<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="1"><p rend="align(indent)">τί χρὴ λέγειν πρὸς τῶν θεῶν περὶ τοιούτων ἀνθρώπων,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τοιούτων ἀνθρώπων</foreign> Ν: <foreign xml:lang="grc">τοιούτου ἀνθρώπου</foreign> Α.</note> ἢ πῶς<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἢ πῶς</foreign> Bekker: <foreign xml:lang="grc">ὅπως</foreign> codd.</note> χρήσεσθε τῇ τούτου πονηρίᾳ; ὃς οὐχ ἅπαξ ἀλλὰ τρὶς ἐξεληλεγμένος ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ὡς ὑμεῖς ἅπαντες ἴστε καὶ νῦν ἐν τῷ δήμῳ ἠκούετε, καὶ ἐψευσμένος ἁπάντων Ἀθηναίων ἐναντίον καὶ τῶν περιεστηκότων, φάσκων κωλύσειν Ἅρπαλον εἰς τὸν Πειραιᾶ καταπλεῦσαι,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καταπλεῦσαι</foreign> Bekker: <foreign xml:lang="grc">καταπλεύσειν</foreign> codd.</note> στρατηγὸς ὑφʼ ὑμῶν ἐπὶ τὴν Μουνιχίαν καὶ τὰ νεώρια κεχειροτονημένος, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="2"><p>καὶ δῶρα τολμήσας λαβεῖν κατὰ πάντων ὑμῶν καὶ τῆς χώρας καὶ παίδων καὶ γυναικῶν, καὶ ἐπιωρκηκὼς ὃν ὤμοσεν ὅρκον μεταξὺ τοῦ ἕδους καὶ τῆς τραπέζης, καὶ γράψας καθʼ ἑαυτοῦ ψήφισμα, καὶ θανάτου τιμησάμενος ἐὰν εἰλήφῃ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">εἰλήφῃ</foreign> Bekker: <foreign xml:lang="grc">εἴληφέ</foreign> codd.</note> τι τῶν χρημάτων ὧν Ἅρπαλος εἰς τὴν χώραν ἐκόμισεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="3"><p>ὅμως ἐτόλμησεν εἰς τοὺς εἰδότας ὑμᾶς ἐξεληλεγμένον ἑαυτὸν ἅπασι τούτοις ἔνοχον γεγενημένον ἐλθεῖν καὶ δεῖξαι ἑαυτόν, οὐ τῷ δικαίῳ πιστεύων, ὦ Ἀθηναῖοι,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὦ Ἀθηναῖοι</foreign> om. A.</note> — τί γὰρ τούτῳ δικαιοσύνης μέτεστιν; — ἀλλὰ τῇ τόλμῃ καὶ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καὶ</foreign> add. A corr. (2)</note> τῇ ἀναιδείᾳ, ᾗ χρώμενος πρότερον μὲν ἠξίωσε καταφρονήσας ὑμῶν καὶ τῶν ἐν τῇ πόλει δικαίων τὰ χρήματα λαβεῖν, νυνὶ δὲ ἀπολογησόμενος ἥκει ὡς οὐδὲν τούτων διαπέπρακται· τοσοῦτον τῆς ὑμετέρας ῥᾳθυμίας καταπεφρόνηκε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="4"><p>καὶ ὁ μὲν κοινὸς τῆς πόλεως νόμος, ἐάν τις <add>ἑνὸς</add><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἑνὸς</foreign> hic add. Blass (iam post <foreign xml:lang="grc">ἐναντίον</foreign> Bake): <foreign xml:lang="grc">ἑνί τινι</foreign> pro <foreign xml:lang="grc">ἐναντίον</foreign> Lipsius.</note> ἐναντίον τῶν πολιτῶν ὁμολογήσας τι παραβῇ τοῦτον ἔνοχον εἶναι κελεύει τῷ ἀδικεῖν· ὁ δὲ πάντας Ἀθηναίους ἐξηπατηκώς, καὶ προδοὺς τὴν πίστιν ἣν παρʼ ὑμῶν οὐκ ἄξιος ὢν ἔλαβε, καὶ τὸ καθʼ αὑτὸν μέρος ἅπαντʼ ἀνατετροφὼς τὰ ἐν τῇ πόλει, οὗτος ἐπὶ τὴν ἀπολογίαν ἥκειν φήσει τὴν ὑπὲρ τῆς αἰτίας τῆς εἰς αὑτὸν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὑτὸν</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">αὐτὸν</foreign> codd.</note> γεγενημένης; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="5"><p>ἐγὼ δέ, ὦ ἄνδρες,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἄνδρες</foreign> Α: <foreign>Ἀθηναῖοι</foreign> Ν.</note> εἰ δεῖ τἀληθῆ λέγειν — δεῖ δέ —, οὐ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐ</foreign> Maetzner: <foreign xml:lang="grc">οὐδὲ</foreign> codd.</note> τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνης<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">μόνης</foreign> Reiske: <foreign xml:lang="grc">μὲν</foreign> codd.</note> τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἢ</foreign> del. Reiske.</note> δημεῦσαι τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="6"><p rend="align(indent)">οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, ἢ νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ηὐτυχήκαθʼ ὅτι</foreign> Vogel: <foreign xml:lang="grc">ηὐτύχει καθότι</foreign> Α: <foreign>εὐτύχει καθότι</foreign> Ν.</note> οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὑτοῦ</foreign> N corr. (2): <foreign xml:lang="grc">αὐτὴν</foreign> N pr. A, del. Maetzner.</note> πονηρίαν ἀγνοουμένην ἔχοντος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="7"><p>οὐκ ἀποκτενεῖτε, ὦ Ἀθηναῖοι, πάντες ὁμοθυμαδὸν τὸν εἰς τοσαύτην αἰσχύνην καὶ ἀδικίαν πολλοὺς τῶν πολιτῶν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τῶν πολιτῶν</foreign> om. A.</note> ἐμβεβληκότα, τὸν ἀρχηγὸν γενόμενον τοῦ διαδεδομένου χρυσίου καὶ εἰς αἰτίαν καθιστάντα<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καθιστάντα</foreign> Stephanus: <foreign xml:lang="grc">καθίσαντα</foreign> codd.</note> πᾶσαν τὴν πόλιν; ἀλλʼ ὑπομενεῖτʼ ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς [ὅτι]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὅτι</foreign> del. Maetzner.</note> τὸ συνέδριον τὸ ἐν Ἀρείῳ πάγῳ ψευδεῖς πεποίηται τὰς ἀποφάσεις, καὶ ὡς αὐτὸς μὲν δίκαιος καὶ χρηστὸς καὶ ἀδωροδόκητός ἐστιν, ἡ δʼ ἐξ Ἀρείου πάγου βουλὴ ταῦτα πάντα προεῖται χάριτος ἢ λημμάτων<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">λημμάτων</foreign> Ν: <foreign>λήμματος</foreign> Α.</note> ἕνεκα; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="8"><p>ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτην<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πρώτην</foreign> Reiske: <foreign xml:lang="grc">πρῶτον</foreign> codd.</note> τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆς<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὐτῆς</foreign> Bekker: <foreign xml:lang="grc">αὐτὴν</foreign> codd.</note> γιγνομένην τιμωρίαν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="9"><p>τί γὰρ τοῦτον οὐκ ἂν οἴεσθε ἀποδόσθαι τῶν ἐν τῇ πόλει σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις; ἢ τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">λήψεσθαι</foreign> Α corr. (2) N corr. (2): <foreign xml:lang="grc">λήψεσθε</foreign> Α pr. N pr.</note> διπλάσιον οὗ νῦν εἴληφε χρυσίου; οὐδὲν ὅ τι οὐκ ἂν ὁ τοιοῦτος, ὦ ἄνδρες, ποιήσειεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="10"><p>ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἡγεῖται</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">αἱρεῖται</foreign> codd.</note> καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον ἢ τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τὴν</foreign> om. N.</note> πεζὴν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πεζὴν</foreign> Ν: <foreign>πεζικὴν</foreign> Α.</note> καὶ ναυτικὴν δύναμιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="11"><p rend="align(indent)">μὴ οὖν, ὦ Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἂν</foreign> add. A corr. (2)</note> ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἷός ἐστιν· ἀξίως δʼ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="12"><p>ὅς, ὦ Ἀθηναῖοι, τρὶς μὲν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">μὲν</foreign> om. A.</note> ἢ τετράκις ἱππαρχηκὼς ἀνδρῶν καλῶν κἀγαθῶν, πλεονάκις δʼ ἢ δεκάκις στρατηγὸς ὑφʼ ὑμῶν κεχειροτονημένος οὐκ ἄξιος ὤν, τιμώμενος καὶ ζηλούμενος διὰ τὴν πρὸς ὑμᾶς πίστιν ἀπέδοτο καὶ προέδωκε τὸ τῆς ἡμετέρας ἡγεμονίας<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἡμετέρας ἡγεμονίας</foreign> Ν: <foreign>ἡγεμονίας ἡμῶν</foreign> Α.</note> ἀξίωμα, καὶ εἰς τὸ αὐτὸ κατέστησεν ἑαυτὸν Ἀριστογείτονι, καὶ μισθωτὸν καὶ προδότην ἀντὶ στρατηγοῦ ἐποίησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="13"><p>ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Reiske: <foreign xml:lang="grc">ὑμῖν</foreign> codd.</note> καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, ὦ Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">χρημάτων πολλῶν</foreign> infra post <foreign xml:lang="grc">πρόγονοι</foreign> transtulit Blass.</note>· ἐν οἷς καὶ ἡ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, ἃ οἱ πρόγονοι κατασκευάσαντες ὑμῖν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">κατασκευάσαντες ὑμῖν</foreign> Ν <foreign>ὑμῖν κατασκευάσαντες</foreign> Α.</note> κατέλιπον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="14"><p>ὧν ἀναμιμνησκομένους ὑμᾶς, ὦ Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναις<note anchored="true" resp="Loeb">Post <foreign xml:lang="grc">κεκριμέναις</foreign> lacunam indicavit Blass, qui <foreign xml:lang="grc">καὶ ταύτην κρίνειν</foreign> deesse putavit.</note>· αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότες<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἑορακότες</foreign> Blass: <foreign xml:lang="grc">ἑωρακότες</foreign> ΝΑ: <foreign>ἑωρακότας</foreign> Stephanus.</note> τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τὸ</foreign> Ν: <foreign>τῷ</foreign> Α.</note> τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="15"><p rend="align(indent)">ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">δεῖ</foreign> A corr. ras.: <foreign xml:lang="grc">δεῖν</foreign> A pr. N.</note> καὶ παροξυνθέντας ὑφʼ ἡμῶν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἡμῶν</foreign> A corr.: <foreign xml:lang="grc">ὑμῶν</foreign> A pr. N.</note> ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότος<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">εἰσεληλυθότος</foreign> Blass (iam <foreign xml:lang="grc">εἰσεληλυθότος [τὴν κρίσιν]</foreign> Maetzner': <foreign xml:lang="grc">ἐκλελοιπότος</foreign> ΝΑ.</note> τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καὶ</foreign> del. Baiter.</note> οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="16"><p>ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷς<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οἷς</foreign> Reiske: <foreign xml:lang="grc">οὓς</foreign> codd.: <foreign xml:lang="grc">οἷς</foreign> et <foreign xml:lang="grc">δικάσαι</foreign> infra pro <foreign xml:lang="grc">δικάσοντας</foreign> Sauppe; sed inter <foreign xml:lang="grc">φύλακες</foreign> et <foreign xml:lang="grc">ἐπέτρεψεν</foreign> nonnihil excidisse videtur: post <foreign xml:lang="grc">δικάσοντας</foreign> lacunam indicavit Blass, qui<foreign xml:lang="grc"> οὓς</foreign> retinuit: sensum ita supplet Reiske: <foreign xml:lang="grc">οἷς ἡ τύχη . . . τὸ ὑπὲρ τοῦ δήμου ἀμύνεσθαι δικάσοντας ἐπέτρεψεν.</foreign></note> ἡ τύχη καὶ ὁ κλῆρος <gap reason="lost" rend=" . . . "/>ὑπὲρ τοῦ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τοῦ</foreign> add. A corr. (2)</note> δήμου δικάσοντας ἐπέτρεψεν, φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως [ἂν]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἂν</foreign> add. Reiske.</note> ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="17"><p>τί οὖν ἀναμενεῖτʼ, ὦ Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ Τιμοθέῳ<note anchored="true" resp="Loeb">Cf. <bibl n="Din. 1.14">διν. 1.14</bibl>.</note> Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τοῦ</foreign> add. A corr. (2)</note> τοὺς Ἕλληνας ἐλευθερώσαντος<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐλευθερώσαντος</foreign> A corr. (2): <foreign xml:lang="grc">ἐλευθερώσαντι</foreign> A pr. N.</note> καὶ Σάμον λαβόντι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">λαβόντι</foreign> N A pr.: <foreign xml:lang="grc">λαβόντος</foreign> A corr. (2)</note> καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι τὰς τηλικαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="18"><p>ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασα ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, ὃς οὐσίαν ἔχων πολλὴν καὶ παίδων ἀρρένων οὐκ ὄντων αὐτῷ, καὶ οὐδενὸς ἄλλου δεόμενος ὧν <add>ἂν</add><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἂν</foreign> add. Bekker.</note> ἄνθρωπος μέτριος δεηθείη, οὐκ ἀπέσχετο χρημάτων διδομένων κατὰ τῆς πατρίδος, οὐδʼ ἀπεκρύψατο τὴν ἔμφυτον πονηρίαν, ἀλλʼ ἀνεῖλε πᾶσαν τὴν γεγενημένην αὑτῷ πρὸς ὑμᾶς πίστιν, καὶ οἷς πρότερον ἔφη διαφέρεσθαι, πρὸς τούτους ἔταξεν αὑτόν, καὶ ἐξήλεγξεν αὑτοῦ τὴν προσποίητον καλοκαγαθίαν, ὅτι ψευδὴς ἦν.<note anchored="true" resp="Loeb">Post <foreign xml:lang="grc">ψευδὴς ἦν</foreign> apodosin excidisse putant nonnulli.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="19"><p rend="align(indent)">ἃ χρὴ λογισαμένους ὑμᾶς πάντας,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πάντας</foreign> add. N.</note> ὦ Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεως<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πόλεως</foreign> Ν: <foreign>πολιτείας</foreign> Α.</note> τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδότας<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">εἰδότας</foreign> Ald.: <foreign xml:lang="grc">εἰδότες</foreign> ΝΑ.</note> ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἡμῖν</foreign> A corr. (2): <foreign xml:lang="grc">ὑμῶν</foreign> A pr. N.</note> ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, ἃ τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐδεμίʼ ἂν</foreign> Bekker: <foreign xml:lang="grc">οὐδεμία</foreign> codd.</note> πόλις σωθείη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="20"><p>μηδεμίαν οὖν δέησιν, ὦ Ἀθηναῖοι, μηδʼ ἔλεον εἰς ὑμᾶς λαμβάνοντες<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">λαμβάνοντες]</foreign> del. Thalheim, qui post <foreign xml:lang="grc">αὐτοὺς</foreign> excidisse <foreign xml:lang="grc">προσεμένοι</foreign> vel aliud simile putat.</note> αὐτούς, μηδὲ τὴν ἐξ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀποδεδειγμένην ὑμῖν κατὰ τῶν κρινομένων ἀδικίαν<note anchored="true" resp="Loeb">Post <foreign xml:lang="grc">ἀδικίαν</foreign> lacunam indicavit Sauppe, qui totum locum sic restituit: <foreign xml:lang="grc">μηδʼ ἔλεον <add>δεξάμενοι</add> μηδὲ τὴν ἐξ αὐτῶν κτλ. . . . ἀδικίαν εἰς ὑμᾶς λαμβάνοντες αὐτοὺς <add>μηδὲ τὴν τῆς βουλῆς ἀπόφασιν</add> ἄκυρον ποιήσαντες κτλ.</foreign></note><gap reason="lost" rend=" . . . "/>ἄκυρον ποιήσαντες, βοηθήσατε κοινῇ τῇ πατρίδι καὶ τοῖς νόμοις· ταῦτα γὰρ ἀμφότερα διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>