<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="41"><p rend="align(indent)">οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> om. A.</note> φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ἢ ποίων νόμων οὐκ εἴληφεν ἀργύριον; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="42"><p>εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθʼ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθʼ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δʼ ἀποδόμενος οὐκ ἐβεβαίου; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="43"><p>εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνατεθησομένην</foreign> Reiske: <foreign xml:lang="grc"> ἀναθησομένην</foreign> codd.</note> εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμετέρους</foreign> (coll. 44) Blass: <foreign xml:lang="grc"> ὑμᾶς</foreign> codd.</note> Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φείδιππον</foreign> Bergk: <foreign xml:lang="grc"> Φίλιππον</foreign> codd.</note> ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βηρισάδην</foreign> Ald.: <foreign xml:lang="grc"> Βιρισάδην</foreign> codd.: <foreign xml:lang="grc"> Παιρισάδην</foreign> Thalheim.</note> καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκ τοῦ Πόντου</foreign> Baiter: <foreign xml:lang="grc"> ἐκ τούτων</foreign> codd.: <foreign xml:lang="grc"> ἐχθίστους</foreign> Ald.</note> τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">μέδιμνοι</foreign> Gibbon: <foreign xml:lang="grc"> μόδιοι</foreign> codd.</note> τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅποι</foreign> Ν:  <foreign xml:lang="grc">ὅπῃ</foreign> Α.</note> καταφύγῃ αὐτίκα φήσοντι εἶναι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="44"><p>ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, <add>τὸν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign> add. Baiter.</note> τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ.<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατίῃ</foreign> Ν:  <foreign xml:lang="grc">κατίοι</foreign> Α.</note> καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="45"><p>περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; <add>εἶτα</add>,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">εἶτα</foreign> add. Gebauer.</note> πρὸς τῆς Ἀθηνᾶς, οἴεσθʼ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δʼ εἴκοσι τάλαντʼ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δʼ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="46"><p rend="align(indent)">πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰς τῶν</foreign> Α:  <foreign xml:lang="grc">τὰς κατὰ τῶν</foreign> Ν.</note> ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνομέναις</foreign> Blass: <foreign xml:lang="grc"> γενομέναις</foreign> codd.</note> ἔνοχος καθέστηκεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="47"><p>ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθʼ ἑκάστην ἐκκλησίαν γιγνόμενος,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνόμενος</foreign> Blass: <foreign xml:lang="grc"> γενόμενος</foreign> A pr. N: <foreign xml:lang="grc"> γινόμενος</foreign> A corr.</note> ἐξεληλεγμένος δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, καὶ ἕτερα μὲν λέγων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς, ἀνθʼ ὧν — εἴπερ ἐστί που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, ὥσπερ ἔστι — δώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατʼ, ἄνδρες δικασταί, τῆς ἀρᾶς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="48"><p rend="align(center)"><label>Ἀρά</label></p><p rend="align(indent)">ἀλλʼ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτʼ αἰσχύνης οὔτʼ ἐλέγχου οὔτʼ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον ἡ βουλή· καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="49"><p>πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς ὑμᾶς</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc"> πρός τινας</foreign> codd.</note> τολμῶν. ἵνʼ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητʼ αὐτῷ, ἀλλʼ εἰδῆτʼ ἀκριβῶς ὅτι οὔτε μʼ ἀπέφηνεν ἡ βουλὴ οὔτʼ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφʼ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρʼ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτʼ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="50"><p rend="align(indent)">ἀνάγκη τὴν βουλήν, ὦ ἄνδρες, τὴν ἐξ Ἀρείου πάλου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τούτους; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, ἢ τοῦ δήμου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντινʼ ἂν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅντινʼ ἂν</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc"> ὅντινα</foreign> codd.</note> τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄς, ὦ μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="51"><p>δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθʼ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρʼ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ᾖ ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δʼ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="52"><p>καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕνʼ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕνʼ</foreign> Blass: <foreign xml:lang="grc"> ὃν</foreign> A pr. (del. ras.) N: <foreign xml:lang="grc"> ὄντʼ</foreign> Franke.</note> εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πυθοκλεῖ</foreign> Ν:  <foreign xml:lang="grc">Τιμοκλεῖ</foreign> Α.</note> κατʼ ἐμοῦ ταῦτʼ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="53"><p rend="align(center)"><label>Μαρτυρία</label></p><p rend="align(indent)">εἶτʼ οὐ δεινόν, ὦ Ἀθηναῖοι, εἰ, ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κἀμοῦ</foreign> Α corr. (2): <foreign xml:lang="grc"> κατʼ ἐμοῦ</foreign> A pr. N.</note> καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign> Gebauer: <foreign xml:lang="grc"> καὶ</foreign> codd.</note> διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατʼ ἐμοῦ ψευδεῖς γενόμεναι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γενόμεναι</foreign> Blass: <foreign xml:lang="grc"> γινόμεναι</foreign> codd.</note> κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθʼ ὑμῶν καὶ ταῦτα πεποιηκότʼ ἀδικεῖν, καὶ ὁ δημαγωγὸς ὑμῖν, ἐν ᾧ τὰς ἐλπίδας ἔχουσί τινες, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="54"><p>ἐπʼ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="55"><p>ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> Bekker: <foreign xml:lang="grc"> αὐτοῖς</foreign> codd.</note> ἀδικήματʼ οὐχ ὡς ὑμεῖς — καί μοι μὴ ὀργισθῆτε — δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις <add>ἀποφαίνει</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποφαίνει</foreign> add. Wolf.</note> καὶ τὸν ὁποιονοῦν ἠδικηκότα <add>παρὰ</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρὰ</foreign> add. Blass.</note> τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="56"><p>διόπερ τὸν παρʼ αὑτῶν ἀποστερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε· πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμήσαντʼ ἀποδόσθαι παρὰ τὰ νόμιμα τὸν αὐτὸν τρόπον ζημιώσασʼ ἐξέβαλε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="57"><p>τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. ἦ που ἄρα ἡ βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ὦ ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρʼ ἑαυτοῖς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτοῖς</foreign> Blass: <foreign xml:lang="grc"> ἑαυτῆς</foreign> codd.: <foreign xml:lang="grc"> ἑαυτῇ</foreign> Reiske.</note> ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="58"><p>πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν ἡ βουλὴ συνιέναι. κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθʼ ὑμεῖς, ὁμολογοῦντος τοῦ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> om. A.</note> Πολυεύκτου βαδίζειν εἰς Μέγαρʼ ὡς τὸν Νικοφάνην· ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν ἐφαίνεθʼ ὑμῖν ποιεῖν τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος ἠτυχηκότι καὶ συνευπορῶν, καθʼ ὅσον δυνατὸς ἦν, ἀπεστερημένῳ τῆς πατρίδος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="59"><p>αὕτη, Δημόσθενες, τῆς βουλῆς ἡ ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀφεῖναι</foreign> Blass: <foreign xml:lang="grc"> ἀφιέναι</foreign> codd.</note> τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φημι] ἢ μὴ</foreign> Reiske.</note> τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτʼ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνομένων</foreign> Blass: <foreign xml:lang="grc"> γινομένων</foreign> Ν:  <foreign xml:lang="grc">γενομένων</foreign> Α.</note> ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντʼ ἂν εἴη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="60"><p>δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁμαρτημάτων</foreign> Sauppe: <foreign xml:lang="grc"> ἡμαρτηκότων</foreign> codd.</note> ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλʼ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὀφλεῖν</foreign> Meier: <foreign xml:lang="grc"> ὀφείλειν</foreign> codd</note> κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, ἢ φάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας ὁ λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, ἢ δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λυσιτελήσῃ</foreign> Blass: <foreign xml:lang="grc"> λυσιτελὴς ᾖ</foreign> N A pr.: <foreign xml:lang="grc"> λυσιτελὲς ᾖ</foreign> A corr.</note> τοῖς τοῦτο τολμῶσι ποιεῖν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>