<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="21"><p>οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="22"><p>ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, ὦ Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρῆσθε] χρήσεσθε</foreign>Rosenberg:  <foreign xml:lang="grc">κέχρησθε</foreign> Blass.</note> τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="23"><p>ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μυλῶνι</foreign> Sauppe:  <foreign xml:lang="grc">μύλωνι</foreign> codd.</note>· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="24"><p>διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. ἀροῦται, φημί, καὶ σπείρεται· καὶ οὐκ ἠλέησε, φημί, ὁ μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφʼ ὑμῶν ἀποσταλείς, ἧς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἧς</foreign> Wolf:  <foreign xml:lang="grc">οἷς</foreign> codd.</note> ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="25"><p>κἀκεῖνοι <add>μέν</add>,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέν</foreign> add. Bekker.</note> ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ</foreign> Bekker: <foreign xml:lang="grc"> ἔτι</foreign> N pr. A: <foreign xml:lang="grc"> διά τε</foreign> N corr. (2)</note> τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰσχυόντων</foreign> Wolf: <foreign xml:lang="grc"> ἰσχόντων</foreign> codd.</note> καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">μὴ</foreign> del. Sauppe: ret. Blass, qui <foreign xml:lang="grc"> ὁρᾶν</foreign> pro <foreign xml:lang="grc"> περιορᾶν</foreign> scripsit.</note> περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς]<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῆς</foreign> del. Sauppe: <foreign xml:lang="grc"> τις</foreign> (deleto <foreign xml:lang="grc"> τις</foreign> post <foreign xml:lang="grc"> ἐάν)</foreign> Vogel, Blass.</note> Ἀθηναίων<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Ἀθηναίων] Θηβαίων</foreign> Reiske.</note> ἔχων πορεύηται· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="26"><p>οὗτος δὲ ὁ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φήσει</foreign> Wolf: <foreign xml:lang="grc"> φησί</foreign> codd.</note> παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ὦ ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="27"><p>μόνως γὰρ οὕτως, ἄνδρες<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνδρες</foreign> (hic et passim in orat. I) N: <foreign xml:lang="grc"> ὦ ἄνδρες</foreign> (hic et in 29, 80, 83, 108) *a.</note> Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἀδικημάτων</foreign> Ν:  <foreign xml:lang="grc">τῆς πονηρίας</foreign> Α.</note> ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δʼ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="28"><p rend="align(center)"><label>Ψήφισμα <space/> Μαρτυρίαι <space/> Ἐπιστολαί</label></p><p rend="align(indent)">μισθωτὸς οὗτος, ὦ Ἀθηναῖοι, μισθωτὸς οὗτός<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὗτός]</foreign> del. Blass.</note> ἐστι παλαιός. οὗτος ἦν ὁ τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει συναπελογεῖτο<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">συναπελογεῖτο</foreign> Wurm: <foreign xml:lang="grc"> συνανελογεῖτο</foreign> codd.: <foreign xml:lang="grc"> συνανεκοινολογεῖτο</foreign> Ald.</note> τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, διʼ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετʼ Ἀντιπάτρου δεῦρʼ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="29"><p>μὴ ἀφῆτε, ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον ἀτιμώρητον, εἰλημμένον ἐπʼ αὐτοφώρῳ δῶρα ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγαθῆς τύχης ὑμᾶς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Sauppe: <foreign xml:lang="grc"> ἡμᾶς</foreign> codd.</note> ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβληκυίας, τοῦτον δʼ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀποτυχίας τρέψαντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="30"><p>εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολαβόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ἢ ὑμῶν ἢ τῶν περιεστηκότων, εἰς ποῖα οὗτος πράγματα εἰσελθὼν ἢ ἴδια ἢ κοινὰ οὐκ ἀνατέτροφεν;<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνατέτροφεν</foreign> Blass: <foreign xml:lang="grc"> ἀνατέτραφεν</foreign> codd.</note> οὐκ εἰς μὲν τὴν Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετʼ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="31"><p>οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελεν — ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσʼ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">καὶ ἐν οἷς</foreign> A corr. (2): <foreign xml:lang="grc"> ἐν οἷς</foreign> A pr. N, Thalheim, qui post <foreign xml:lang="grc"> πρᾶξαι</foreign> interpunxit et <foreign xml:lang="grc"> δὲ</foreign> post <foreign xml:lang="grc"> τοσοῦτον</foreign> addidit.</note> τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="32"><p>ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλʼ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν οὗτος<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὗτος</foreign> Α:  <foreign xml:lang="grc">οὕτως</foreign> Ν.</note> κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν ἡ τύχη ταῦτα ὥστʼ ἐναντία<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥστʼ ἐναντία</foreign> Baiter: <foreign xml:lang="grc"> ὡς τἀναντία</foreign> codd.</note> γενέσθαι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γενέσθαι</foreign> Blass: <foreign xml:lang="grc"> γίνεσθαι</foreign> Α:  <foreign xml:lang="grc">γίγνεσθαι</foreign> Ν.</note> τοῖς προσδοκωμένοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="33"><p>ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον ἡ τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· <add>καὶ</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> add. Reiske.</note> οὗτος ἀπώλετο. καὶ ταῦθʼ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἢ ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλʼ ἢ τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως<note anchored="true" resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc"> πόλεως</foreign> lacunam indicavit Maetzner, post <foreign xml:lang="grc"> ἐγένετο</foreign> Sauppe.</note><gap reason="lost" rend=" . . . "/>; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="34"><p><gap reason="lost" rend=" . . . "/>συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐπʼ Ἄγιδος</foreign> Wesseling: <foreign xml:lang="grc"> ἐπʼ Αἰγὸς</foreign> codd.: <foreign xml:lang="grc"> ἔναγχος</foreign> Cobet.</note> ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς οἱ] ὡς ἦσαν οἱ</foreign> Reiske.</note> λέγοντες, ἐν Ἰνδοῖς ἦν, ἡ δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="35"><p>τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign> Bekker: <foreign xml:lang="grc"> του τῶν</foreign> Α:  <foreign xml:lang="grc">τῶ  . . . τῶν,</foreign> ut vid., N pr. <foreign xml:lang="grc"> (τῶ</foreign> eras.).</note> [κινδύνων];<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">κινδύνων</foreign> del. Bekker.</note> συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="36"><p>ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῇ πόλει</foreign> Stephanus: <foreign xml:lang="grc"> τὴν πόλιν</foreign> codd.</note> καὶ μηδεπώποτε<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">μηδεπώποτε</foreign> Blass: <foreign xml:lang="grc"> μηδέποτε</foreign> codd.</note> βελτιόνων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="37"><p rend="align(indent)">οὐκ ἀναμνήσεσθε, ὦ ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δικαίας] παλαιᾶς</foreign> Bekker: alii alia.</note> ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="38"><p>ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γεγενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἑρχιέως<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἑρχιέως</foreign> Weidner: <foreign xml:lang="grc"> Ἐρχιέως</foreign> codd.</note> καὶ Ἠλείου<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἠλείου</foreign> Reiske: <foreign xml:lang="grc"> Ἠλιοῦ</foreign> ΝΑ.</note> <add>καὶ</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> add. Bergk.</note> Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν χρόνον δουλεύουσαν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="39"><p>οἱ δὲ πείσαντος<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πείσαντος</foreign> Blass: <foreign xml:lang="grc"> πείσαντες</foreign> codd.</note> ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ τὸ</foreign> Blass: <foreign xml:lang="grc"> τούτου</foreign> codd.: <foreign xml:lang="grc"> τοῦτο τὸ</foreign> Bekker.</note> ψήφισμα γράψαντος, ὃς οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογισάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πόλεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθηναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας· καὶ ἐξελθόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη ὁ τῶν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> om. N.</note> Λακεδαιμονίων φρούραρχος, ἠλευθέρωντο<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἠλευθέρωντο</foreign> Bekker: <foreign xml:lang="grc"> ἠλευθεροῦντο</foreign> codd.</note> Θηβαῖοι, διεπέπρακτο ἡ πόλις ἡ ὑμετέρα ἄξια τῶν προγόνων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="40"><p>ἐκεῖνοι ἦσαν, ἐκεῖνοι, ὦ Ἀθηναῖοι, ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου· μὰ Δίʼ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασι μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δὲ αὑτῶν ἀσφάλειαν τηροῦντες καὶ πανταχόθεν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πανταχόθεν</foreign> Blass: <foreign xml:lang="grc"> πάντοθεν</foreign> codd.</note> ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθʼ ὑμῶν εἰληφότες, παρακρούονται ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γεγενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν. οὓς χρῆν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρῆν</foreign> Bekker: <foreign xml:lang="grc"> χρὴ</foreign> codd.</note> τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα</foreign> Ν:  <foreign xml:lang="grc">κατὰ τὸ ἑαυτῶν ψήφισμα πάλαι</foreign> Α.</note> τοιαῦτα διαπεπραγμένους. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>