<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="1"><p rend="align(indent)">πάνθʼ, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, προσδοκητέα ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἐν ταῖς γεγενημέναις ἀποφάσεσι· θαυμασιώτατον δὲ πάντων, ὡς ἐμοὶ δοκεῖ, τὸ νῦν γιγνόμενον. ὁ γὰρ πονηρότατος τῶν ἐν τῇ πόλει, μᾶλλον δὲ καὶ τῶν ἄλλων ἀνθρώπων, Ἀριστογείτων διαδικασόμενος ἥκει τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ ἀληθείας καὶ δικαιοσύνης, καὶ νυνὶ μείζονα κίνδυνον ἡ τὴν ἀπόφασιν πεποιημένη βουλὴ κινδυνεύει ἢ ὁ δῶρα λαμβάνων καθʼ ὑμῶν καὶ τὴν ὑπὲρ τῶν δικαίων παρρησίαν ἀποδόμενος εἴκοσι μνῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="2"><p>τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῶ, συμβήσεται· καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμεῖς ἀκριβέστερον</foreign> Ν: <foreign xml:lang="grc">ἀκριβέστερον ὑμεῖς</foreign> Α.</note> ἐμοῦ γιγνώσκετε· τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ψευδῆ</foreign> A corr. ras.:  <foreign xml:lang="grc">τὰ ψευδῆ,</foreign> ut vid., A pr.: <foreign xml:lang="grc">καὶ ψευδῆ</foreign> Ν.</note> κατʼ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρʼ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="3"><p>διόπερ, ὦ Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τάχʼ ἄν</foreign> Bekker: <foreign xml:lang="grc">τάχα</foreign> codd.</note> τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένην<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">γεγευμένην</foreign> B, Bekker: <foreign xml:lang="grc">γεγενημένην</foreign> ΝΑ.</note> τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="4"><p>εἰ μὲν οὖν ἐγγενήσεσθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν ὅ τι ἄν [τις]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τις</foreign> del. Bekker.</note> βούληται ἐν τῇ πόλει διαπράττεσθαι· εἰ δὲ τοὺς πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμένων, ἀποκτείνατε τοῦτον, ὃς παρʼ ʼΑρπάλου λαβεῖν χρήματα ἐτόλμησεν, ὃν ᾔσθεθʼ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμῶν</foreign> Α: <foreign xml:lang="grc">ἡμῶν</foreign> Ν.</note> καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατε αὐτοῦ· τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="5"><p rend="align(indent)">ἆρʼ ἴσθʼ ὅτι τῆς ʼΑρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατʼ ἀκριβῆ τῶν ἕνεκʼ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, ὦ Ἀθηναῖοι, μηδʼ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλʼ ἐκκαθάρατε, καθʼ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρʼ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">κατὰ</foreign> N A pr.: <foreign xml:lang="grc">ἐκ</foreign> A corr. (2)</note> τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="6"><p>[ἢ διὰ τοὺς τοῦ κρινομένου προγόνους καὶ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καὶ</foreign> Α: <foreign xml:lang="grc">καὶ διὰ</foreign> Ν.</note> τὴν αὐτοῦ μετριότητα, καὶ ὅτι ὑμᾶς πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἀγαθὰ εἴργασται, ἄξιόν ἐστιν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐστιν</foreign> om. A.</note> αὐτοῦ φείσασθαι;]<note anchored="true" resp="Loeb">Verba <foreign xml:lang="grc">ἢ διὰ</foreign> usque ad <foreign xml:lang="grc">φείσασθαι</foreign> del. Bekker, coll. 8 init.</note> τί γὰρ ἀγνοεῖτε διʼ ὃ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἔσται ἡ κατʼ Ἀριστογείτονος ἀπόφασις</foreign> Ν: <foreign xml:lang="grc">ἡ κατʼ Ἀριστογείτονος ἔσται ἀπόφασις</foreign> A: quae omnia del. Dobree; infra, ante <foreign xml:lang="grc">παρὰ τῶν Ἀρεοπαγιτῶν,</foreign> habet Blass.</note> ἡ κατʼ Ἀριστογείτονος [ἀπόφασις]·<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀπόφασις</foreign>del. Maetzner.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="7"><p>ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐ δικαίως</foreign> Hug: <foreign xml:lang="grc">οὐδεὶς ὡς</foreign> N A pr.: <foreign xml:lang="grc">οὐδεὶς ταύτῃ πιστεύσει ὡς</foreign> A corr. (2): <foreign xml:lang="grc">ἄδικος</foreign> Blass.</note> παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη;<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">γεγενημένη</foreign> Blass: <foreign xml:lang="grc">γεγενημένῃ</foreign> codd.</note> ἢ τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμφερόντων οὐκ ἴσθʼ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="8"><p rend="align(indent)">ἀλλʼ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδία καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ταῦτʼ</foreign> Blass: <foreign xml:lang="grc">τοῦτʼ</foreign> codd.</note> ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="9"><p>αὐτὸν δὲ τοῦτον, ὅτʼ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπήχθη — πολλάκις γὰρ ἴστε τοῦτο δήπου γεγενημένον —, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτοῦ,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὐτοῦ</foreign> Wurm: <foreign xml:lang="grc">αὐτούς</foreign> codd.</note> ὥστʼ ἐκείνους ἀποψηφίσασθαι μήτε πῦρ ἐναύειν τούτῳ μήτε συσσιτεῖν μηδένα μήτε θυσιῶν τῶν γιγνομένων κοινωνεῖν; καίτοι, ὦ Ἀθηναῖοι, τίνα χρὴ τοῦτον νομίζειν ἔχειν διάνοιαν, ὃς διὰ μὲν πονηρίαν εἰς τὸ δεσμωτήριον ἐνέπεσεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="10"><p>ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοις<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀπηγμένοις</foreign> Wurm: <foreign xml:lang="grc">ἀνηγμένοις</foreign> codd.</note> οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐκεῖ</foreign> Dobree: <foreign xml:lang="grc">ἐκείνοις</foreign> codd.</note> τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐκ</foreign> Α: <foreign xml:lang="grc">ἐκ τοῦ</foreign> Ν.</note> δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι; καὶ ταῦθʼ, ὅπερ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὅπερ</foreign> Blass: <foreign xml:lang="grc">ἅπερ</foreign> codd.</note> ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ταύτην τὴν</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">αὐτὴν τὴν</foreign> Ν: <foreign xml:lang="grc">τὴν αὐτὴν</foreign> Α.</note> ἀρχήν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="11"><p>ἔπειτʼ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τοῦ</foreign> om. A.</note> λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρʼ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστε ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="12"><p>οὐκ Ἀριστογείτων ἐστίν, ὦ Ἀθηναῖοι, ὁ κατὰ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Βραυρωνίας<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Βραυρωνίας</foreign> Markland: <foreign xml:lang="grc">βαυβρωνίας</foreign> ΝΑ.</note> καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθʼ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τούτῳ</foreign> Ν: <foreign xml:lang="grc">τοῦτον</foreign> Α.</note> ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημα ἐπιγεγραμμένον; οὐχ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐχ</foreign> Schmidt: <foreign xml:lang="grc">ὃ</foreign> codd., ret. Bekker (del. <foreign xml:lang="grc">τοῦτο</foreign>).</note> οὗτος πρὶν ἐκτῖσαι τοῦτο, συκοφαντῶν τὸν ἐντυγχάνοντα ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμωριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμμέναι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="13"><p>οὐ τὸ τελευταῖον οὗτος ἐνδειχθεὶς ὑπὸ Λυκούργου, καὶ ἐξελεγχθεὶς ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ, καὶ παραδοθεὶς τοῖς ἕνδεκα κατὰ τοὺς νόμους, περιπατῶν ἔμπροσθεν τῶν δικαστηρίων<note anchored="true" resp="Loeb">Post <foreign xml:lang="grc">δικαστηρίων</foreign> intercidisse <foreign xml:lang="grc">ὤφθη</foreign> vel <foreign xml:lang="grc">ἑωρᾶτο</foreign> susp. Reiske.</note> <gap reason="lost" rend=" . . . "/> καὶ εἰς τὴν προεδρίαν τῶν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τῶν</foreign> Α: <foreign xml:lang="grc">τὴν</foreign> Ν.</note> πρυτάνεων ἐκάθιζεν;<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐκάθιζεν] ἐγκαθίζων</foreign> Reiske.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="14"><p rend="align(indent)">εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον<note anchored="true" resp="Loeb">Post <foreign xml:lang="grc">κατεψηφισμένον</foreign> Sauppe <foreign xml:lang="grc">δʼ</foreign> addidit.</note> ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐνδειχθέντα</foreign> Ald.: <foreign xml:lang="grc">διδαχθέντες</foreign> ΝΑ: <foreign xml:lang="grc">καὶ ἀπαχθέντα</foreign> Sauppe.</note> φυλάξαι δʼ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">δʼ</foreign> del. Sauppe.</note> οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">εὐξάμενον</foreign> Α: <foreign xml:lang="grc">εὐξάμενος</foreign> Ν.</note> κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="15"><p>ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">συνῇστε</foreign> Hirschig: <foreign xml:lang="grc">σύνιστε</foreign> codd.</note> χρήσιμα πεπολιτευμένοις<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πεπολιτευμένοις</foreign> Ν: <foreign xml:lang="grc">πολιτευομένοις</foreign> Α.</note>· τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκεν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐδεπώποτε πεποίηκεν</foreign> Maetzner: <foreign xml:lang="grc">οὐδέποτε πεποίηκεν</foreign> Ν: <foreign xml:lang="grc">πεποίηκεν οὐδεπώποτε</foreign> Α.</note> ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">προσδεχομένοις</foreign> Ν: <foreign xml:lang="grc">δεχομένοις</foreign> Α.</note> σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">γνώριμον καὶ φανερὰν</foreign> Reiske: <foreign xml:lang="grc">γνώριμος καὶ φανερὸς</foreign> codd.</note> καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐν ὑμῖν</foreign> om. A.</note> δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότερα<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πότερα</foreign> Ν: <foreign xml:lang="grc">πότερον</foreign> Α.</note> βελτίους οὐκ ἔχετε συμβούλους ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="16"><p>χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμῶν</foreign> Ν: <foreign xml:lang="grc">ἡμῶν</foreign> Α.</note> ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην <add>ἐκκλησίαν</add><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐκκλησίαν</foreign> add. Dobree.</note> δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="17"><p>ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντες<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐπιθέντες</foreign> Fuhr: <foreign xml:lang="grc">ἐπιτιθέντες</foreign> codd.</note> τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντες<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀνακρίνοντες</foreign> (coll. <foreign xml:lang="grc">ποιούμενοι</foreign> 16) Blass: <foreign xml:lang="grc">ἀνακρίναντες</foreign> codd.</note> τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐστι</foreign> Reiske: <foreign xml:lang="grc">ἔσται</foreign> codd.</note> τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἱερὰ] ἠρία</foreign> Valesius.</note> πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="18"><p>ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">δεῖξαι</foreign> hic N: post <foreign xml:lang="grc">αὑτῷ</foreign> Α.</note> συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δʼ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ οὐδʼ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δʼ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐδὲ</foreign> Ν: <foreign xml:lang="grc">οὐδʼ ἐκ</foreign> Α.</note> τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="19"><p>ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="20"><p rend="align(indent)">διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν, ὦ Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὁσίαν</foreign> Bekker: <foreign xml:lang="grc">θείαν</foreign> codd.</note> καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, [καὶ]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καὶ</foreign> del. Emperius.</note> ἵνα τὸ πραότατον<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πραότατον</foreign> Reiske: <foreign xml:lang="grc">πραότερον</foreign> codd.</note> εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">παραδέδωκεν</foreign> Ν: <foreign xml:lang="grc">παρέδωκεν</foreign> Α.</note> ὑμῖν τιμωρήσασθαι, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>