<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2:17-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2:17-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="17"><p rend="align(center)"><label>Ψήφισμα</label><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ψήφισμα</foreign> om. NA.</note></p><p rend="align(indent)">ὁ τοιοῦτος, ὦ Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλʼ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς <add>αὐτῆς</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῆς</foreign> add. Cobet.</note> πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδʼ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλʼ ὑπομένων καὶ κρίνεσθαι,<note anchored="true" resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc"> κρίνεσθαι</foreign> lacunam indicavit Blass: <foreign xml:lang="grc"> κατακρίνεσθαι</foreign> Wolf.</note> εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδʼ ἕτερα φρονῶν καὶ δημηγορῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="18"><p rend="align(indent)">οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον, ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρʼ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="19"><p>ἐροῦντες τοῖς Ἀρκάσιν ὅτι οὐ τὴν πρὸς τοὺς Ἕλληνας φιλίαν Θηβαῖοι διαλῦσαι βουλόμενοι τοῖς πράγμασιν ἐπανέστησαν, οὐδʼ ἐναντίον τῶν Ἑλλήνων οὐδὲν πράξοντες, ἀλλὰ τὰ παρʼ αὑτοῖς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> Bekker: <foreign xml:lang="grc"> αὐτοῖς</foreign> codd.</note> ὑπὸ τῶν Μακεδόνων ἐν τῇ πόλει γιγνόμενα<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνόμενα</foreign> Blass: <foreign xml:lang="grc"> γενόμενα</foreign> ΝΑ:  <foreign xml:lang="grc">γινόμενα,</foreign> cum ZM, Bekker.</note> φέρειν οὐκέτι δυνάμενοι, οὐδὲ τὴν δουλείαν ὑπομένειν, οὐδὲ τὰς ὕβρεις ὁρᾶν τὰς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρᾶν τὰς</foreign> Bekker: <foreign xml:lang="grc"> ὁρῶντες</foreign> codd.</note> εἰς τὰ ἐλεύθερα σώματα γιγνομένας, — </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="20"><p>οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν, καὶ ἐλεησάντων ἐν οἷς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἷς] οἵοις</foreign> Maetzner.</note> ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων ὅτι τοῖς μὲν σώμασι μετʼ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντʼ αἰτοῦντος ὥστʼ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκετευόντων δοῦναι τὰ χρήματʼ εἰς τὴν τῆς πόλεως σωτηρίαν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="21"><p>οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="22"><p>ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, ὦ Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρῆσθε] χρήσεσθε</foreign>Rosenberg:  <foreign xml:lang="grc">κέχρησθε</foreign> Blass.</note> τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="23"><p>ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μυλῶνι</foreign> Sauppe:  <foreign xml:lang="grc">μύλωνι</foreign> codd.</note>· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="24"><p>διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. ἀροῦται, φημί, καὶ σπείρεται· καὶ οὐκ ἠλέησε, φημί, ὁ μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφʼ ὑμῶν ἀποσταλείς, ἧς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἧς</foreign> Wolf:  <foreign xml:lang="grc">οἷς</foreign> codd.</note> ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="25"><p>κἀκεῖνοι <add>μέν</add>,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέν</foreign> add. Bekker.</note> ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ</foreign> Bekker: <foreign xml:lang="grc"> ἔτι</foreign> N pr. A: <foreign xml:lang="grc"> διά τε</foreign> N corr. (2)</note> τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰσχυόντων</foreign> Wolf: <foreign xml:lang="grc"> ἰσχόντων</foreign> codd.</note> καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ]<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">μὴ</foreign> del. Sauppe: ret. Blass, qui <foreign xml:lang="grc"> ὁρᾶν</foreign> pro <foreign xml:lang="grc"> περιορᾶν</foreign> scripsit.</note> περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς]<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῆς</foreign> del. Sauppe: <foreign xml:lang="grc"> τις</foreign> (deleto <foreign xml:lang="grc"> τις</foreign> post <foreign xml:lang="grc"> ἐάν)</foreign> Vogel, Blass.</note> Ἀθηναίων<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Ἀθηναίων] Θηβαίων</foreign> Reiske.</note> ἔχων πορεύηται· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="26"><p>οὗτος δὲ ὁ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει,<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φήσει</foreign> Wolf: <foreign xml:lang="grc"> φησί</foreign> codd.</note> παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ὦ ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="27"><p>μόνως γὰρ οὕτως, ἄνδρες<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνδρες</foreign> (hic et passim in orat. I) N: <foreign xml:lang="grc"> ὦ ἄνδρες</foreign> (hic et in 29, 80, 83, 108) *a.</note> Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἀδικημάτων</foreign> Ν:  <foreign xml:lang="grc">τῆς πονηρίας</foreign> Α.</note> ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δʼ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="28"><p rend="align(center)"><label>Ψήφισμα <space/> Μαρτυρίαι <space/> Ἐπιστολαί</label></p><p rend="align(indent)">μισθωτὸς οὗτος, ὦ Ἀθηναῖοι, μισθωτὸς οὗτός<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὗτός]</foreign> del. Blass.</note> ἐστι παλαιός. οὗτος ἦν ὁ τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει συναπελογεῖτο<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">συναπελογεῖτο</foreign> Wurm: <foreign xml:lang="grc"> συνανελογεῖτο</foreign> codd.: <foreign xml:lang="grc"> συνανεκοινολογεῖτο</foreign> Ald.</note> τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, διʼ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετʼ Ἀντιπάτρου δεῦρʼ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="29"><p>μὴ ἀφῆτε, ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον ἀτιμώρητον, εἰλημμένον ἐπʼ αὐτοφώρῳ δῶρα ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγαθῆς τύχης ὑμᾶς<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Sauppe: <foreign xml:lang="grc"> ἡμᾶς</foreign> codd.</note> ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβληκυίας, τοῦτον δʼ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀποτυχίας τρέψαντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="30"><p>εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολαβόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ἢ ὑμῶν ἢ τῶν περιεστηκότων, εἰς ποῖα οὗτος πράγματα εἰσελθὼν ἢ ἴδια ἢ κοινὰ οὐκ ἀνατέτροφεν;<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνατέτροφεν</foreign> Blass: <foreign xml:lang="grc"> ἀνατέτραφεν</foreign> codd.</note> οὐκ εἰς μὲν τὴν Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετʼ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>