<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:36-42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:36-42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="36"><p>ἐπειδάν τις ἀπογραφῇ φόνου δίκην, εἴργεσθαι τῶν νομίμων· καὶ οὔτʼ ἂν ἐγὼ οἷός τʼ ἦ ἐπεξελθεῖν εἰργόμενος τῶν νομίμων, ἐκεῖνοί τε ἐμοῦ τοῦ εἰσαγγείλαντος καὶ ἐπισταμένου τὰ πράγματα μὴ ἐπεξιόντος ῥᾳδίως ἔμελλον ἀποφεύξεσθαι καὶ δίκην οὐ δώσειν ὑμῖν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign> A corr. N.:<foreign xml:lang="grc">ἐμοὶ</foreign> A pr.</note> ὧν ἠδίκησαν. καὶ τοῦτʼ οὐκ ἐπʼ ἐμοὶ πρῶτον ἐμηχανήσαντο Φιλῖνος καὶ οἱ ἕτεροι, ἀλλὰ καὶ ἐπὶ Λυσιστράτῳ πρότερον, ὡς αὐτοὶ ὑμεῖς ἠκούσατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="37"><p>καὶ οὗτοι τότε μὲν πρόθυμοι ἦσαν ἀπογράφεσθαί με εὐθὺς τῇ ὑστεραίᾳ ᾗ ὁ παῖς ἐθάπτετο, πρὶν τὴν οἰκίαν καθῆραι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καθῆραι</foreign> Sauppe: <foreign xml:lang="grc">καθάραι</foreign> Α, <foreign xml:lang="grc">καθᾶραι</foreign> Ν.</note> καὶ τὰ νομιζόμενα ποιῆσαι, αὐτὴν ταύτην φυλάξαντες τὴν ἡμέραν ἐν ᾗ ἔμελλεν ὁ πρῶτος ἐκείνων κριθήσεσθαι, ὅπως μηδὲ καθʼ ἑνὸς αὐτῶν οἷός τε γενοίμην ἐπεξελθεῖν μηδʼ ἐνδεῖξαι τῷ δικαστηρίῳ τἀδικήματα· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="38"><p>ἐπειδὴ δὲ αὐτοῖς ὁ βασιλεὺς τούς τε νόμους ἀνέγνω, καὶ χρόνους ἐπέδειξεν ὅτι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign> Dobree: <foreign xml:lang="grc">τί</foreign> codd.</note> οὐκ ἐγχωροίη ἀπογράψασθαι καὶ τὰς κλήσεις καλεῖσθαι ὅσας ἔδει, καὶ ἐγὼ τοὺς ταῦτα μηχανωμένους εἰσάγων εἰς τὸ δικαστήριον εἷλον ἅπαντας, καὶ ἐτιμήθη αὐτοῖς ὧν ὑμεῖς ἐπίστασθε, καὶ οὗτοι ὧν ἕνεκα ἐλάμβανον χρήματα οὐδὲν αὐτοῖς οἷόι τε ἦσαν ὠφελῆσαι, τότε δὴ προσιόντες αὐτῷ τʼ ἐμοὶ καὶ τοῖς φίλοις ἐδέοντο διαλλαγῆναι, καὶ δίκην ἕτοιμοι ἦσαν διδόναι τῶν ἡμαρτημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="39"><p>καὶ ἐγὼ πεισθεὶς ὑπὸ τῶν φίλων διηλλάγην τούτοις ἐν τῇ πόλει<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐν τῇ πόλει]; ἐν Διιπολείοις</foreign> Scheibe, coll. Harpocratione, s.v.<foreign xml:lang="grc">Διιπόλεια.</foreign></note> ἐναντίον μαρτύρων, οἵπερ διήλλαττον ἡμᾶς πρὸς τῷ νεῷ τῆς Ἀθηνᾶς· καὶ μετὰ τοῦτο συνῆσάν μοι καὶ διελέγοντο ἐν τοῖς ἱεροῖς, ἐν τῇ ἀγορᾷ, ἐν τῇ ἐμῇ οἰκίᾳ, ἐν τῇ σφετέρᾳ αὐτῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐν τῇ σφ. αὐτῶν</foreign> Α: <foreign xml:lang="grc">καὶ ἐν σφ. ἑαυτῶν</foreign> Ν.</note> καὶ ἑτέρωθι πανταχοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="40"><p>τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὗτος</foreign> Ν: <foreign xml:lang="grc">ὁ τοιοῦτος</foreign> Α.</note> ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἑώρων</foreign> Ν: <foreign xml:lang="grc">ἑώρα</foreign> Α.</note> μοι τῇ προτεραίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">προτεραίᾳ</foreign> Baiter et Sauppe:<foreign xml:lang="grc">προτέρᾳ</foreign> codd.</note> συνόντας καὶ διαλεγομένους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="41"><p>σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες· ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω. καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign> Baiter: <foreign xml:lang="grc">δὲ</foreign> codd.</note> κατʼ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι οὐκ ἀληθῆ λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="42"><p>ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίας<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">προδικασίας</foreign> A pr.:<foreign xml:lang="grc">προδιαδικασίας</foreign> A corr. N.</note> ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δʼ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί· τῆς δʼ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών. καὶ οὔτʼ εἰσάγειν δήπου οἷός τʼ ἂν ἦν ἐφʼ ἑαυτοῦ, οὔτε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὔτε</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲ</foreign> codd.</note> παραδοῦναι φόνου δίκην<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δίκην</foreign> om. Α.</note> ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ. ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδʼ ἀπογράφεσθαι ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>