<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:41-51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:41-51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="41"><p>σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες· ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω. καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign> Baiter: <foreign xml:lang="grc">δὲ</foreign> codd.</note> κατʼ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι οὐκ ἀληθῆ λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="42"><p>ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίας<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">προδικασίας</foreign> A pr.:<foreign xml:lang="grc">προδιαδικασίας</foreign> A corr. N.</note> ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δʼ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί· τῆς δʼ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών. καὶ οὔτʼ εἰσάγειν δήπου οἷός τʼ ἂν ἦν ἐφʼ ἑαυτοῦ, οὔτε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὔτε</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲ</foreign> codd.</note> παραδοῦναι φόνου δίκην<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δίκην</foreign> om. Α.</note> ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ. ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδʼ ἀπογράφεσθαι ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="43"><p>καὶ ὅτι οὐκ ἠδίκει<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἠδίκει</foreign> Reiske: <foreign xml:lang="grc">ἀδικεῖ</foreign> codd.</note> αὐτούς, μέγιστον σημεῖον· Φιλοκράτης γὰρ οὑτοσὶ ἑτέρους τῶν ὑπευθύνων ἔσειε καὶ ἐσυκοφάντει, τούτου δὲ τοῦ βασιλέως, ὅν φασι δεινὰ καὶ σχέτλια εἰργάσθαι, οὐκ ἦλθε κατηγορήσων εἰς τὰς εὐθύνας. καίτοι τί ἂν ὑμῖν μεῖζον τούτου τεκμήριον ἀποδείξαιμι, ὅτι οὐκ ἠδικεῖτο οὔθʼ ὑπʼ ἐμοῦ οὔθʼ ὑπʼ ἐκείνου; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="44"><p>ἐπειδὴ δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> Gebauer: <foreign xml:lang="grc">γὰρ</foreign> codd.</note> οὑτοσὶ ὁ βασιλεὺς εἰσῆλθεν, ἐξὸν ἀυτοῖς ἀπὸ τῆς πρώτης ἡμέρας<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡμέρας</foreign> vulg.: <foreign xml:lang="grc">ἡμέραι ὁ</foreign> ΑΝ.</note> ἀρξαμένοις τοῦ Ἑκατομβαιῶνος μηνὸς τριάκονθʼ ἡμέρας συνεχῶς τούτων ᾗτινι ἐβούλοντο ἀπογράφεσθαι, ἀπεγράφοντο οὐδεμιᾷ· καὶ αὖθις τοῦ Μεταγειτνιῶνος μηνὸς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις ἐξὸν αὐτοῖς ἀπογράφεσθαι <add>ᾗ</add>τινι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ᾗ</foreign> om. ΑΝ.</note> ἐβούλοντο, οὐδʼ αὖ πω<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὖ πω</foreign> Blass: <foreign xml:lang="grc">αὐτῷ</foreign> codd.</note> ἐνταῦθα ἀπεγράψαντο, ἀλλὰ παρεῖσαν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">παρεῖσαν</foreign> Ν: <foreign xml:lang="grc">παρῆσαν</foreign> Α.</note> καὶ τούτου τοῦ μηνὸς εἴκοσιν ἡμέρας·<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡμέρας</foreign> vulg.: <foreign xml:lang="grc">ἡμέραις</foreign> A corr. N,<foreign xml:lang="grc">ἡμέραι</foreign> A pr.</note> ὥστε αἱ σύμπασαι ἡμέραι ἐγένοντο αὐτοῖς πλεῖν ἢ πεντήκοντα ἐπὶ τούτου τοῦ βασιλέως, ἐν αἷς ἐξὸν αὐτοῖς ἀπογράψασθαι οὐκ ἀπεγράψαντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="45"><p>καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὅσοις<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅσοις</foreign> A pr.:<foreign xml:lang="grc">ὅσοι</foreign> A corr. N.</note> ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ χρόνος μὴ ἐγχωρεῖ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐγχωρεῖ</foreign> Dobree: <foreign xml:lang="grc">ἐχώρει</foreign> Ν, <foreign xml:lang="grc">ἐνεχώρει</foreign> Α.</note><gap reason="lost" rend=" . . . "/><note resp="editor" xml:lang="lat" anchored="true">lacunam indicavit Dobree, qui sensum sic supplevit:<foreign xml:lang="grc">εὐθὺς εἰσελθόντος τοῦ διαδόχου ἀπογράφονται.</foreign></note> οὗτοι δʼ ἐπιστάμενοι μὲν τοὺς νόμους ἅπαντας, ὁρῶντες δʼ ἐμὲ βουλεύοντα καὶ εἰσιόντʼ ἐς τὸ βουλευτήριον—καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ Διὸς βουλαίου καὶ Ἀθηνᾶς βουλαίας ἱερόν ἐστι καὶ εἰσιόντες οἱ βουλευταὶ προσεύχονται, ὧν κἀγὼ εἷς ἦ, ὃς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ὃς</foreign> Blass: <foreign xml:lang="grc">ὁ</foreign> Maetzner: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> ταὐτὰ πράττων, καὶ εἰς τἆλλα ἱερὰ πάντα εἰσιὼν μετὰ τῆς βουλῆς, καὶ θύων καὶ εὐχόμενος ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πρὸς τούτοις πρυτανεύσας τὴν πρώτην πρυτανείαν ἅπασαν πλὴν δυοῖν ἡμέραιν, καὶ ἱεροποιῶν καὶ θύων ὑπὲρ τῆς δημοκρατίας, καὶ ἐπιψηφίζων καὶ λέγων γνώμας περὶ τῶν μεγίστων καὶ πλείστου ἀξίων τῇ πόλει φανερὸς ἦ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="46"><p>καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι· καίτοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> καίτοι</foreign> Reiske: <foreign xml:lang="grc">καὶ</foreign> codd.</note> ἱκανά γʼ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως. διὰ τί οὖν οὐκ ἀπεγράφοντο;<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> οὖν οὐκ ἀπέγραφ.</foreign> Reiske: <foreign xml:lang="grc">ὅπου κατέγραφ.</foreign> codd.</note> διʼ ὅ τι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> διʼ ὅ τι</foreign> Dobree: <foreign xml:lang="grc">διὰ τί</foreign> codd.</note> συνῆσαν καὶ διελέγοντο· συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδʼ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="47"><p>καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἢ ἀνομώτεροι γένοιντο; οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθʼ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ ἃ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθʼ ὑμᾶς κελεύουσι καταδικάσαι· καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις ζητοῦσι τὰ ἔργα ἄπιστα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἄπιστα</foreign> Reiske: <foreign xml:lang="grc">πιστὰ</foreign> codd.</note> καταστῆσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="48"><p>καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τούτους</foreign> Ald.: <foreign xml:lang="grc">τούτοις</foreign> codd.</note> ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπʼ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη ὁ δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους πάντων ἀνθρώπων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="49"><p>οὗτοι γὰρ ποίαν δίκην οὐ δικάσαιντʼ ἂν ἢ ποῖον δικαστήριον οὐκ ἐξαπατήσειαν ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσειαν παραβαίνειν; οἵτινες καὶ νῦν τριάκοντα μνᾶς ἐπʼ ἐμοὶ λαβόντες παρὰ τῶν ποριστῶν καὶ τῶν πωλητῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πωλητῶν</foreign> Reiske: <foreign xml:lang="grc">πολιτῶν</foreign> codd.</note> καὶ τῶν πρακτόρων καὶ τῶν ὑπογραμματέων οἳ τούτοις ὑπεγραμμάτευον, ἐξελάσαντές με ἐκ τοῦ βουλευτηρίου, ὅρκους τοιούτους διωμόσαντο,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">διωμόσαντο</foreign> vulg.: <foreign xml:lang="grc">διωμόσαντος</foreign> N pr., <foreign xml:lang="grc">διομόσαντος</foreign> A N corr.</note> ὅτι πρυτανεύων πυθόμενος αὐτοὺς δεινὰ καὶ σχέτλια ἐργάζεσθαι εἰσῆγον εἰς τὴν βουλήν, καὶ ἐδίδαξα ὡς χρὴ ζητοῦντας ἐπεξελθεῖν τῷ πράγματι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="50"><p>καὶ νῦν δίκην διδόασιν ὧν ἠδικήκασιν αὐτοί τε καὶ οἱ μεσεγγυησάμενοι καὶ παρʼ οἷς ἐτέθη τὰ χρήματα, καὶ τὰ πραχθέντα φανερὰ γεγένηται, ὥστʼ οὐδʼ ἂν οὗτοι βούλωνται ἀρνεῖσθαι ῥᾳδίως οἷοί τʼ ἔσονται· οὕτως αὐτοῖς πέπρακται τὰ πράγματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="51"><p>ποῖον οὖν δικαστήριον οὐκ ἂν ἔλθοιεν ἐξαπατήσοντες, ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσαιεν παραβαίνειν οὗτοι οἱ ἀνοσιώτατοι; οἵτινες καὶ ὑμᾶς εἰδότες εὐσεβεστάτους τῶν Ἑλλήνων δικαστὰς καὶ δικαιοτάτους καὶ ἐφʼ ὑμᾶς ἥκουσιν ἐξαπατήσοντες εἰ δύναιντο, ὅρκους τοσούτους διομοσάμενοι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>