<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2:3-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2:3-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="3"><p>διόπερ, ὦ Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τάχʼ ἄν</foreign> Bekker: <foreign xml:lang="grc">τάχα</foreign> codd.</note> τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένην<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">γεγευμένην</foreign> B, Bekker: <foreign xml:lang="grc">γεγενημένην</foreign> ΝΑ.</note> τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="4"><p>εἰ μὲν οὖν ἐγγενήσεσθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν ὅ τι ἄν [τις]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τις</foreign> del. Bekker.</note> βούληται ἐν τῇ πόλει διαπράττεσθαι· εἰ δὲ τοὺς πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμένων, ἀποκτείνατε τοῦτον, ὃς παρʼ ʼΑρπάλου λαβεῖν χρήματα ἐτόλμησεν, ὃν ᾔσθεθʼ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμῶν</foreign> Α: <foreign xml:lang="grc">ἡμῶν</foreign> Ν.</note> καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατε αὐτοῦ· τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="5"><p rend="align(indent)">ἆρʼ ἴσθʼ ὅτι τῆς ʼΑρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατʼ ἀκριβῆ τῶν ἕνεκʼ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, ὦ Ἀθηναῖοι, μηδʼ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλʼ ἐκκαθάρατε, καθʼ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρʼ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">κατὰ</foreign> N A pr.: <foreign xml:lang="grc">ἐκ</foreign> A corr. (2)</note> τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="6"><p>[ἢ διὰ τοὺς τοῦ κρινομένου προγόνους καὶ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καὶ</foreign> Α: <foreign xml:lang="grc">καὶ διὰ</foreign> Ν.</note> τὴν αὐτοῦ μετριότητα, καὶ ὅτι ὑμᾶς πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἀγαθὰ εἴργασται, ἄξιόν ἐστιν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐστιν</foreign> om. A.</note> αὐτοῦ φείσασθαι;]<note anchored="true" resp="Loeb">Verba <foreign xml:lang="grc">ἢ διὰ</foreign> usque ad <foreign xml:lang="grc">φείσασθαι</foreign> del. Bekker, coll. 8 init.</note> τί γὰρ ἀγνοεῖτε διʼ ὃ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἔσται ἡ κατʼ Ἀριστογείτονος ἀπόφασις</foreign> Ν: <foreign xml:lang="grc">ἡ κατʼ Ἀριστογείτονος ἔσται ἀπόφασις</foreign> A: quae omnia del. Dobree; infra, ante <foreign xml:lang="grc">παρὰ τῶν Ἀρεοπαγιτῶν,</foreign> habet Blass.</note> ἡ κατʼ Ἀριστογείτονος [ἀπόφασις]·<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀπόφασις</foreign>del. Maetzner.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="7"><p>ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐ δικαίως</foreign> Hug: <foreign xml:lang="grc">οὐδεὶς ὡς</foreign> N A pr.: <foreign xml:lang="grc">οὐδεὶς ταύτῃ πιστεύσει ὡς</foreign> A corr. (2): <foreign xml:lang="grc">ἄδικος</foreign> Blass.</note> παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη;<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">γεγενημένη</foreign> Blass: <foreign xml:lang="grc">γεγενημένῃ</foreign> codd.</note> ἢ τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμφερόντων οὐκ ἴσθʼ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="8"><p rend="align(indent)">ἀλλʼ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδία καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ταῦτʼ</foreign> Blass: <foreign xml:lang="grc">τοῦτʼ</foreign> codd.</note> ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο· </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>