποκειμένην αὑτῷ <add>ταύτην</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταύτην</foreign> add. Scheibe.</note> τιμωρίαν; οὐδεμίαν γὰρ ἄλλην δεῖ ζημίαν εἶναι τῆς δειλίας ἢ θάνατον· εἰδότες γὰρ ὅτι δυοῖν κινδύνοιν ὑποκειμένοιν ἀναγκαῖον ἔσται θατέρου μετασχεῖν, πολὺ μᾶλλον αἱρήσονται τὸν πρὸς τοὺς πολεμίους ἢ τὸν πρὸς τοὺς νόμους καὶ τοὺς πολίτας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="131"><p rend="align(indent)">τοσούτῳ δʼ ἂν δικαιότερον οὗτος ἀποθάνοι τῶν ἐκ τῶν στρατοπέδων φευγόντων,<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">φευγόντων</lem></app><foreign xml:lang="grc">φυγόντων</foreign> Es.</note> ὅσον οἱ μὲν εἰς τὴν πόλιν ἥκουσιν ὡς ὑπὲρ ταύτης μαχούμενοι ἢ κοινῇ μετὰ τῶν ἄλλων πολιτῶν συνατυχήσοντες,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνατυχήσοντες</foreign> Dobree: <foreign xml:lang="grc">συνατυχοῦντες</foreign> codd.</note> οὑτοσὶ δʼ ἐκ τῆς πατρίδος ἔφυγεν, ἰδίᾳ τὴν σωτηρίαν ποριζόμενος, οὐδʼ ὑπὲρ τῆς ἰδίας ἑστίας ἀμύνεσθαι τολμήσας, ἀλλὰ μόνος οὗτος τῶν πάντων ἀνθρώπων καὶ τὰ τῆς φύσεως οἰκεῖα καὶ ἀναγκαῖα προδέδωκεν, ἃ καὶ τοῖς ἀλόγοις ζῴοις μέγιστα καὶ σπουδαιότατα διείληπται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="132"><p> τὰ γοῦν<note anchored="true" resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">γοῦν</foreign> codd. <foreign xml:lang="grc">ζῷα</foreign> habent, del. G. Hermann.</note> πετεινά, ἃ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἃ,</foreign> quod infra post <foreign xml:lang="grc">τάχος</foreign> habent codd., huc transtulit Reiske.</note> μάλιστα πέφυκε πρὸς τάχος,<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">τάχος</lem></app><foreign xml:lang="grc">τὸ τάχος</foreign> ΝΑ: <foreign>τὸ</foreign> om. cett.</note> ἔστιν ἰδεῖν ὑπὲρ τῆς αὑτῶν νεοττιᾶς ἐθέλοντα ἀποθνῄσκειν· ὅθεν καὶ τῶν ποιητῶν τινες εἰρήκασιν· 
  <quote rend="blockquote" n="verse"><l met="iambic">οὐδʼ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον, </l><l>ἄλλην<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλην</foreign> Coraes: <foreign xml:lang="grc">ἄλλῃ</foreign> codd.</note> νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν.<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἠξίωσεν ἐντεκεῖν</foreign> Scaliger: <foreign xml:lang="grc">ἐντεκεῖν ἠξίωσεν</foreign> codd.</note></l></quote> <bibl xml:lang="eng">unknown</bibl>  
   ἀλλὰ Λεωκράτης τοσοῦτον ὑπερβέβληκε δειλίᾳ ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ἐγκατέλιπε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="133"><p> τοιγαροῦν οὐδεμία πόλις αὐτὸν εἴασε παρʼ αὑτῇ μετοικεῖν, ἀλλὰ μᾶλλον τῶν ἀνδροφόνων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἀνδροφόνων</foreign> N corr. (2): <foreign xml:lang="grc">τὸν ἀνδροφόνον</foreign> ΝΑ.</note> ἤλαυνεν, εἰκότως· οἱ μὲν γὰρ φόνου φεύγοντες εἰς ἑτέραν πόλιν μεταστάντες οὐκ ἔχουσιν ἐχθροὺς τοὺς ὑποδεξαμένους, τοῦτον δὲ τίς ἂν ὑποδέξαιτο πόλις; ὃς γὰρ ὑπὲρ τῆς αὑτοῦ πατρίδος οὐκ ἐβοήθησε, ταχύ γʼ ἂν ὑπὲρ τῆς ἀλλοτρίας κίνδυνόν τινʼ ὑπομείνειεν. κακοὶ γὰρ καὶ πολῖται καὶ ξένοι καὶ ἰδίᾳ φίλοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων εἰσίν, οἳ τῶν μὲν ἀγαθῶν τῶν τῆς πόλεως μεθέξουσιν, ἐν δὲ ταῖς ἀτυχίαις οὐδὲ βοηθείας ἀξιώσουσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="134"><p> καίτοι τὸν ὑπὸ τῶν μηδὲν ἀδικουμένων μισούμενον καὶ ἐξελαυνόμενον τί δεῖ παθεῖν ὑφʼ ὑμῶν τῶν τὰ δεινότατα πεπονθότων; ἆρʼ οὐ τῆς ἐσχάτης τιμωρίας τυγχάνειν; καὶ μήν, ὦ ἄνδρες, τῶν πώποτε προδοτῶν δικαιότατʼ ἂν Λεωκράτης, εἴ τις μείζων εἴη τιμωρία θανάτου, ταύτην ὑπόσχοι. οἱ μὲν γὰρ ἄλλοι προδόται, μέλλοντες ἀδικεῖν ὅταν ληφθῶσι,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅταν ληφθῶσι</foreign> Contius: <foreign xml:lang="grc">ὅταν μὴ ληφθῶσι</foreign> N pr. A: <foreign xml:lang="grc">ὅταν ἢ</foreign>(vel <foreign xml:lang="grc">δὴ) ληφθῶσι</foreign> N corr. (2)</note> τιμωρίαν ὑπέχουσιν· οὗτος δὲ μόνος διαπεπραγμένος ἕπερ ἐπεχείρησε, τὴν πόλιν ἐγκαταλιπὼν κρίνεται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="135"><p rend="align(indent)">θαυμάζω δὲ καὶ τῶν συνηγορεῖν αὐτῷ μελλόντων, διὰ τι ποτε τοῦτον ἀξιώσουσιν ἀποφυγεῖν. πότερον διὰ τὴν πρὸς αὑτοὺς φιλίαν; ἀλλʼ ἔμοιγε δοκοῦσι δικαίως οὐκ ἂν χάριτος τυχεῖν ἀλλʼ ἀποθανεῖν, ὅτι χρῆσθαι τούτῳ τολμῶσι. πρὶν μὲν γὰρ τοῦτο πρᾶξαι Λεωκράτην ἄδηλον ἦν ὁποῖοί τινες ὄντες ἐτύγχανον, νῦν δὲ πᾶσι φανερὸν ὅτι τοῖς αὐτοῖς ἤθεσι χρώμενοι τὴν πρὸς τοῦτον φιλίαν διαφυλάττουσιν, ὥστε πολὺ πρότερον ὑπὲρ αὑτῶν αὐτοῖς ἐστιν ἀπολογητέον ἢ τοῦτον παρʼ ὑμῶν ἐξαιτητέον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="136"><p rend="align(indent)">ἡγοῦμαι δʼ ἔγωγε καὶ τὸν πατέρα αὐτῷ τὸν τετελευτηκότα, εἴ τις ἄρʼ ἔστιν αἴσθησις τοῖς ἐκεῖ περὶ τῶν ἐνθάδε γιγνομένων, ἁπάντων ἂν χαλεπώτατον γενέσθαι δικαστήν, οὗ τὴν χαλκῆν εἰκόνα ἔκδοτον κατέλιπε τοῖς πολεμίοις ἐν τῷ τοῦ Διὸς <add>τοῦ</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> add. Ald.</note> σωτῆρος ἱεροσυλῆσαι καὶ αἰκίσασθαι, καὶ ἣν ἐκεῖνος ἔστησε μνημεῖον τῆς αὑτοῦ μετριότητος, ταύτην αὐτὸς ἐπονείδιστον ἐποίησε· τοιούτου γὰρ υἱοῦ πατὴρ προσαγορεύεται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="137"><p> διὸ καὶ πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες, ἐρωτῶντες διὰ τί οὐκ ἐνέγραψα τοῦτο εἰς τὴν εἰσαγγελίαν, προδεδωκέναι τὴν εἰκόνα τὴν τοῦ πατρὸς τὴν ἐν τῷ τοῦ Διὸς τοῦ σωτῆρος ἀνακειμένην. ἐγὼ δʼ, ὦ ἄνδρες, οὐκ ἠγνόουν τοῦτο τἀδίκημʼ ἄξιον <add>ὂν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὂν</foreign> add. Bekker.</note> τῆς μεγίστης τιμωρίας, ἀλλʼ οὐχ ἡγούμην δεῖν περὶ προδοσίας τοῦτον κρίνων ὄνομα Διὸς σωτῆρος ἐπιγράψαι πρὸς τὴν εἰσαγγελίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="138"><p rend="align(indent)">ἐκπέπληγμαι δὲ μάλιστα ἐπὶ τοῖς μήτε γένει μήτε φιλίᾳ μηδὲν προσήκουσι, μισθοῦ δὲ συναπολογουμένοις ἀεὶ τοῖς κρινομένοις, εἰ λελήθασιν ὑμᾶς τῆς ἐσχάτης ὀργῆς δικαίως ἂν τυγχάνοντες. τὸ γὰρ ὑπὲρ τῶν ἀδικησάντων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀδικησάντων</foreign> Bekker:<foreign xml:lang="grc"> ἀδικημάτων</foreign> codd.</note> ἀπολογεῖσθαι τεκμήριόν ἐστιν ὅτι καὶ τῶν πεπραγμένων οἱ τοιοῦτοι<note anchored="true" resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">οἱ τοιοῦτοι</lem></app><foreign xml:lang="grc">τοῖς τοιούτοις</foreign> Blass.</note> ἂν μετάσχοιεν. οὐ γὰρ δεῖ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ</foreign> Bekker: <foreign xml:lang="grc">δὴ</foreign> codd.</note> καθʼ ὑμῶν γεγενῆσθαι δεινὸν ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="139"><p rend="align(indent)">καίτοι τινὲς αὐτῶν οὐκέτι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκέτι</foreign> Reiske: <foreign xml:lang="grc">οὐκ ἐπὶ</foreign> codd.</note> τοῖς λόγοις ὑμᾶς παρακρούσασθαι ζητοῦσιν, ἀλλʼ ἤδη ταῖς αὑτῶν λῃτουργίαις<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λῃτουργίαις</foreign> Blass: <foreign xml:lang="grc">λειτουργίαις</foreign> codd.</note> ἐξαιτεῖσθαι τοὺς κρινομένους ἀξιώσουσιν· ἐφʼ οἷς ἔγωγε καὶ μάλιστʼ ἀγανακτῶ. εἰς γὰρ τὸν ἴδιον οἶκον αὐτὰς περιποιησάμενοι, κοινὰς χάριτας ὑμᾶς ἀπαιτοῦσιν. οὐ γὰρ εἴ τις ἱπποτρόφηκεν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἱπποτρόφηκεν</foreign> Es: <foreign xml:lang="grc">ἱπποτετρόφηκεν</foreign> codd.</note> ἢ κεχορήγηκε λαμπρῶς ἢ τῶν ἄλλων τῶν τοιούτων τι δεδαπάνηκεν, ἄξιός ἐστι παρʼ ὑμῶν τοιαύτης χάριτος (ἐπὶ τούτοις γὰρ αὐτὸς μόνος στεφανοῦται, τοὺς ἄλλους οὐδὲν ὠφελῶν), ἀλλʼ εἴ τις τετριηράρχηκε λαμπρῶς ἢ τείχη τῇ πατρίδι περιέβαλεν ἢ πρὸς τὴν κοινὴν σωτηρίαν ἐκ τῶν </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>