<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0031.tlg005.perseus-grc2:21.39-22.10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0031.tlg005.perseus-grc2:21.39-22.10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0031.tlg005.perseus-grc2"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="verse" n="39"><p> εἶπεν δὲ ὁ Παῦλος Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος,
                        Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν
                        μοι λαλῆσαι πρὸς τὸν λαόν. </p></div><div type="textpart" subtype="verse" n="40"><p> ἐπιτρέψαντος δὲ
                        αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ
                        σιγῆς γενομένης προσεφώνησεν τῇ Ἐβραΐδι διαλέκτῳ λέγων</p></div></div><div type="textpart" subtype="chapter" n="22"><div type="textpart" subtype="verse" n="1"><p> Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς
                        πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.— </p></div><div type="textpart" subtype="verse" n="2"><p> ἀκούσαντες δὲ ὅτι
                        τῇ Ἐβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καί φησιν—
                            </p></div><div type="textpart" subtype="verse" n="3"><p> Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν
                        Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας
                        Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων
                        τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστὲ σήμερον, </p></div><div type="textpart" subtype="verse" n="4"><p> ὃς
                        ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς
                        ἄνδρας τε καὶ γυναῖκας, </p></div><div type="textpart" subtype="verse" n="5"><p> ὡς καὶ ὁ ἀρχιερεὺς
                        μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς
                        τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους
                        εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. </p></div><div type="textpart" subtype="verse" n="6"><p> Ἐγένετο δέ
                        μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ
                        οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, </p></div><div type="textpart" subtype="verse" n="7"><p>
                        ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαούλ Σαούλ, τί με
                        διώκεις; </p></div><div type="textpart" subtype="verse" n="8"><p> ἐγὼ δὲ ἀπεκρίθην Τίς εἶ, κύριε;
                        εἶπέν τε πρὸς ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 
                    </p></div><div type="textpart" subtype="verse" n="9"><p> οἱ δὲ σὺν ἐμοὶ <pb n="300"/> ὄντες τὸ μὲν φῶς
                        ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. εἶπον δέ Τί ποιήσω,
                        κύριε; </p></div><div type="textpart" subtype="verse" n="10"><p> ὁ δὲ κύριος εἶπεν πρός με Ἀναστὰς
                        πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι
                        ποιῆσαι. </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>