<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0031.tlg005.perseus-grc2:23.5-23.16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0031.tlg005.perseus-grc2:23.5-23.16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0031.tlg005.perseus-grc2"><div type="textpart" subtype="chapter" n="23"><div type="textpart" subtype="verse" n="5"><p> ἔφη τε ὁ Παῦλος Οὐκ ᾔδειν,
                        ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι <quote>Ἄρχοντα τοῦ λαοῦ σου
                            οὐκ ἐρεῖς κακῶς.</quote>
                        </p></div><div type="textpart" subtype="verse" n="6"><p> Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν
                        Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί,
                        ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν
                        κρίνομαι. </p></div><div type="textpart" subtype="verse" n="7"><p> τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο
                        στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. </p></div><div type="textpart" subtype="verse" n="8"><p> Σαδδουκαῖοι γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε
                        ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. </p></div><div type="textpart" subtype="verse" n="9"><p> ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς <pb n="302"/> τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες
                        Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ
                        ἄγγελος—. </p></div><div type="textpart" subtype="verse" n="10"><p> Πολλῆς δὲ γινομένης στάσεως
                        φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα
                        καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν εἰς τὴν παρεμβολήν. </p></div><div type="textpart" subtype="verse" n="11"><p> Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν
                        Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς
                        Ῥώμην μαρτυρῆσαι. </p></div><div type="textpart" subtype="verse" n="12"><p> Γενομένης δὲ ἡμέρας
                        ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν
                        μήτε πεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. </p></div><div type="textpart" subtype="verse" n="13"><p>
                        ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι·
                            </p></div><div type="textpart" subtype="verse" n="14"><p> οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν
                        καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς
                        γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. </p></div><div type="textpart" subtype="verse" n="15"><p>
                        νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς
                        ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ
                        ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. </p></div><div type="textpart" subtype="verse" n="16"><p> Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν
                        παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
                            </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>